Humanitext Reader

ホメロス · オデュッセイア §3.218-3.288

アガメムノンの非業の死とアイギストスの奸計

16 / 173 箇所 · ギリシア語

要旨

テレマコスとネストル、そしてメントルに化けたアテネが神の加護と帰郷について語り合う。ネストルはアガメムノンの非惨な死をもたらしたアイギストスの奸計と、メネラオスの帰路の遅延について話し始める。

§3.218εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη, §3.219ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο §3.220δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί— §3.221οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας, §3.222ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη— §3.223εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ, §3.224τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
「もしも、輝く瞳のアテネが、あの当時トロイアの地で私たちアカイア人が苦難に耐えていた時に、誉れ高いオデュッセウスを深く気遣われたように、お前をそのように愛そうとされるならば―― そここそ、私たちアカイア人が苦難を被っていた場所だが―― まことに、パラス・アテネがあの方の傍らにあからさまに立たれたように、神々があからさまに愛されるのを私はまだ見たことがないが―― もしも女神がお前をそのように愛し、心から気遣おうとされるならば、その時には彼ら(求婚者)の誰もが結婚のことなど忘れてしまうだろうに。
§3.225τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」これに対して、思慮深いテレマコスが応えて言った。
§3.226ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω·
「長老よ、私はこの言葉が実現するとは到底思いません。
§3.227λίην γὰρ μέγα εἶπες·
あまりにも大きなことをおっしゃいました。
ἄγη μʼ ἔχει.
私はただ驚くばかりです。
οὐκ ἂν ἐμοί γε §3.228ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.
私にとっては、たとえそれを望んでいたとしても、またたとえ神々がそのように望まれても、そのようなことは起こり得ないでしょう。
§3.229τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη·
」これに対して、輝く瞳の女神アテネが再び語りかけた。
§3.230Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
「テレマコスよ、何という言葉がお前の歯の垣根から漏れ出たのか。
§3.231ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
神が望まれるなら、遠く離れた場所からでも容易に人間を救うことができるのだ。
§3.232βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας §3.233οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι,
私は、多くの苦難に耐え忍んででも、わが家に帰り着き、帰郷の日を見ることを望む。
§3.234ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων
帰還した後に、自分の炉端で滅び去るよりは。
§3.235ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
アガメムノンがアイギストスの奸計と、己の妻の手によって滅ぼされたように。
§3.236ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ §3.237καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ §3.238μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
しかし、万人にとって避けがたい死ばかりは、神々であっても、愛する人間のためにさえ遠ざけることはできないのだ、まさに長く横たえる死の破滅的な運命が、その者をとらえる時には。
§3.239τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」これに対して、思慮深いテレマコスが応えて言った。
§3.240Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ·
「メントルよ、私たちは心痛めながらも、もはやこのことを語るのはやめましょう。
§3.241κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη §3.242φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
あの方にはもはや確実な帰還はなく、すでに彼のために不死なる神々が死と黒い死の運命を用意されたのです。
§3.243νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι
今は、私は別のことを尋ね、問いたいと思います、ネストルに。
§3.244Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων·
あの方は他の誰よりも正義と知恵をわきまえておられるからです。
§3.245τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν·
実に、あの方は三世代にわたる人間を統治してこられたと言われています。
§3.246ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
ですから私には、あの方を見ていると不死の神のように思われるのです。
§3.247ὦ Νέστορ Νηληϊάδη, σὺ δʼ ἀληθὲς ἐνίσπες·
ネレウスの子ネストルよ、どうか真実を語ってください。
§3.248πῶς ἔθανʼ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων;
広く支配するアトレウスの子アガメムノンは、いかにして亡くなったのですか。
§3.249ποῦ Μενέλαος ἔην;
メネラオスはどこにいたのですか。
τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον §3.250Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;
奸計に満ちたアイギストスは、いかなる破滅をあの方に企てたのですか、自分よりはるかに優れた人物を殺したというのに。
§3.251ἦ οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ, ἀλλά πῃ ἄλλῃ §3.252πλάζετʼ ἐπʼ ἀνθρώπους, ὁ δὲ θαρσήσας κατέπεφνε;
彼はアカイアのアルゴスにはおらず、どこか別の場所を人々の間をさまよっていたので、あの男(アイギストス)は思い上がって彼を殺したのですか。
§3.253τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·
」これに対して、ゲレニアの騎士ネストルが応えて言った。
§3.254τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
「それでは、我が子よ、お前にすべての真実を語ろう。
§3.255ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη, §3.256εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν §3.257Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος·
実際、お前自身もどのように事態が起こったか想像がつくだろう、もしもトロイアから帰還したアトレウスの子、金髪のメネラオスが、館の中でアイギストスを生きたまま見つけていたならば。
§3.258τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν,
そうであったなら、彼が死んでも人々は土を盛り上げて葬ることすらしなかっただろう。
§3.259ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν §3.260κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν
それどころか、犬や鳥たちが彼の肉を貪り食っただろう、都から遠く離れた平野に横たわる彼の遺体を。
§3.261κλαῦσεν Ἀχαιιάδων·
アカイアの女たちのうち誰一人として彼のために涙を流さなかっただろう。
μάλα γὰρ μέγα μήσατο ἔργον.
実に彼はあまりにも恐るべき悪事を企てたのだから。
§3.262ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους §3.263ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο §3.264πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.
私たちはあちら(トロイア)の地で、多くの試練を果たしながら留まっていたが、彼は馬の群れるアルゴスの奥深くで、心穏やかに、言葉を尽くしてアガメムノンの妻をたぶらかし続けていたのだ。
§3.265ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς §3.266δῖα Κλυταιμνήστρη·
確かに彼女は、最初は洗練されない不名誉な行いを拒んでいた、気高いクリュタイムネストラは。
φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι·
彼女は優れた良識を備えていたからである。
§3.267πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν §3.268Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
また、彼女の傍らには歌手である男がおり、アトレウスの子はトロイアへ旅立つ際、妻を見守るよう彼に厳しく命じていたのだ。
§3.269ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι, §3.270δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην §3.271κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι,
しかし、神々の運命が彼女を屈服させるよう縛りつけた時、まさにその時、あの男(アイギストス)は歌手を無人の島へと連れて行き、鳥たちの餌食となり獲物となるよう置き去りにした。
§3.272τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
そして、自ら望むままに、望む彼女を己の館へと連れ帰ったのだ。
§3.273πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς, §3.274πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε, §3.275ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.
彼は神々の神聖な祭壇の上で多くの太腿の骨を焼き、多くの捧げ物、織物や黄金を飾り立てた、心の中で一度も成し遂げられるとは思っていなかった大いなる悪行を完遂した後に。
§3.276ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες, §3.277Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν·
というのも、私たちはトロイアから共に船を走らせていたのだ、アトレウスの子と私は、互いに親しい思いを抱きながら。
§3.278ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων, §3.279ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων §3.280οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε,
しかし私たちが、アテナイの突端である神聖なスニオン岬に到着した時、そこでホイボス・アポロンが、その穏やかな矢をもってメネラオスの舵手を襲い、命を奪われた。
§3.281πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα, §3.282Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων §3.283νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
彼は走る船の舵をその手に握っていた、オネトルのお抱えの息子フロンティスであり、嵐が吹き荒れる時にも船を操ることにおいて人間の諸族の中で群を抜いて優れていた男だ。
§3.284ὣς ὁ μὲν ἔνθα κατέσχετʼ, ἐπειγόμενός περ ὁδοῖο, §3.285ὄφρʼ ἕταρον θάπτοι καὶ ἐπὶ κτέρεα κτερίσειεν.
このようにして、彼は旅を急いでいたにもかかわらず、その場に引き止められた、戦友を葬り、葬儀の儀礼を執り行うために。
§3.286ἀλλʼ ὅτε δὴ καὶ κεῖνος ἰὼν ἐπὶ οἴνοπα πόντον §3.287ἐν νηυσὶ γλαφυρῇσι Μαλειάων ὄρος αἰπὺ §3.288ἷξε θέων, τότε δὴ στυγερὴν ὁδὸν εὐρύοπα Ζεὺς
しかし、あの方(メネラオス)もまた、深い船に乗って葡萄酒色の海を進み、走りながらマレイアの険しい山へと差し掛かったその時、まさに広く見渡すゼウスが、忌まわしい旅路を――

