Humanitext Reader

荷马 · 奥德赛 §3.429-3.497

向雅典娜献祭与启程前往斯巴达

第 19 段,共 173 段 · 希腊语

内容简介

涅斯托尔家族向雅典娜女神献祭一头双角镀金的牝牛,并举行了庄严的祭祀与宴会。随后,忒勒马科斯在涅斯托尔之子避西斯特拉托斯的陪同下乘战车出发前往斯巴达。

§3.429ἕδρας τε ξύλα τʼ ἀμφὶ καὶ ἀγλαὸν οἰσέμεν ὕδωρ.
“还要在周围摆好石座,准备好木柴和洁净的清水。
§3.430ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐποίπνυον.
” 他这样说,众人便都忙碌起来。
ἦλθε μὲν ἂρ βοῦς §3.431ἐκ πεδίου, ἦλθον δὲ θοῆς παρὰ νηὸς ἐίσης §3.432Τηλεμάχου ἕταροι μεγαλήτορος, ἦλθε δὲ χαλκεὺς §3.433ὅπλʼ ἐν χερσὶν ἔχων χαλκήια, πείρατα τέχνης, §3.434ἄκμονά τε σφῦραν τʼ ἐυποίητόν τε πυράγρην, §3.435οἷσίν τε χρυσὸν εἰργάζετο· ἦλθε δʼ Ἀθήνη §3.436ἱρῶν ἀντιόωσα.
随后,一头牝牛从平原牵来,从气宇轩昂的忒勒马科斯的轻快且均整的黑色船只旁,他的战友们也来到了;铜匠也来了,他手里拿着青铜工具,那是他的手艺工具,铁砧、铁锤和制作精良的钳子,他就是用这些来加工黄金的;雅典娜也降临了,来接受祭祀。
γέρων δʼ ἱππηλάτα Νέστωρ §3.437χρυσὸν ἔδωχʼ· ὁ δʼ ἔπειτα βοὸς κέρασιν περίχευεν §3.438ἀσκήσας, ἵνʼ ἄγαλμα θεὰ κεχάροιτο ἰδοῦσα.
老骑士涅斯托尔递上黄金;铜匠随后将其包在牝牛的双角上,精细地装饰,好让女神看到这件装饰品时心生欢喜。
§3.439βοῦν δʼ ἀγέτην κεράων Στρατίος καὶ δῖος Ἐχέφρων.
斯特拉提奥斯和神圣的埃克弗龙拉着牛角把牛牵来。
§3.440χέρνιβα δέ σφʼ Ἄρητος ἐν ἀνθεμόεντι λέβητι §3.441ἤλυθεν ἐκ θαλάμοιο φέρων, ἑτέρῃ δʼ ἔχεν οὐλὰς §3.442ἐν κανέῳ πέλεκυν δὲ μενεπτόλεμος Θρασυμήδης §3.443ὀξὺν ἔχων ἐν χειρὶ παρίστατο βοῦν ἐπικόψων.
阿雷托斯从内室里走出来,用一个雕着花纹的盆子为他们端着洗手水,另一手拿着盛在篮子里的大麦粒;坚守战场的塞拉叙墨得斯手里拿着锋利的斧子,站在一旁准备宰杀牝牛。
§3.444Περσεὺς δʼ ἀμνίον εἶχε· γέρων δʼ ἱππηλάτα Νέστωρ §3.445χέρνιβά τʼ οὐλοχύτας τε κατήρχετο, πολλὰ δʼ Ἀθήνῃ §3.446εὔχετʼ ἀπαρχόμενος, κεφαλῆς τρίχας ἐν πυρὶ βάλλων.
珀耳修斯端着接血的器皿;老骑士涅斯托尔以洗手水和大麦粒开始了祭仪,并向雅典娜虔诚地祈祷,剪下牛额上的毛投入火中作为初献。
§3.447αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο, §3.448αὐτίκα Νέστορος υἱὸς ὑπέρθυμος Θρασυμήδης §3.449ἤλασεν ἄγχι στάς· πέλεκυς δʼ ἀπέκοψε τένοντας §3.450αὐχενίους, λῦσεν δὲ βοὸς μένος.
当他们祈祷完毕并撒下大麦粒后,涅斯托尔那气宇轩昂的儿子塞拉叙墨得斯立刻走近并挥斧砍去;斧头砍断了颈部的肌腱,使牝牛瘫倒在地。
αἱ δʼ ὀλόλυξαν §3.451θυγατέρες τε νυοί τε καὶ αἰδοίη παράκοιτις §3.452Νέστορος, Εὐρυδίκη, πρέσβα Κλυμένοιο θυγατρῶν.
女人们便发出大声的呼喊,她们是涅斯托尔的女儿们、儿媳们和令人敬重的妻子欧律狄刻,克吕墨诺斯诸女中居长的一位。
