Humanitext Reader

ホメロス · オデュッセイア §3.74-3.145

テレマコスの問いとネストルによる戦争の回顧

14 / 173 箇所 · ギリシア語

要旨

テレマコスはネストルに対し、父オデュッセウスの消息を尋ねる。ネストルはトロイア戦争中の苦難や戦死した英雄たちを回想し、オデュッセウスの賢明さを称賛した上で、戦争終了後のギリシア軍の分裂と帰還の困難について語り始める。

§3.74ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
自らの命を危険にさらし、異国の人々に災いをもたらしながら(彷徨っているのですか)。
§3.75τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα §3.76θαρσήσας·
」これに対して、思慮深いテレマコスが勇気を奮い起こして応えて言った。
αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη
アテネ御自身が彼の心の中に勇気を授けられたからである。
§3.77θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο §3.78ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·
彼が、去っていった父について尋ね、また人間たちの間で彼が優れた名声を得るために。
§3.79ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, §3.80εἴρεαι ὁππόθεν εἰμέν·
「ネレウスの子ネストルよ、アカイア人の大いなる栄光よ、私たちがどこから来たのかとお尋ねですね。
ἐγὼ δέ κέ τοι καταλέξω.
私はあなたに詳しく語りましょう。
§3.81ἡμεῖς ἐξ Ἰθάκης ὑπονηίου εἰλήλουθμεν·
私たちはネイオン山の麓にあるイタケから来ました。
§3.82πρῆξις δʼ ἥδʼ ἰδίη, οὐ δήμιος, ἣν ἀγορεύω.
私が語るこの件は、公のものではなく、私的な用件です。
§3.83πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω, §3.84δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι §3.85σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
私は、もしどこかで聞くことができればと、わが父の広い名声を求めて旅をしているのです、かつてあなたと共に戦ってトロイアの都を滅ぼしたと言い伝えられる、不屈の心を持つ気高いオデュッセウスの(名声を)。
§3.86ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον, §3.87πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ, §3.88κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
トロイア人と戦った他のすべての者たちについては、それぞれがどこで悲惨な死を遂げたのか、私たちは聞いて知っていますが、あのあの方の死だけは、クロノスの子が誰にも知れぬものとされました。
§3.89οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν,
あの方がいつ亡くなったのか、誰もはっきりと語ることはできません。
§3.90εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν, §3.91εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
陸地で敵の手によって倒されたのか、あるいはまた、海原でアムピトリテの波の間に沈んだのか。
§3.92τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα §3.93κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας
それゆえ私は今、あなたの膝にすがり、あなたが望んでくださるなら、あの方の悲惨な死について語っていただきたいのです。
§3.94ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας §3.95πλαζομένου·
もしあなたがご自身の目でご覧になったか、あるいは彷徨う他の者から話を聞かれたなら。
πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
というのも、母はあの方を際立って不幸な運命に産み落としたのですから。
§3.96μηδέ τί μʼ αἰδόμενος μειλίσσεο μηδʼ ἐλεαίρων, §3.97ἀλλʼ εὖ μοι κατάλεξον ὅπως ἤντησας ὀπωπῆς.
私に遠慮して優しく言いつくろったり、同情したりせず、あなたが見た通りのことを、私に詳しくありのままに語ってください。
§3.98λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς,
私は懇願します。
§3.99ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε §3.100δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί,
かつて私の父、気高いオデュッセウスが、あなたに対して約束した言葉や行いを、あなたがたアカイア人が苦難を被ったトロイアの民の地において。
§3.101τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
それらを今、私のために思い出し、真実を私に語ってください。
§3.102τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
」これに対して、ゲレニアの騎士ネストルが応えて言った。
§3.103ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ §3.104δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν, §3.105ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον §3.106πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς, §3.107ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος
「友よ、お前が私に、あの地で不屈の力を持つアカイアの息子たちが耐え忍んだ苦難を思い出させたからには、霧のかかった海を船で彷徨い、戦利品を求めてアキレウスが率いるところへ行ったすべて、また主プリアモスの大いなる都の周りで私たちが戦ったすべての(苦難を)。
§3.108μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
そこでは、その後、優れた者たちがすべて殺されてしまった。
§3.109ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς, §3.110ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος, §3.111ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων,
そこには戦好きなアイアスが横たわり、そこにはアキレウスが、そこには神に劣らぬ思慮を持つパトロクロスが、そこには私の愛する息子、強く非の打ち所のないアンティロコスが横たわっている。
§3.112Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·
走ることにかけては並外れて速く、勇敢な戦士であった彼が。
§3.113ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά·
そのほかにも、私たちは多くの災いを被った。
τίς κεν ἐκεῖνα §3.114πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
あのようなすべての災いを、死すべき人間のうちの誰が語り尽くせようか。
§3.115οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων §3.116ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί· §3.117πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
たとえお前が五年間、あるいは六年間ここに留まって、気高いアカイア人がそこで被った災いを尋ねようとも、お前は疲れ果てて、祖国に帰ることになるだろう(語り終える前に)。
§3.118εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες
九年の間、私たちは彼らの周りで、あらゆる計略をめぐらせて災いを企てていたのだ。
§3.119παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.
そして、クロノスの子はようやくそれを成就させられた。
§3.120ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην
そこでは、思慮においてあの方に対抗しようと望む者は誰もいなかった。
§3.121ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς §3.122παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε
気高いオデュッセウスが、あらゆる計略においてはるかに勝っていたからだ。
§3.123κείνου ἔκγονός ἐσσι·
彼はお前の父だ、もし本当にお前があの方の息子であるならば。
σέβας μʼ ἔχει εἰσορόωντα.
お前を見ていると、私に畏敬の念がわき起こる。
§3.124ἦ τοι γὰρ μῦθοί γε ἐοικότες, οὐδέ κε φαίης
まことに、お前の言葉はあの方によく似ている。
§3.125ἄνδρα νεώτερον ὧδε ἐοικότα μυθήσασθαι.
これほど若い男が、このようにそっくりな言葉を語るなどとは、誰も言わないだろう。
§3.126ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς §3.127οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ,
そこでは、私と気高いオデュッセウスは、民会においても評議会においても、意見を異にすることは決してなかった。
§3.128ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ §3.129φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.
むしろ一つの心を保ち、思慮と賢明な相談によって、アルゴス人たちにとっていかにして最善がもたらされるかを考えていた。
§3.130αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, §3.131βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς,
しかし、私たちがプリアモスの険しい都を破滅させ、船に乗り込んだとき、神がアカイア人を四散させられた。
§3.132καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον §3.133Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι §3.134πάντες ἔσαν·
まさにその時、ゼウスは心の中でアルゴス人たちに悲惨な帰還を企てられた、彼らのすべてが賢明でもなく、また正しくもなかったからである。
τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον §3.135μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
それゆえ、彼らの多くは悲惨な運命に出遭った、恐るべき力を持つ父の娘、輝く目の女神の破滅的な怒りによって。
§3.136ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.
女神は二人のアトレウスの子たちの間に不和をもたらされた。
§3.137τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς, §3.138μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα, §3.139οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν,
二人はすべてのアカイア人を集めて民会を招集したが、無謀にも、そして秩序なく、日が沈みかける時であったので、アカイアの息子たちは酒に酔い潰れた状態で集まってきた。
§3.140μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
二人は、なぜ人々を集めたのか、その理由を語り始めた。
§3.141ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς §3.142νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης, §3.143οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε·
そこでメネラオスは、すべてのアカイア人に対して、海の広い背を渡る帰還を心に留めるよう求めたが、それはアガメムノンには全く気に入らなかった。
βούλετο γάρ ῥα §3.144λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας, §3.145ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
なぜなら、彼は軍勢を留め置き、神聖な百頭犠牲を捧げることを望んだからである、アテネの恐るべき怒りを宥めることができるようにと。

