§3.74ψυχὰς παρθέμενοι κακὸν ἀλλοδαποῖσι φέροντες;
冒着自己的生命危险,给异乡人带来灾祸(而四处漂泊吗)?
§3.75τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα §3.76θαρσήσας· αὐτὴ γὰρ ἐνὶ φρεσὶ θάρσος Ἀθήνη §3.77θῆχʼ, ἵνα μιν περὶ πατρὸς ἀποιχομένοιο ἔροιτο §3.78ἠδʼ ἵνα μιν κλέος ἐσθλὸν ἐν ἀνθρώποισιν ἔχῃσιν·
” 对此,聪慧的忒勒马科斯鼓起勇气,回答他说:因为雅典娜亲自将勇气注入他的心中,好让他询问关于那离去的父亲的事,也好让他在人间获得美好的名声。
“涅琉斯之子涅斯托尔啊,阿开亚人的伟大荣耀,你问我们来自何方;我将向你细细说明。
我们来自涅伊翁山下的伊萨卡;我所说的这桩事务是私人的,并非公务。
§3.83πατρὸς ἐμοῦ κλέος εὐρὺ μετέρχομαι, ἤν που ἀκούσω, §3.84δίου Ὀδυσσῆος ταλασίφρονος, ὅν ποτέ φασι §3.85σὺν σοὶ μαρνάμενον Τρώων πόλιν ἐξαλαπάξαι.
我正在追寻我父亲那广泛的名声,倘若能在哪里听到它的话,那就是高贵的、心志坚毅的奥德修斯,人们说他曾与你并肩作战,摧毁了特洛伊人的城池。
§3.86ἄλλους μὲν γὰρ πάντας, ὅσοι Τρωσὶν πολέμιζον, §3.87πευθόμεθʼ, ἧχι ἕκαστος ἀπώλετο λυγρῷ ὀλέθρῳ, §3.88κείνου δʼ αὖ καὶ ὄλεθρον ἀπευθέα θῆκε Κρονίων.
因为所有其他与特洛伊人作战的人,我们都已获悉每个人是在何处因悲惨的毁灭而丧生,唯独对他,克罗诺斯之子使他的死讯无人知晓。
§3.89οὐ γάρ τις δύναται σάφα εἰπέμεν ὁππόθʼ ὄλωλεν, §3.90εἴθʼ ὅ γʼ ἐπʼ ἠπείρου δάμη ἀνδράσι δυσμενέεσσιν, §3.91εἴτε καὶ ἐν πελάγει μετὰ κύμασιν Ἀμφιτρίτης.
因为没有人能说清楚他是在何时死去的,究竟是在大陆上被敌对的人击倒,还是在海原之中,在安菲特里忒的波涛里。
§3.92τοὔνεκα νῦν τὰ σὰ γούναθʼ ἱκάνομαι, αἴ κʼ ἐθέλῃσθα §3.93κείνου λυγρὸν ὄλεθρον ἐνισπεῖν, εἴ που ὄπωπας §3.94ὀφθαλμοῖσι τεοῖσιν ἢ ἄλλου μῦθον ἄκουσας §3.95πλαζομένου·
因此,我现在来到你的膝前,倘若你愿意,诉说他那悲惨的毁灭,如果你曾在哪里用亲眼看见过,或者听到了另一个流浪者的诉说。
πέρι γάρ μιν ὀιζυρὸν τέκε μήτηρ.
因为他的母亲把它生下来,注定要承受极度的痛苦。
绝不要因为顾忌我而用温和的话来安慰我,也不要怜悯我,而是请向我如实细说,你是如何目睹那一幕的。
§3.98λίσσομαι, εἴ ποτέ τοί τι πατὴρ ἐμός, ἐσθλὸς Ὀδυσσεύς, §3.99ἢ ἔπος ἠέ τι ἔργον ὑποστὰς ἐξετέλεσσε §3.100δήμῳ ἔνι Τρώων, ὅθι πάσχετε πήματʼ Ἀχαιοί, §3.101τῶν νῦν μοι μνῆσαι, καί μοι νημερτὲς ἐνίσπες.
