Humanitext Reader

ホメロス · オデュッセイア §3.146-3.217

ギリシア軍の分裂と帰還の旅路の語り

15 / 173 箇所 · ギリシア語

要旨

ネストルはトロイアからの帰還の道中、アガメムノンとメネラオスの意見対立から軍勢が分裂し、各々が異なる帰途についたことを語る。それを聞いたテレマコスは、自身の境遇を嘆きつつ、父の仇を討ったオレステスのような強さが自分にもあればと願う。

§3.146νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν·
愚か者め、彼はアテネが聞き入れるつもりはないということを知らなかったのだ。
§3.147οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
常にとこしえにまします神々の心は、速やかには変わらないからである。
§3.148ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν §3.149ἕστασαν·
このように二人は激しい言葉を交わし合いながら、立ち尽くしていた。
οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ §3.150ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
しかし、脛当ての立派なアカイア人たちは、恐るべき叫び声を上げて立ち上がり、彼らの意見は二つに分かれていた。
§3.151νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες §3.152ἀλλήλοις·
夜の間、私たちは心の中で互いに対して険しい思いを抱きながら眠った。
ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
ゼウスが災いの苦難を用意されていたからである。
§3.153ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν §3.154κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
夜が明けると、私たちの一方は船を気高き海へと引き下ろし、財宝と、帯を低く締めた女たちを乗せた。
§3.155ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες §3.156αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν·
しかし軍勢の半分は留まり、引き止められた、その場に、人々の牧者であるアトレウスの子アガメムノンのもとに。
§3.157ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν·
半数の私たちは船に乗り込んで漕ぎ出した。
αἱ δὲ μάλʼ ὦκα
船は極めて速く進んだ。
§3.158ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
神が巨大な怪物の棲む海を平らにされたからである。
§3.159ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν, §3.160οἴκαδε ἱέμενοι·
テネドス島に着くと、私たちは神々に犠牲を捧げた、帰郷を熱望しながら。
Ζεὺς δʼ οὔ πω μήδετο νόστον, §3.161σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
しかしゼウスは未だ帰還を企てておられず、無慈悲にも、再び第二の不和を呼び起こされた。
§3.162οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας §3.163ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην, §3.164αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες·
ある者たちは、両側を丸めた船を反転させて去っていった、思慮深く、智謀に富む主オデュッセウスの周りに集まり、アトレウスの子アガメムノンの歓心を買おうとして再び彼の元へ戻ったのだ。
§3.165αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο,
しかし私は、私に従うすべての船と共に逃げ去った。
§3.166φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.
神がまさに災いを企てておられることを悟ったからである。
§3.167φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.
戦好きなテュデウスの子も逃げ、戦友たちを促した。
§3.168ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος, §3.169ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας,
やがて遅れて、金髪のメネラオスが私たちの後を追ってきて、レスボス島で、長い航路について思案している私たちに追いついた。
§3.170ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης, §3.171νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες, §3.172ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.
険しいキオス島の上を通り、プシュリエ島へと、それを左手に見ながら進むべきか、あるいはキオス島の下、風の強いミマス山の傍らを通るべきか。
§3.173ᾐτέομεν δὲ θεὸν φῆναι τέρας·
私たちは神に兆しを示すよう求めた。
αὐτὰρ ὅ γʼ ἡμῖν §3.174δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν §3.175τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
すると神は私たちにそれを示し、エウボイア島へ向けて海原の真ん中をまっすぐ切り進むよう命じられた、一刻も早く災難を逃れられるように。
§3.176ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα §3.177ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν §3.178ἐννύχιαι κατάγοντο·
すると、心地よい追い風が強く吹き始め、船は極めて速く魚の群れる道を走り抜け、夜のうちにゲライストスに入港した。
Ποσειδάωνι δὲ ταύρων §3.179πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
私たちはポセイドンに雄牛の大腿骨を多く捧げた、大いなる海を渡り終えたので。
§3.180τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας §3.181Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο §3.182ἵστασαν·
四日目のことであった、アルゴスにおいて、均整の取れた船を馬を馴らすディオメデス、テュデウスの子の戦友たちが繋ぎ止めたのは。
αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη §3.183οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
しかし私はピュロスへと進路を保ち、風は一度も止まなかった、神が最初にそれを吹かせてくださって以来。
§3.184ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα
このようにして、愛する我が子よ、私は何も知らぬまま帰還した。
§3.185κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.
私には何もわからないのだ、アカイア人のうち誰が救われ、誰が滅び去ったのかは。
§3.186ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι §3.187πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
だが、私が自分の館に座りながら聞き知ったことはすべて、当然のこととして、お前に教えよう。 お前に隠し立てはすまい。
§3.188εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους, §3.189οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός,
槍に秀でたミュルミドン人たちは無事に戻ったと言われている、気高いアキレウスの輝かしい息子が率いた者たちだ。
§3.190εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
ポイアスの輝かしい息子フィロクテテスも無事に戻ったと。
§3.191πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους,
イドメネウスは、すべての戦友たちをクレーテー島へと連れ帰った、戦いから生き延びた者たちを。
§3.192οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.
海は彼から一人も奪わなかった。
§3.193Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες, §3.194ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
アトレウスの子については、お前たちも遠くにいながら聞いているだろう、彼がいかに帰還し、アイギストスがいかにその悲惨な破滅を企てたかを。
§3.195ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν·
だが、まことに彼は悲惨な形で報いを受けたのだ。
§3.196ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι
亡くなった男の後に、息子が残されるということはいかに素晴らしいことか。
§3.197ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα, §3.198Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
実に彼も、父殺しの奸計に満ちたアイギストスに復讐したのだから、彼の誉れ高い父を殺したあの男に。
§3.199καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε,
お前も、わが友よ、実に見事でたくましい姿をしているからには、勇気を示せ。
§3.200ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
後世の人々もお前を称えるように。
§3.201τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
これに対して、思慮深いテレマコスが応えて言った。
§3.202ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, §3.203καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ
「ネレウスの子ネストルよ、アカイア人の大いなる栄光よ、まことにあの方(オレステス)は報いを与えました。
§3.204οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι·
アカイア人たちもあの方の広い名声を、未来の人々も聞き知るようにと伝えるでしょう。
§3.205αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν, §3.206τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς, §3.207οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
願わくは、神々が私にもそれほどの大いなる力を授けてくださり、求婚者たちの苦痛に満ちた傲慢さに報いを与えることができますように、彼らは私を侮辱し、不届きな悪事を企てているのです。
§3.208ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον, §3.209πατρί τʼ ἐμῷ καὶ ἐμοί·
しかし、神々は私にそのような幸運を紡ぎ出してはくれませんでした、わが父にも私にも。
νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
今はとにかく耐えるしかないのです。
§3.210τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
」これに対して、ゲレニアの騎士ネストルが応えて言った。
§3.211ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες, §3.212φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς §3.213ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·
「友よ、お前がそのことを思い出させ、語ってくれたからには、お前の母親のゆえに、多くの求婚者たちがお前の意に反して、お前の館で悪事を企てていると言われている。
§3.214εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ §3.215ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
私に言ってくれ、お前は自ら望んで屈しているのか、それとも人々がお前を共同体の中で憎んでいるのか、神の神託に従って。
§3.216τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών, §3.217ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
誰にわかるだろう、彼が戻ってきて彼らの暴挙に報いを与える日が来るかどうか、彼が一人で、あるいはアカイア人全員と共に。 」