語釈・文法注

  1. §3.77ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο — 接続詞 ἵνα に導かれる目的節。過去の主動詞 θῆχʼ に後続するため、従属節の動詞 ἔροιτο は希求法(歴史過去の希求法)をとる。代名詞 μιν(対格)はネストルを指し、属格の πατρὸς ἀποιχομένοιο は動詞 ἔροιτο の属格支配(〜について尋ねる)である。
  2. §3.103ἐπεί μʼ ἔμνησας ὀιζύος — 接続詞 ἐπεί「〜だから」に導かれる理由節で、主節(ネストルの応答の核)は §3.113以降の τίς κεν... や §3.118の εἰνάετες γάρ... などに長く離隔して現れる。μʼ(μe、対格)は話し手を指し、ὀιζύος(属格)は想起を表す動詞 μιμνήσκω(ここではアオリスト ἔμνησας)の属格支配(〜を思い出させる)である。
  3. §3.113τίς κεν ἐκεῖνα πάντα γε μυθήσαιτο — κεν(= ἄν)を伴う希求法(μυθήσαιτο)による修辞疑問文。可能・潜在(「誰が語り尽くせようか、いや誰も語り尽くせない」)を表す。
  4. §3.134τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον — 接続詞的な副詞 τῶ(「それゆえに」)に導かれる文。σφεων(三人称複数属格 σφέων、ここでは二音節が縮約して一音節のように読まれる)は、名詞 πολέες(「多くの人々」)を修飾する。動詞 ἐπέσπον は ἐφέπω(従う、遭遇する、たどる)の不規則アオリスト三人称複数形。

この箇所を引用する

ホメロス, オデュッセイア §3.74-3.145. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:3.74-3.145

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。