Humanitext Reader

ホメロス · オデュッセイア §3.1-3.73

ピロスへの到着とネストルの歓迎

13 / 173 箇所 · ギリシア語

要旨

テレマコスとアテネはピロスの海岸に到着し、ポセイドンに犠牲を捧げるネストルとその民に出会う。ネストルの息子ペイシストラトスに歓迎された彼らは宴に加わり、食事の後にテレマコスの正体を尋ねられる。

§3.1Ἠέλιος δʼ ἀνόρουσε, λιπὼν περικαλλέα λίμνην, §3.2οὐρανὸν ἐς πολύχαλκον, ἵνʼ ἀθανάτοισι φαείνοι §3.3καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
太陽が極めて美しい湖を去り、立ち上った、青銅の天へと、不死なる神々と実り豊かな大地の上にいる死すべき人間たちを照らすために。
§3.4οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον, §3.5ἷξον·
一方、彼らはネレウスの堅固な都ピュロスへと到着した。
τοὶ δʼ ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, §3.6ταύρους παμμέλανας, ἐνοσίχθονι κυανοχαίτῃ.
人々は海の波打ち際で、神聖な儀式を執り行い、紺碧の髪を持つ、地を揺るがす神に漆黒の牡牛を捧げていた。
§3.7ἐννέα δʼ ἕδραι ἔσαν, πεντακόσιοι δʼ ἐν ἑκάστῃ §3.8ἥατο καὶ προύχοντο ἑκάστοθι ἐννέα ταύρους.
そこには九つの席があり、それぞれに五百人の人々が座人しており、それぞれの席で九頭の牡牛を前に供えていた。
§3.9εὖθʼ οἱ σπλάγχνα πάσαντο, θεῷ δʼ ἐπὶ μηρίʼ ἔκαιον, §3.10οἱ δʼ ἰθὺς κατάγοντο ἰδʼ ἱστία νηὸς ἐίσης §3.11στεῖλαν ἀείραντες, τὴν δʼ ὥρμισαν, ἐκ δʼ ἔβαν αὐτοί·
彼らが内臓を味わい、神のために大腿骨を焼いていたまさにその時、彼らは船を真っ直ぐ着岸させ、釣り合いの取れた船の帆を巻き上げて下ろし、船を係留して、自ら陸に上がった。
§3.12ἐκ δʼ ἄρα Τηλέμαχος νηὸς βαῖνʼ, ἦρχε δʼ Ἀθήνη.
テレマコスも船から降り、アテネが先導した。
§3.13τὸν προτέρη προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
彼に、輝く目の女神アテネがまず語りかけた。
§3.14Τηλέμαχʼ, οὐ μέν σε χρὴ ἔτʼ αἰδοῦς, οὐδʼ ἠβαιόν·
「テレマコスよ、お前はもう、少しも恥じらう必要はない、少しも。
§3.15τοὔνεκα γὰρ καὶ πόντον ἐπέπλως, ὄφρα πύθηαι §3.16πατρός, ὅπου κύθε γαῖα καὶ ὅν τινα πότμον ἐπέσπεν.
というのも、お前が父について、どこの地が父を隠しているのか、どのような運命に出遭ったのかを尋ね知るために、海を渡ってきたのだから。
§3.17ἀλλʼ ἄγε νῦν ἰθὺς κίε Νέστορος ἱπποδάμοιο·
さあ、今すぐ馬を駆るネストルのもとへ真っ直ぐ行きなさい。
§3.18εἴδομεν ἥν τινα μῆτιν ἐνὶ στήθεσσι κέκευθε.
彼が胸の内にいかなる思慮を隠しているか、見てみよう。
§3.19λίσσεσθαι δέ μιν αὐτός, ὅπως νημερτέα εἴπῃ·
彼自身に、真実を語ってくれるよう自ら懇願しなさい。
§3.20ψεῦδος δʼ οὐκ ἐρέει·
彼は偽りを言うことはないだろう。
μάλα γὰρ πεπνυμένος ἐστί.
極めて賢明な人物なのだから。
§3.21τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」これに対して、思慮深いテレマコスが応えて言った。
§3.22Μέντορ, πῶς τʼ ἄρʼ ἴω;
「メントルよ、しかし私はどのようにして行けばよいのか。
πῶς τʼ ἂρ προσπτύξομαι αὐτόν;
どのようにして彼に挨拶すればよいのか。
§3.23οὐδέ τί πω μύθοισι πεπείρημαι πυκινοῖσιν· §3.24αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι.
私はまだ洗練された言葉に全く慣れていないし、若い男が年長者に質問することは、気恥ずかしいことなのだ。
§3.25τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
」これに対して、輝く目の女神アテネが応えて言った。
§3.26Τηλέμαχʼ, ἄλλα μὲν αὐτὸς ἐνὶ φρεσὶ σῇσι νοήσεις, §3.27ἄλλα δὲ καὶ δαίμων ὑποθήσεται·
「テレマコスよ、あることはお前自身が心の中で思いつくだろうし、またあることは神が授けてくれるだろう。
οὐ γὰρ ὀίω §3.28οὔ σε θεῶν ἀέκητι γενέσθαι τε τραφέμεν τε.
私はお前が神々の意志なしに生まれ、育てられたとは思わないのだから。
§3.29ὣς ἄρα φωνήσασʼ ἡγήσατο Παλλὰς Ἀθήνη §3.30καρπαλίμως·
」パラス・アテネはこう語ると、素早く先導した。
ὁ δʼ ἔπειτα μετʼ ἴχνια βαῖνε θεοῖο.
テレマコスは女神の足跡に従って歩んで行った。
§3.31ἷξον δʼ ἐς Πυλίων ἀνδρῶν ἄγυρίν τε καὶ ἕδρας,
彼らはピュロスの人々が集う集会と席へと到着した。
§3.32ἔνθʼ ἄρα Νέστωρ ἧστο σὺν υἱάσιν, ἀμφὶ δʼ ἑταῖροι §3.33δαῖτʼ ἐντυνόμενοι κρέα τʼ ὤπτων ἄλλα τʼ ἔπειρον.
そこでは、ネストルが息子たちと共に座り、その周りでは仲間たちが宴の準備をし、肉を焼き、また別の肉を串に刺していた。
§3.34οἱ δʼ ὡς οὖν ξείνους ἴδον, ἁθρόοι ἦλθον ἅπαντες, §3.35χερσίν τʼ ἠσπάζοντο καὶ ἑδριάασθαι ἄνωγον.