語釈・文法注

  1. 3.146ὃ οὐ πείσεσθαι ἔμελλεν — 接続詞 ὅ は「〜という事実」を表す名詞節を導き、ᾔδη の直接目的語となっている。πείσεσθαι は中動態未来不定詞であり、主語は省略されたアテネ女神(前行の Ἀθηναίης)である。
  2. 3.164ἦρα φέροντες — 「好意をもたらす」「(対格支配の与格に対して)歓心を買う」を意味するイディオム。ここでは ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι に係る。
  3. 3.166ὃ δὴ κακὰ μήδετο δαίμων — 関係代名詞 ὅ が導く節は、動詞 γίγνωσκον の直接目的語(名詞節)として機能しており、「神が災いを企てておられるということ」を表す。δή は事実の強調を表す。
  4. 3.170ἢ καθύπερθε... ἦ ὑπένερθε... — 二重の間接疑問文を導いており、ὁρμαίνοντας(思案している)の具体的な中身を表す。ἢ... ἦ... は「〜か、あるいは〜か」という選択肢を提示している。
  5. 3.180ὅτʼ ἐν Ἄργεϊ — ὅτε(〜のとき)が導く関係節が、主節の τέτρατον ἦμαρ ἔην(四日目であった)と結びつき、「〜したのは四日目のことであった」という強調構文に類する時間表現を形成している。
  6. 3.205αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν — αἲ γάρ(願わくは)に希求法(Optative)の περιθεῖεν(περί-τιθημι のアオリスト能動態 3人称複数)が伴い、現在実現不可能な、あるいは強い望みを表す願望文を構成している。

この箇所を引用する

ホメロス, オデュッセイア §3.146-3.217. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:3.146-3.217

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。