我恳求你,如果我的父亲、高贵的奥德修斯,曾在何时为你承诺并实践了任何言语或行动,在特洛伊人的土地上,在那里你们阿开亚人曾遭受苦难,如今请为我记住这些,并对我吐露实情。
§3.102τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· §3.103ὦ φίλʼ, ἐπεί μʼ ἔμνησας ὀιζύος, ἣν ἐν ἐκείνῳ §3.104δήμῳ ἀνέτλημεν μένος ἄσχετοι υἷες Ἀχαιῶν, §3.105ἠμὲν ὅσα ξὺν νηυσὶν ἐπʼ ἠεροειδέα πόντον §3.106πλαζόμενοι κατὰ ληίδʼ, ὅπῃ ἄρξειεν Ἀχιλλεύς, §3.107ἠδʼ ὅσα καὶ περὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος §3.108μαρνάμεθʼ· ἔνθα δʼ ἔπειτα κατέκταθεν ὅσσοι ἄριστοι.
” 格雷尼亚的骑士涅斯托尔接着回答他说: “亲爱的朋友,既然你让我想起了那悲哀,我们曾在那土地上承受的,我们这些力量不屈的阿开亚人的儿子们,无论是我们乘着船在迷茫的大海上四处漂泊掠夺、凡是阿基琉斯所引领之处,还是在普里阿摩斯国王的伟大城池周围所进行的战斗;在那里,我们所有最优秀的人随后都被杀害了。
§3.109ἔνθα μὲν Αἴας κεῖται ἀρήιος, ἔνθα δʼ Ἀχιλλεύς, §3.110ἔνθα δὲ Πάτροκλος, θεόφιν μήστωρ ἀτάλαντος, §3.111ἔνθα δʼ ἐμὸς φίλος υἱός, ἅμα κρατερὸς καὶ ἀμύμων, §3.112Ἀντίλοχος, πέρι μὲν θείειν ταχὺς ἠδὲ μαχητής·
那里躺着好战的埃阿斯,那里躺着阿基琉斯,那里还有帕特罗克洛斯,其谋略堪比神明,那里也躺着我亲爱的儿子,既强壮又完美无瑕的安提洛科斯,他极其擅长奔跑,是一位伟大的战士。
§3.113ἄλλα τε πόλλʼ ἐπὶ τοῖς πάθομεν κακά·
除了这些,我们还遭受了许多其他的灾难。
τίς κεν ἐκεῖνα §3.114πάντα γε μυθήσαιτο καταθνητῶν ἀνθρώπων;
凡是终有一死的人之中,有谁能把这一切说尽呢?
§3.115οὐδʼ εἰ πεντάετές γε καὶ ἑξάετες παραμίμνων §3.116ἐξερέοις ὅσα κεῖθι πάθον κακὰ δῖοι Ἀχαιοί· §3.117πρίν κεν ἀνιηθεὶς σὴν πατρίδα γαῖαν ἵκοιο.
哪怕你在此留步五年或六年,探问高贵的阿开亚人在那里所遭受的所有灾难,在那之前,你就会感到厌烦而返回你的祖国。
§3.118εἰνάετες γάρ σφιν κακὰ ῥάπτομεν ἀμφιέποντες §3.119παντοίοισι δόλοισι, μόγις δʼ ἐτέλεσσε Κρονίων.
因为整整九年里,我们在他们周围,用各种计谋筹划毁灭他们,克罗诺斯之子好不容易才使这一切终结。
§3.120ἔνθʼ οὔ τίς ποτε μῆτιν ὁμοιωθήμεναι ἄντην §3.121ἤθελʼ, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεὺς §3.122παντοίοισι δόλοισι, πατὴρ τεός, εἰ ἐτεόν γε §3.123κείνου ἔκγονός ἐσσι· σέβας μʼ ἔχει εἰσορόωντα.