語釈・文法注

  1. 3.218εἰ γάρ σʼ ὣς ἐθέλοι — 願望の小辞 εἰ γάρ を伴う希求法が、§3.224(τῶ κέν... ἐκλελάθοιτο)を帰結とする条件節( protasis )として機能している。ここでは実現の可能性が低いとされる「潜在的仮定(未来潜在)」を示している。
  2. 3.227οὐκ ἂν ἐμοί γε ἐλπομένῳ τὰ γένοιτʼ — 分詞 ἐλπομένῳ は、文法的には関与・判断の与格( dative of interest / reference )であり、「望んでいる私にとって」という意味を表す。可能性を表す希求法( ἂν γένοιτο )と合わさり、「たとえ私が望んでいたとしても、私にはそのようなことは起こらないだろう」となる。
  3. 3.231ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι — 希求法 σαώσαι が小辞 ἄν や κεν なしで用いられている。ホメロスの語彙では、一般的・普遍的な可能性(「〜し得る」)を表す際に、このように単独の希求法が使われることがある。
  4. 3.255ὥς κεν ἐτύχθη, εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν — 過去における反実仮想(不成立条件)。条件節には εἰ + 直説法過去( ἔτετμεν )が用いられ、帰結節には κεν + 直説法過去( ἐτύχθη )が用いられており、過去における事実に反する仮定を表している(§3.258 の τῶ κέ... ἔχευαν も同様)。

この箇所を引用する

ホメロス, オデュッセイア §3.218-3.288. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:3.218-3.288

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。