彼らは客人たちを見ると、一斉に集まってきて、手を取って歓迎し、席に座るよう勧めた。
§3.36πρῶτος Νεστορίδης Πεισίστρατος ἐγγύθεν ἐλθὼν §3.37ἀμφοτέρων ἕλε χεῖρα καὶ ἵδρυσεν παρὰ δαιτὶ §3.38κώεσιν ἐν μαλακοῖσιν ἐπὶ ψαμάθοις ἁλίῃσιν §3.39πάρ τε κασιγνήτῳ Θρασυμήδεϊ καὶ πατέρι ᾧ·
まずネストルの息子ペイシストラトスが近くに歩み寄り、二人の手を取り、宴の席へと案内して、海辺の砂の上の、柔らかい羊皮の上に座らせた、兄トラシュメデスと、自分の父の傍らに。
§3.40δῶκε δʼ ἄρα σπλάγχνων μοίρας, ἐν δʼ οἶνον ἔχευεν §3.41χρυσείῳ δέπαϊ·
そして彼は彼らに内臓の分け前を与え、黄金の杯にワインを注ぎ入れた。
δειδισκόμενος δὲ προσηύδα §3.42Παλλάδʼ Ἀθηναίην κούρην Διὸς αἰγιόχοιο·
そして敬意を表して語りかけた、盾を持つゼウスの娘、パラス・アテネに向かって。
§3.43εὔχεο νῦν, ὦ ξεῖνε, Ποσειδάωνι ἄνακτι·
「さあ、客人よ、主ポセイドンに祈りを捧げてくだされ。
§3.44τοῦ γὰρ καὶ δαίτης ἠντήσατε δεῦρο μολόντες.
あなた方がここに来て出遭ったのは、この方の宴なのだから。
§3.45αὐτὰρ ἐπὴν σπείσῃς τε καὶ εὔξεαι, ἣ θέμις ἐστί, §3.46δὸς καὶ τούτῳ ἔπειτα δέπας μελιηδέος οἴνου
そして、掟に従って、あなたが酒を注ぎ祈りを捧げたなら、その後、この方にも蜂蜜のように甘いワインの杯を渡し、酒を注いでもらいなされ。
§3.47σπεῖσαι, ἐπεὶ καὶ τοῦτον ὀίομαι ἀθανάτοισιν §3.48εὔχεσθαι·
この方もまた不死の神々に祈りを捧げるのだと思うから。
πάντες δὲ θεῶν χατέουσʼ ἄνθρωποι.
すべての人間は神々を必要とするのだ。
§3.49ἀλλὰ νεώτερός ἐστιν, ὁμηλικίη δʼ ἐμοὶ αὐτῷ·
しかし、彼は私と同い年で、より若い。
§3.50τοὔνεκα σοὶ προτέρῳ δώσω χρύσειον ἄλεισον.
それゆえ、あなたに先に黄金の杯を差し上げよう。
§3.51ὣς εἰπὼν ἐν χειρὶ τίθει δέπας ἡδέος οἴνου·
」こう言って、彼は甘いワインの入った杯をその手に持たせた。
§3.52χαῖρε δʼ Ἀθηναίη πεπνυμένῳ ἀνδρὶ δικαίῳ, §3.53οὕνεκα οἷ προτέρῃ δῶκε χρύσειον ἄλεισον·
アテネは、この思慮深く正しい男を喜ばしく思った、自分に先に黄金の杯をくれたので。
§3.54αὐτίκα δʼ εὔχετο πολλὰ Ποσειδάωνι ἄνακτι·
そして彼女はすぐに、主ポセイドンに熱心に祈りを捧げた。
§3.55κλῦθι, Ποσείδαον γαιήοχε, μηδὲ μεγήρῃς
「聞いてください、地を揺るがすポセイドンよ。
§3.56ἡμῖν εὐχομένοισι τελευτῆσαι τάδε ἔργα.
祈る私たちに、これらのことを成し遂げさせてくださることを、惜しまないでください。
§3.57Νέστορι μὲν πρώτιστα καὶ υἱάσι κῦδος ὄπαζε,
まずネストルと息子たちに栄光をお与えください。
§3.58αὐτὰρ ἔπειτʼ ἄλλοισι δίδου χαρίεσσαν ἀμοιβὴν §3.59σύμπασιν Πυλίοισιν ἀγακλειτῆς ἑκατόμβης.
そして次に、他のすべてのピュロス人たちに、この輝かしい百頭犠牲に対する、快い報いをお与えください。
§3.60δὸς δʼ ἔτι Τηλέμαχον καὶ ἐμὲ πρήξαντα νέεσθαι, §3.61οὕνεκα δεῦρʼ ἱκόμεσθα θοῇ σὺν νηὶ μελαίνῃ.
さらに、テレマコスと私に、目的を遂げて帰還させてください、私たちが素早い黒い船でここに来た目的を。
§3.62ὣς ἄρʼ ἔπειτʼ ἠρᾶτο καὶ αὐτὴ πάντα τελεύτα.
」彼女はこう祈り、そして自らすべてを成就させた。
§3.63δῶκε δὲ Τηλεμάχῳ καλὸν δέπας ἀμφικύπελλον·
接着、彼女はテレマコスに美しい両持ち手の杯を手渡した。
§3.64ὣς δʼ αὔτως ἠρᾶτο Ὀδυσσῆος φίλος υἱός.
オデュッセウスの愛する息子もまた、全く同じように祈りを捧げた。
§3.65οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, §3.66μοίρας δασσάμενοι δαίνυντʼ ἐρικυδέα δαῖτα.
彼らは肉の外側を焼き、串から引き抜き、分配して、輝かしい宴を楽しんだ。
§3.67αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §3.68τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ·
しかし彼らが飲み食いへの欲求を静めると、ゲレニアの騎士ネストルが彼らに語りかけ始めた。
§3.69νῦν δὴ κάλλιόν ἐστι μεταλλῆσαι καὶ ἐρέσθαι §3.70ξείνους, οἱ τινές εἰσιν, ἐπεὶ τάρπησαν ἐδωδῆς.
「今こそ、客人たちが食べ物を楽しんだ後であるから、彼らが誰であるかを尋ね、問いかけるのがよりふさわしい。
§3.71ὦ ξεῖνοι, τίνες ἐστέ;
客人たちよ、あなた方は誰ですか。
πόθεν πλεῖθʼ ὑγρὰ κέλευθα;
どこから湿った航路を渡ってきたのですか。
§3.72ἤ τι κατὰ πρῆξιν ἦ μαψιδίως ἀλάλησθε §3.73οἷά τε ληιστῆρες ὑπεὶρ ἅλα, τοί τʼ ἀλόωνται
何か交易の目的があってのことですか、それとも海賊のように、海の上を目的もなく彷徨っているのですか、彼らは...」

