Humanitext Reader

ホメロス · オデュッセイア §4.289-4.359

求婚者たちの窮状の訴えとメネラオスの放浪譚

24 / 173 箇所 · ギリシア語

要旨

テレマコスの求めにより、彼らは床に就く。翌朝、テレマコスはメネラオスに求婚者たちの横暴と父の行方について語り、メネラオスはこれに憤慨して、自らの放浪とエジプトでの海神プロテウスとの遭遇について語り始める。

§4.289τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
パラス・アテナがお前を遠ざけるまで、彼はその間ずっと、その手を押し当てていたのだ。
§4.290τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
それに対して、賢明なテレマコスが答えて語りかけた。
§4.291Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
「アトレウスの子メネラオスよ、ゼウスに育まれた方よ、人々の指導者よ。
§4.292ἄλγιον·
それはいっそう痛ましいことです。
οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον, §4.293οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
というのも、たとえ彼の胸の中の心が鉄でできていたとしても、これらが彼にとって悲惨な破滅を防ぐ役には全く立たなかったからです。
§4.294ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη §4.295ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
さあ、私たちを寝床へと案内してください、今すぐにでも甘い眠りのもとで横たわって楽しむことができるように。
§4.296ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν §4.297δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ §4.298πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας, §4.299χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
」彼がそう語ると、アルゴスのヘレネは侍女たちに命じて、回廊の下に寝床を設け、美しい紫色の敷物を投げ入れ、その上に絨毯を敷き詰め、上にまとうための柔らかい外套をその上に置かせた。
§4.300αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, §4.301δέμνια δὲ στόρεσαν·
彼女たちは松明を手にして大広間から出て行き、寝床を整えた。
ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
そして使者が客人たちを外へ案内した。
§4.302οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο, §4.303Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
彼らは館の前庭でそこに横たわって眠った、英雄テレマコスと、ネストルの輝かしい息子が。
§4.304Ἀτρεΐδης δὲ καθεῦδε μυχῷ δόμου ὑψηλοῖο, §4.305πὰρ δʼ Ἑλένη τανύπεπλος ἐλέξατο, δῖα γυναικῶν.
アトレウスの子は高い館の奥の間で眠り、その傍らには、女性たちの中で神々しい、裾の長い衣服のヘレネが横たわった。
§4.306ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §4.307ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος §4.308εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ, §4.309ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, §4.310βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην,
生まれながらにして早く現れる、薔薇の指を持つ暁が姿を見せると、戦に強いメネラオスは寝床から起き上がり、衣服を身にまとし、鋭い剣を肩にかけ、輝く足の下に美しいサンダルを結びつけ、部屋から出て行った、神にそっくりな姿で。
§4.311Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·
そしてテレマコスの傍らに腰掛け、言葉をかけて呼びかけた。
§4.312τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως, §4.313ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;
「英雄テレマコスよ、どのような必要があなたをここ、神々しいラケダイモンへと、広い海の背を越えて導いたのか。
§4.314δήμιον ἦ ἴδιον;
公の用事か、それとも私的なものか。
τόδε μοι νημερτὲς ἐνίσπες.
これを私にありのままに語ってくれ。
§4.315τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」それに対して賢明なテレマコスが答えて語りかけた。
§4.316Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν,
「アトレウスの子メネラオスよ、ゼウスに育まれた方よ、人々の指導者よ。
§4.317ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
私は、私の父についての何らかの噂を語っていただけないかとやって来ました。
§4.318ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα, §4.319δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ
私の家は食いつぶされ、豊かな仕事は滅び、館は敵対する男たちで満ちています。
§4.320μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς, §4.321μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
彼らはいつも私の多くの羊や、足取りの重い曲がった角の牛を屠殺しています、私の母の求婚者たちであり、極限の傲慢さを持っています。
§4.322τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα §4.323κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας §4.324ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας
それゆえ私は今、あなたの膝にすがり、あなたがあの人の悲惨な破滅について、もしどこかであなたの目でご覧になったか、あるいは放浪している他の者から話を聞いたなら、語ってくださることを望んでやって来ました。
§4.325πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
実に、彼の母は彼を不幸な者として産んだのです。
§4.326μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων, §4.327ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