§3.453οἱ μὲν ἔπειτʼ ἀνελόντες ἀπὸ χθονὸς εὐρυοδείης §3.454ἔσχον· ἀτὰρ σφάξεν Πεισίστρατος, ὄρχαμος ἀνδρῶν.
随后,他们把牛从宽阔的大地上抬起,将它扶住;人中豪杰避西斯特拉托斯随即将牛宰杀。
§3.455τῆς δʼ ἐπεὶ ἐκ μέλαν αἷμα ῥύη, λίπε δʼ ὀστέα θυμός, §3.456αἶψʼ ἄρα μιν διέχευαν, ἄφαρ δʼ ἐκ μηρία τάμνον §3.457πάντα κατὰ μοῖραν, κατά τε κνίσῃ ἐκάλυψαν §3.458δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
当黑色的血液流尽,生命离开骨骼时,他们立刻将牛肢解,随即割下大腿骨,一切都遵循规程,用双层的脂油包裹好,并在上面放上生肉。
§3.459καῖε δʼ ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δʼ αἴθοπα οἶνον §3.460λεῖβε· νέοι δὲ παρʼ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
老人将这些在劈开的木柴上焚烧,并浇上闪光的红酒;年轻人们站在他的身旁,手里拿着五齿叉。
§3.461αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο, §3.462μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν, §3.463ὤπτων δʼ ἀκροπόρους ὀβελοὺς ἐν χερσὶν ἔχοντες.
当大腿骨烧尽,他们尝了内脏之后,就把其余的肉切成小块,穿在签子上,手里拿着尖头的签子,在火上烘烤。
§3.464τόφρα δὲ Τηλέμαχον λοῦσεν καλὴ Πολυκάστη, §3.465Νέστορος ὁπλοτάτη θυγάτηρ Νηληϊάδαο.
这时,美丽的波吕卡斯忒为忒勒马科斯沐浴,她是涅琉斯之子涅斯托尔最年轻的女儿。
§3.466αὐτὰρ ἐπεὶ λοῦσέν τε καὶ ἔχρισεν λίπʼ ἐλαίῳ, §3.467ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα, §3.468ἔκ ῥʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος· §3.469πὰρ δʼ ὅ γε Νέστορʼ ἰὼν κατʼ ἄρʼ ἕζετο, ποιμένα λαῶν.
当她为他沐浴并涂上晶莹的橄榄油后,又给他披上一件美丽的斗篷和一件内衣,他便从浴盆中走出,身材容貌犹如不朽的神明;他走去坐在涅斯托尔——人民的牧者身旁。
§3.470οἱ δʼ ἐπεὶ ὤπτησαν κρέʼ ὑπέρτερα καὶ ἐρύσαντο, §3.471δαίνυνθʼ ἑζόμενοι· ἐπὶ δʼ ἀνέρες ἐσθλοὶ ὄροντο §3.472οἶνον οἰνοχοεῦντες ἐνὶ χρυσέοις δεπάεσσιν.
当他们烤好了上面的肉并将其从签子上取下后,便坐下来宴饮;高贵的人们站起来侍候,用金杯为他们斟满红酒。
§3.473αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο, §3.474τοῖσι δὲ μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ· §3.475παῖδες ἐμοί, ἄγε Τηλεμάχῳ καλλίτριχας ἵππους §3.476ζεύξαθʼ ὑφʼ ἅρματʼ ἄγοντες, ἵνα πρήσσῃσιν ὁδοῖο.
当他们满足了对饮食的渴望后,盖勒尼亚骑士涅斯托尔对他们开口说道: “我的孩子们,快去为忒勒马科斯把毛色美丽的骏马套在战车上,带他启程,以便他能疾驰上路。
§3.477ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο, §3.478καρπαλίμως δʼ ἔζευξαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους.