語釈・文法注

  1. 3.1περικαλλέα λίμνην — 「極めて美しい湖(池)」の意。ホメロス詩において `λίμνη` は内海や海の広がりを指す比喩として用いられることがあり、ここでは太陽がその下から昇る東の海原を意味する。
  2. 3.14αἰδοῦς — 非人称動詞 `χρή` (〜が必要である)の補語となる属格(「恥ずかしさ」)。直訳は「お前にとって恥ずかしさはもはや必要ない」。
  3. 3.19λίσσεσθαι — 命令の意味で用いられる不定詞(命令的不定詞)。主語となるべき代名詞 `αὐτός` が主格で置かれている。
  4. 3.24αἰδὼς δʼ αὖ νέον ἄνδρα γεραίτερον ἐξερέεσθαι — `ἐξερέεσθαι` (質問すること、不定詞)の対格主語が `νέον ἄνδρα` (若い男)であり、`γεραίτερον` (年長者を)はその目的語。全体で「若い男が年長者に質問することは恥(気が引けること)である」という主語節をなす。
  5. 3.28οὐ γὰρ ὀίω / οὔ σε — ギリシア語における多重否定の規則。文頭に全体否定の `οὐ` があり、その後に単純否定の `οὔ` が続くことで、否定が相殺されるのではなく、むしろ否定の意味が強調される(「決して〜とは思わない」)。

この箇所を引用する

ホメロス, オデュッセイア §3.1-3.73. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:3.1-3.73

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。