§4.289τόφρα δʼ ἔχʼ, ὄφρα σε νόσφιν ἀπήγαγε Παλλὰς Ἀθήνη.
他便一直按住,直到帕拉斯·雅典娜将你领开。
聪慧的特勒马科斯随即回答他说道: “阿特柔斯之子梅涅劳斯啊,宙斯抚育的君王,众民的领袖。
§4.292ἄλγιον· οὐ γάρ οἵ τι τάδʼ ἤρκεσε λυγρὸν ὄλεθρον, §4.293οὐδʼ εἴ οἱ κραδίη γε σιδηρέη ἔνδοθεν ἦεν.
这更加令人痛心;因为即便他胸中的心是铁打的,这些也完全未能帮他抵挡悲惨的毁灭。
§4.294ἀλλʼ ἄγετʼ εἰς εὐνὴν τράπεθʼ ἡμέας, ὄφρα καὶ ἤδη §4.295ὕπνῳ ὕπο γλυκερῷ ταρπώμεθα κοιμηθέντες.
但请带我们去寝榻吧,好让我们现在能在甜美的梦乡中躺下安息。
§4.296ὣς ἔφατʼ, Ἀργείη δʼ Ἑλένη δμῳῇσι κέλευσεν §4.297δέμνιʼ ὑπʼ αἰθούσῃ θέμεναι καὶ ῥήγεα καλὰ §4.298πορφύρεʼ ἐμβαλέειν στορέσαι τʼ ἐφύπερθε τάπητας, §4.299χλαίνας τʼ ἐνθέμεναι οὔλας καθύπερθεν ἕσασθαι.
” 他这样说,阿耳戈斯的海伦便吩咐女仆们在廊下搭起铺盖,铺上美丽的紫色毯子,并在上面撒上织花软垫,再在上面放上厚实的斗篷,以便他们裹身。
§4.300αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι, §4.301δέμνια δὲ στόρεσαν· ἐκ δὲ ξείνους ἄγε κῆρυξ.
女仆们手里拿着火把走出大殿,整理好了床铺;随后使者领着客人们走了出来。
§4.302οἱ μὲν ἄρʼ ἐν προδόμῳ δόμου αὐτόθι κοιμήσαντο, §4.303Τηλέμαχός θʼ ἥρως καὶ Νέστορος ἀγλαὸς υἱός·
于是他们便在那屋前的前厅里睡下,英雄特勒马科斯和内斯托尔的显赫之子。
而阿特柔斯之子则在巍峨府邸的内室深处就寝,陪伴在他身旁的是身着长袍的海伦,妇人中的佼佼者。
§4.306ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §4.307ὤρνυτʼ ἄρʼ ἐξ εὐνῆφι βοὴν ἀγαθὸς Μενέλαος §4.308εἵματα ἑσσάμενος, περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ, §4.309ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, §4.310βῆ δʼ ἴμεν ἐκ θαλάμοιο θεῷ ἐναλίγκιος ἄντην, §4.311Τηλεμάχῳ δὲ παρῖζεν, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν· §4.312τίπτε δέ σε χρειὼ δεῦρʼ ἤγαγε, Τηλέμαχʼ ἥρως, §4.313ἐς Λακεδαίμονα δῖαν, ἐπʼ εὐρέα νῶτα θαλάσσης;
当那清晨初升、玫瑰色手指的黎明破晓之时,善于呐喊的梅涅劳斯便从榻上起身,穿上衣裳,将锐利的宝剑佩在肩头,在白皙的脚底系上美丽的凉鞋,像神明一般走出寝室,坐在特勒马科斯身旁,开口对他说道: “是什么需要引导你来到此处,英雄特勒马科斯,来到这神圣的拉刻代蒙,越过宽阔的海背?
§4.314δήμιον ἦ ἴδιον;
是为了公事,还是私事?
τόδε μοι νημερτὲς ἐνίσπες.
请如实告诉我。
” 聪慧的特勒马科斯回答他说道: “阿特柔斯之子梅涅劳斯啊,宙斯抚育的君王,众民的领袖。
§4.317ἤλυθον, εἴ τινά μοι κληηδόνα πατρὸς ἐνίσποις.
我来到此处,是想看看你是否能告诉我关于我父亲的一丝消息。
§4.318ἐσθίεταί μοι οἶκος, ὄλωλε δὲ πίονα ἔργα, §4.319δυσμενέων δʼ ἀνδρῶν πλεῖος δόμος, οἵ τέ μοι αἰεὶ §4.320μῆλʼ ἁδινὰ σφάζουσι καὶ εἰλίποδας ἕλικας βοῦς, §4.321μητρὸς ἐμῆς μνηστῆρες ὑπέρβιον ὕβριν ἔχοντες.