” 他这样说,他们大为顺从并听从了,迅速将骏马套在战车上。
§3.479ἐν δὲ γυνὴ ταμίη σῖτον καὶ οἶνον ἔθηκεν §3.480ὄψα τε, οἷα ἔδουσι διοτρεφέες βασιλῆες.
女管家在车里放上了面包和红酒,以及宙斯抚育的国王们所享用的美味佳肴。
§3.481ἂν δʼ ἄρα Τηλέμαχος περικαλλέα βήσετο δίφρον· §3.482πὰρ δʼ ἄρα Νεστορίδης Πεισίστρατος, ὄρχαμος ἀνδρῶν, §3.483ἐς δίφρον τʼ ἀνέβαινε καὶ ἡνία λάζετο χερσί, §3.484μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην §3.485ἐς πεδίον, λιπέτην δὲ Πύλου αἰπὺ πτολίεθρον.
忒勒马科斯随即登上了极为华丽的战车;在他身旁,涅斯托尔之子避西斯特拉托斯,人中的豪杰,也登上战车,用手拉住缰绳,挥鞭赶马,两匹马毫不迟疑地飞奔起来,奔向平原,离开了地势险要的城市皮洛斯。
§3.486οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
他们整天奔波,马颈两旁摇晃着马轭。
§3.487δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί, §3.488ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, §3.489υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
夕阳西下,街巷皆暗,他们来到了斐赖,到了迪奥克勒斯的府邸,他是奥耳提罗科斯的儿子,阿尔斐俄斯所生的子嗣。
§3.490ἔνθα δὲ νύκτʼ ἄεσαν, ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
他们在那里歇宿一夜,主人向他们献上了客礼。
§3.491ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §3.492ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον· §3.493ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου· §3.494μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἀέκοντε πετέσθην.
当初升的、玫瑰色手指的黎明现身之时,他们便套上马,登上了装饰精美的战车;他们驱车出了前门和回声响亮的廊下;他挥鞭赶马,两匹马毫不迟疑地飞奔起来。
§3.495ἷξον δʼ ἐς πεδίον πυρηφόρον, ἔνθα δʼ ἔπειτα §3.496ἦνον ὁδόν· τοῖον γὰρ ὑπέκφερον ὠκέες ἵπποι.
他们来到了产麦的平原,随后在那儿走完了旅程;因为骏马如此飞快地带着他们前进。
§3.497δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί.
夕阳西下,街巷皆暗。

词汇与语法注释

  1. 3.429οἰσέμεν — 未来(或不定过去时)史诗不定式。此处用作命令不定式,取决于第427行的动词 εἴπατε(去吩咐),表示“(吩咐他们)带上”。
  2. 3.438κεχάροιτο — 动词 χαίρω 的重叠不定过去时中动语气单数第三人称希求法。用在由 ἵνα 引导的目的从句中,因主句动词 περίχευεν 为过去时(未完成过去时),故遵循历史时态后的希求法规则。
  3. 3.445κατήρχετο — 动词 κατάρχομαι(开始祭仪)的单数第三人称未完成过去时。它直接支配宾格的 χέρνιβά τʼ οὐλοχύτας τε,表示“用洗手水和大麦粒开始了(祭仪)”。

引用这一段

荷马, 奥德赛 §3.429-3.497. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:3.429-3.497

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。