§3.218εἰ γάρ σʼ ὣς ἐθέλοι φιλέειν γλαυκῶπις Ἀθήνη, §3.219ὡς τότʼ Ὀδυσσῆος περικήδετο κυδαλίμοιο §3.220δήμῳ ἔνι Τρώων, ὅθι πάσχομεν ἄλγεʼ Ἀχαιοί— §3.221οὐ γάρ πω ἴδον ὧδε θεοὺς ἀναφανδὰ φιλεῦντας, §3.222ὡς κείνῳ ἀναφανδὰ παρίστατο Παλλὰς Ἀθήνη— §3.223εἴ σʼ οὕτως ἐθέλοι φιλέειν κήδοιτό τε θυμῷ, §3.224τῶ κέν τις κείνων γε καὶ ἐκλελάθοιτο γάμοιο.
“因为,如果蓝眼睛的雅典娜愿意这样爱你,就像她当年在特洛伊人的土地上、在光荣的奥德修斯身边那样关怀他—— 也就是我们阿开亚人遭受苦难的地方—— 因为我从未见过神明如此公开地示爱,如同帕拉斯·雅典娜公开地站在他身边那样—— 如果她愿意这样爱你并在心中关怀你,那么他们中的某些人肯定会连婚事都忘得一干二净。
§3.225τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §3.226ὦ γέρον, οὔ πω τοῦτο ἔπος τελέεσθαι ὀίω· §3.227λίην γὰρ μέγα εἶπες·
” 对此,聪慧的忒勒马科斯回答他: “长老啊,我并不认为这句话会实现;因为您说得太过了;我心中充满了惊诧。
ἄγη μʼ ἔχει. οὐκ ἂν ἐμοί γε §3.228ἐλπομένῳ τὰ γένοιτʼ, οὐδʼ εἰ θεοὶ ὣς ἐθέλοιεν.
对我而言,即使我满怀期盼,即使神明也这样情愿,这些事也绝不会发生。
§3.229τὸν δʼ αὖτε προσέειπε θεά, γλαυκῶπις Ἀθήνη· §3.230Τηλέμαχε, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων.
” 对此,蓝眼睛的女神雅典娜再次对他说: “忒勒马科斯啊,什么话竟溜出了你的牙齿防线!
§3.231ῥεῖα θεός γʼ ἐθέλων καὶ τηλόθεν ἄνδρα σαώσαι.
神若愿意,即使从遥远的地方也容易拯救人类。
§3.232βουλοίμην δʼ ἂν ἐγώ γε καὶ ἄλγεα πολλὰ μογήσας §3.233οἴκαδέ τʼ ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι, §3.234ἢ ἐλθὼν ἀπολέσθαι ἐφέστιος, ὡς Ἀγαμέμνων §3.235ὤλεθʼ ὑπʼ Αἰγίσθοιο δόλῳ καὶ ἧς ἀλόχοιο.
而我宁愿在遭受了许多苦难之后,能够回到家中并看到重返故土的那一天,也不愿在归来后死于自己的炉边,如同阿伽门农死于埃癸斯托斯的阴谋和自己妻子的手下那样。
§3.236ἀλλʼ ἦ τοι θάνατον μὲν ὁμοίιον οὐδὲ θεοί περ §3.237καὶ φίλῳ ἀνδρὶ δύνανται ἀλαλκέμεν, ὁππότε κεν δὴ §3.238μοῖρʼ ὀλοὴ καθέλῃσι τανηλεγέος θανάτοιο.
然而,众生皆不可避免的死亡,即使是神明,也无法为他们所爱的人挡开,当那令人长眠的毁灭性死亡命运降临在他身上之时。
§3.239τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §3.240Μέντορ, μηκέτι ταῦτα λεγώμεθα κηδόμενοί περ· §3.241κείνῳ δʼ οὐκέτι νόστος ἐτήτυμος, ἀλλά οἱ ἤδη §3.242φράσσαντʼ ἀθάνατοι θάνατον καὶ κῆρα μέλαιναν.
” 对此,聪慧的忒勒马科斯回答她: “门托尔啊,尽管我们心中悲伤,但还是不要再谈论这些了吧;对他来说已经没有真正的归途,神明已经为他谋划了死亡和黑暗的毁灭命运。
§3.243νῦν δʼ ἐθέλω ἔπος ἄλλο μεταλλῆσαι καὶ ἐρέσθαι §3.244Νέστορʼ, ἐπεὶ περὶ οἶδε δίκας ἠδὲ φρόνιν ἄλλων· §3.245τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένεʼ ἀνδρῶν· §3.246ὥς τέ μοι ἀθάνατος ἰνδάλλεται εἰσοράασθαι.
现在我希望向涅斯托尔询问和打听另一件事,因为他比任何人都更懂得正义和睿智;因为人们说他已经统治了三代人的时间;因此在我的眼里,他看起来就像一位长生不老的神明。
涅琉斯之子涅斯托尔啊,请你告诉我真相:宽宏统治的阿特柔斯之子阿伽门农是如何死去的?
§3.249ποῦ Μενέλαος ἔην;
梅内劳斯在哪里?
τίνα δʼ αὐτῷ μήσατʼ ὄλεθρον §3.250Αἴγισθος δολόμητις, ἐπεὶ κτάνε πολλὸν ἀρείω;
诡计多端的埃癸斯托斯为他策划了怎样的毁灭,竟然杀害了一个比他优秀得多的人?
难道他不在阿开亚人的阿耳戈斯,而是流落到别的人族地方,那人才胆敢将他杀害吗?