我的家园正在被吞噬,丰厚的产业已被毁灭,府邸里挤满了怀有敌意的男人们,他们总是宰杀我密集的羊群和步履蹒跚、角弯蹄健的牛群,他们是我母亲的求婚者,怀着极其狂妄的傲慢。
§4.322τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα §4.323κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας §4.324ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας §4.325πλαζομένου· περὶ γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
因此我如今来到你的膝前,盼望你愿意告诉我关于那人悲惨的毁灭,是否你在何处亲眼所见,或是从其他流浪的人口中听到了传闻;因为他的母亲生他,注定要让他受尽折磨。
§4.326μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων, §4.327ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
请不要因为顾忌我而用温和的话宽慰我,也不要怜悯我,请如实地向我讲述,你是如何目睹他的。
§4.328λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεὺς §4.329ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε §4.330δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί, §4.331τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
我恳求你,如果我的父亲、高贵的奥德修斯曾经在诺言或行动上向你承诺并为你履行,在你们阿开亚人遭受苦难的特洛伊人的国度里,现在请为我记起这些,并如实告诉我。
§4.332τὸν δὲ μέγʼ ὀχθήσας προσέθη ξανθὸς Μενέλαος· §4.333ὢ πόποι, ἦ μάλα δὴ κρατερόφρονος ἀνδρὸς ἐν εὐνῇ
” 金发的梅涅劳斯听后,深表愤慨地对他说: “哎呀!
§4.334ἤθελον εὐνηθῆναι ἀνάλκιδες αὐτοὶ ἐόντες.
他们这些懦夫,竟然真的想躺在一个心性强健的勇士的榻上。
§4.335ὡς δʼ ὁπότʼ ἐν ξυλόχῳ ἔλαφος κρατεροῖο λέοντος §4.336νεβροὺς κοιμήσασα νεηγενέας γαλαθηνοὺς §4.337κνημοὺς ἐξερέῃσι καὶ ἄγκεα ποιήεντα §4.338βοσκομένη, ὁ δʼ ἔπειτα ἑὴν εἰσήλυθεν εὐνήν, §4.339ἀμφοτέροισι δὲ τοῖσιν ἀεικέα πότμον ἐφῆκεν, §4.340ὣς Ὀδυσεὺς κείνοισιν ἀεικέα πότμον ἐφήσει.
正如一只牝鹿,将她那刚出生、还在哺乳的幼鹿安置在一只强悍雄狮的巢穴里睡觉,自己则去翻越山峦斜坡和草木繁茂的幽谷去觅食,而随后那雄狮回到了自己的巢穴,并给这两只幼鹿带去无情的毁灭,奥德修斯也将给那些人带去无情的毁灭。
§4.341αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, §4.342τοῖος ἐών, οἷός ποτʼ ἐυκτιμένῃ ἐνὶ Λέσβῳ §4.343ἐξ ἔριδος Φιλομηλεΐδῃ ἐπάλαισεν ἀναστάς, §4.344κὰδ δʼ ἔβαλε κρατερῶς, κεχάροντο δὲ πάντες Ἀχαιοί, §4.345τοῖος ἐὼν μνηστῆρσιν ὁμιλήσειεν Ὀδυσσεύς· §4.346πάντες κʼ ὠκύμοροί τε γενοίατο πικρόγαμοί τε.
但愿,宙斯父亲、雅典娜和阿波罗啊,他能保持当年的英姿,就像他曾在建设良好的莱斯博斯,因争执而站起身来与菲洛梅莱德斯摔跤,并将其狠狠摔倒,让所有的阿开亚人都为之欢欣,愿奥德修斯以这样的英姿去面对那些求婚者;那么他们所有人都会立刻命丧黄泉,迎来痛苦的婚礼。
§4.347ταῦτα δʼ ἅ μʼ εἰρωτᾷς καὶ λίσσεαι, οὐκ ἂν ἐγώ γε §4.348ἄλλα παρὲξ εἴποιμι παρακλιδόν, οὐδʼ ἀπατήσω, §4.349ἀλλὰ τὰ μέν μοι ἔειπε γέρων ἅλιος νημερτής, §4.350τῶν οὐδέν τοι ἐγὼ κρύψω ἔπος οὐδʼ ἐπικεύσω.
至于你所询问和恳求我的这些事,我绝不会顾左右而言他地欺骗你,也不会误导你;但是那海中诚实的老人告诉我的话,我绝不会对你隐瞒一个字,也不会有任何遮掩。
§4.351Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι §4.352ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας.
在我仍急于返回此处时,神明们仍将我阻留在埃及,因为我没有向他们献上圆满的百牲大祭。
§4.353οἱ δʼ αἰεὶ βούλοντο θεοὶ μεμνῆσθαι ἐφετμέων.
因为神明总是希望人们能牢记他们的诫命。