私を気遣って、甘やかしたり憐れんだりせず、あなたがどのような光景に直接出会ったのか、私にありのままに語ってください。
§4.328λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς §4.329ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε §4.330δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
お願いします、もし私の父、優れたオデュッセウスが、かつて言葉であれ行動であれ、あなたに対して約束したことを成し遂げたなら、あなたがたアカイア人が苦難を被っていたトロイア人の国において。
§4.331τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
それらのことを今、私のために思い出し、私にありのままを語ってください。
§4.332τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος·
」これを聞いて、金髪のメネラオスは深くため息をついて言った。
§4.333ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ §4.334ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
「おお、なんということだ、実に彼らは、自分たちが臆病者でありながら、不屈の心を持つ男の寝床に横たわろうとしたのだな。
§4.335ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος §4.336νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς §4.337κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα §4.338βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, §4.339ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, §4.340ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
ちょうど、森の中で牝鹿が、強い獅子の寝床に、生まれたばかりの乳飲みの小鹿たちを寝かせ、草の生い茂る斜面や谷間を探し回って草を食み、その後に獅子が自分の寝床に戻ってきて、その二匹の小鹿たちに無残な死をもたらすように、そのようにオデュッセウスは彼らに無残な死をもたらすだろう。
§4.341αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, §4.342τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ §4.343ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, §4.344κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, §4.345τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς·
願わくは、父なるゼウスよ、アテナよ、アポロンよ、かつてよく建てられたレスボスで、争いからフィロメレイデースと立ち上がって組み合い、力強く投げ飛ばし、すべてのアカイア人を喜ばせた、そのようなかつての姿のままで、オデュッセウスが求婚者たちと交わるように。
§4.346πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
そうすれば彼らは皆、たちまち死を迎え、苦い婚礼となるだろう。
§4.347ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε §4.348ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω,
だが、あなたが私に尋ね、乞うていることについて、私ははぐらかして他のことを言ったり、あなたを欺いたりはしない。
§4.349ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, §4.350τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
むしろ、海の老神、ありのままを語る者が私に語ったこと、それらの言葉を私は一つも隠さず、あなたに包み隠さず話そう。
§4.351Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι §4.352ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
私がまだこちらへ帰りたがっていたのに、神々は私をエジプトに引き留められた、彼らに完全な生贄を捧げなかったからだ。
§4.353οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
神々は常に、自分たちの命令を人間が心に留めることを望んでおられる。
§4.354νῆσος ἔπειτά τις ἔστι πολυκλύστῳ ἐνὶ πόντῳ §4.355Αἰγύπτου προπάροιθε, Φάρον δέ ἑ κικλήσκουσι,
さて、波の荒い海の中に、ある島がある、エジプトの前方に。 人々はそれをファロスと呼んでいる。
§4.356τόσσον ἄνευθʼ ὅσσον τε πανημερίη γλαφυρὴ νηῦς §4.357ἤνυσεν, ᾗ λιγὺς οὖρος ἐπιπνείῃσιν ὄπισθεν·
平底の快速船が一日がかりで走るほどの距離の沖合に、背後から心地よい風が吹く時に。
§4.358ἐν δὲ λιμὴν ἐύορμος, ὅθεν τʼ ἀπὸ νῆας ἐίσας §4.359ἐς πόντον βάλλουσιν, ἀφυσσάμενοι μέλαν ὕδωρ.
そこには良い港があり、そこから人々は等しい船を黒い水を汲み入れた後、海へと送り出すのだ。 」

語釈・文法注

  1. §4.292οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον — 動詞 `ἤρκεσε`(`ἀρκέω`)は、与格(ここでは `οἱ`)と対格(ここでは `ὄλεθρον`)を伴い、「与格の人から対格の災いを取り除く、防ぐ」という意味を構成する。主語の指示代名詞 `τάδε` は前文までで語られたオデュッセウスの勇敢な不屈の精神を指している。
  2. §4.325περί γάρ μιν ὀιζυρὸν τέκε μήτηρ — 副詞として機能する `περί` は形容詞 `ὀιζυρόν`(不幸な、悲惨な)を修飾し、程度を際立たせる強意の働き(「極めて」「並外れて」)を持つ。直訳すると「彼の母は彼を極めて不運な者として産んだ」となる。
  3. §4.343ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς — 前置詞句 `ἐξ ἔριδος` は「競い合って」「競争から」を意味し、オデュッセウスがかつてレスボス島で挑戦者のフィロメレイデースとレスリング対決をしたエピソードを指す。`ἀναστάς` は `ἀνίστημι` のアオリスト分詞で、対決の場に「立ち上がって」臨んだことを示す。

この箇所を引用する

ホメロス, オデュッセイア §4.289-4.359. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:4.289-4.359

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。