在那里,绝没有人敢在智谋上与之正面相比,因为高贵的奥德修斯在各种计谋上遥遥领先——他正是你的父亲,如果你的确是他的后代;看着你,我心中充满敬畏。
因为你的言谈的确与他相似,你绝不会想到一个更年轻的人能说出如此相似的话来。
§3.126ἔνθʼ ἦ τοι ἧος μὲν ἐγὼ καὶ δῖος Ὀδυσσεὺς §3.127οὔτε ποτʼ εἰν ἀγορῇ δίχʼ ἐβάζομεν οὔτʼ ἐνὶ βουλῇ, §3.128ἀλλʼ ἕνα θυμὸν ἔχοντε νόῳ καὶ ἐπίφρονι βουλῇ §3.129φραζόμεθʼ Ἀργείοισιν ὅπως ὄχʼ ἄριστα γένοιτο.
在那里,只要我们在那里,我和高贵的奥德修斯无论是在集会上还是在议事会中,都从未有过分歧,而是心意相通,凭借心智与睿智的谋划,共同为阿尔戈斯人出谋划策,使一切都能取得最好的结果。
§3.130αὐτὰρ ἐπεὶ Πριάμοιο πόλιν διεπέρσαμεν αἰπήν, §3.131βῆμεν δʼ ἐν νήεσσι, θεὸς δʼ ἐκέδασσεν Ἀχαιούς, §3.132καὶ τότε δὴ Ζεὺς λυγρὸν ἐνὶ φρεσὶ μήδετο νόστον §3.133Ἀργείοις, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι §3.134πάντες ἔσαν· τῶ σφεων πολέες κακὸν οἶτον ἐπέσπον §3.135μήνιος ἐξ ὀλοῆς γλαυκώπιδος ὀβριμοπάτρης.
然而,当我们摧毁了普里阿摩斯那险峻的城池,登上了船只,神明使阿开亚人星散开来,就在那时,宙斯在心中为阿尔戈斯人策划了悲惨的归途,因为他们并非全都明智,也非全都公正;因此他们中的许多人遭遇了悲惨的命运,这源于那强有力父亲的明眸女儿那毁灭性的愤怒。
§3.136ἥ τʼ ἔριν Ἀτρεΐδῃσι μετʼ ἀμφοτέροισιν ἔθηκε.
她使阿特柔斯的两个儿子之间产生了争执。
§3.137τὼ δὲ καλεσσαμένω ἀγορὴν ἐς πάντας Ἀχαιούς, §3.138μάψ, ἀτὰρ οὐ κατὰ κόσμον, ἐς ἠέλιον καταδύντα, §3.139οἱ ἦλθον οἴνῳ βεβαρηότες υἷες Ἀχαιῶν, §3.140μῦθον μυθείσθην, τοῦ εἵνεκα λαὸν ἄγειραν.
他们召集了全体阿开亚人的集会,却是轻率地、且不合时宜地在日落时分,阿开亚人的儿子们带着满身醉意前来,两人申明了言路,陈述了他们召集民众的原因。
§3.141ἔνθʼ ἤ τοι Μενέλαος ἀνώγει πάντας Ἀχαιοὺς §3.142νόστου μιμνήσκεσθαι ἐπʼ εὐρέα νῶτα θαλάσσης, §3.143οὐδʼ Ἀγαμέμνονι πάμπαν ἑήνδανε· βούλετο γάρ ῥα §3.144λαὸν ἐρυκακέειν ῥέξαι θʼ ἱερὰς ἑκατόμβας, §3.145ὡς τὸν Ἀθηναίης δεινὸν χόλον ἐξακέσαιτο,
在那里,梅内劳斯劝告全体阿开亚人牢记他们要跨越宽阔海背返回家园,但这完全不合阿伽门农的心意;因为他希望留住军队并献上神圣的百头祭,以此来平息雅典娜那可怕的愤怒,