§3.253τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· §3.254τοιγὰρ ἐγώ τοι, τέκνον, ἀληθέα πάντʼ ἀγορεύσω.
” 格雷尼亚的骑士涅斯托尔接着回答他: “那么,孩子,我将向你诉说全部的实情。
§3.255ἦ τοι μὲν τάδε καὐτὸς ὀίεαι, ὥς κεν ἐτύχθη, §3.256εἰ ζωόν γʼ Αἴγισθον ἐνὶ μεγάροισιν ἔτετμεν §3.257Ἀτρεΐδης Τροίηθεν ἰών, ξανθὸς Μενέλαος· §3.258τῶ κέ οἱ οὐδὲ θανόντι χυτὴν ἐπὶ γαῖαν ἔχευαν, §3.259ἀλλʼ ἄρα τόν γε κύνες τε καὶ οἰωνοὶ κατέδαψαν §3.260κείμενον ἐν πεδίῳ ἑκὰς ἄστεος, οὐδέ κέ τίς μιν §3.261κλαῦσεν Ἀχαιιάδων· μάλα γὰρ μέγα μήσατο ἔργον.
实际上你也能想到,这事本会如何发生,如果在特洛伊归来的阿特柔斯之子、金发的梅内劳斯在殿堂里遇到了还活着的埃癸斯托斯;那么即使那人死了,人们也不会为他堆起封土,反倒会有狗和飞禽将他分食,任其躺在远离城市的平野上,也没有任何阿开亚妇女会为他哭泣;因为他犯下了极其深重的罪行。
§3.262ἡμεῖς μὲν γὰρ κεῖθι πολέας τελέοντες ἀέθλους §3.263ἥμεθʼ· ὁ δʼ εὔκηλος μυχῷ Ἄργεος ἱπποβότοιο §3.264πόλλʼ Ἀγαμεμνονέην ἄλοχον θέλγεσκʼ ἐπέεσσιν.
因为当我们在那里(特洛伊)经受无数重考验、坚守原地时,他却在养马的阿耳戈斯腹地悠闲自得,用甜言蜜语百般诱惑阿伽门农的妻子。
§3.265ἡ δʼ ἦ τοι τὸ πρὶν μὲν ἀναίνετο ἔργον ἀεικὲς §3.266δῖα Κλυταιμνήστρη· φρεσὶ γὰρ κέχρητʼ ἀγαθῇσι· §3.267πὰρ δʼ ἄρʼ ἔην καὶ ἀοιδὸς ἀνήρ, ᾧ πόλλʼ ἐπέτελλεν §3.268Ἀτρεΐδης Τροίηνδε κιὼν εἴρυσθαι ἄκοιτιν.
确实,起初她拒绝了这件不体面的恶事,高贵的克吕泰涅斯特拉,因为她本怀有善良的理智;而在她身边还有一位歌手,阿特柔斯之子在前往特洛伊时曾极力叮嘱他要守护好妻子。
§3.269ἀλλʼ ὅτε δή μιν μοῖρα θεῶν ἐπέδησε δαμῆναι, §3.270δὴ τότε τὸν μὲν ἀοιδὸν ἄγων ἐς νῆσον ἐρήμην §3.271κάλλιπεν οἰωνοῖσιν ἕλωρ καὶ κύρμα γενέσθαι, §3.272τὴν δʼ ἐθέλων ἐθέλουσαν ἀνήγαγεν ὅνδε δόμονδε.
但当神明的命运将她束缚、使其屈服之时,就在那时,那人(埃癸斯托斯)将歌手带到了一座荒岛,留他在那里成为飞鸟的食饵和猎物,而他自己则带着两情相悦的她回到了自己的府邸。
§3.273πολλὰ δὲ μηρίʼ ἔκηε θεῶν ἱεροῖς ἐπὶ βωμοῖς, §3.274πολλὰ δʼ ἀγάλματʼ ἀνῆψεν, ὑφάσματά τε χρυσόν τε, §3.275ἐκτελέσας μέγα ἔργον, ὃ οὔ ποτε ἔλπετο θυμῷ.
他在神明神圣的祭坛上烧毁了许多大腿骨,挂起了许多祭品,有织物和黄金,因为他完成了这件在他心中从未奢望能实现的滔天恶行。
§3.276ἡμεῖς μὲν γὰρ ἅμα πλέομεν Τροίηθεν ἰόντες, §3.277Ἀτρεΐδης καὶ ἐγώ, φίλα εἰδότες ἀλλήλοισιν· §3.278ἀλλʼ ὅτε Σούνιον ἱρὸν ἀφικόμεθʼ, ἄκρον Ἀθηνέων, §3.279ἔνθα κυβερνήτην Μενελάου Φοῖβος Ἀπόλλων §3.280οἷς ἀγανοῖς βελέεσσιν ἐποιχόμενος κατέπεφνε, §3.281πηδάλιον μετὰ χερσὶ θεούσης νηὸς ἔχοντα, §3.282Φρόντιν Ὀνητορίδην, ὃς ἐκαίνυτο φῦλʼ ἀνθρώπων §3.283νῆα κυβερνῆσαι, ὁπότε σπέρχοιεν ἄελλαι.
因为我们是一同从特洛伊乘船返回的,阿特柔斯之子和我,彼此怀着深厚的情谊;但当我们抵达神圣的苏尼翁,也就是雅典的岬角时,在那里,福玻斯·阿波罗用他那温和的箭矢,袭杀了梅内劳斯的掌舵手,当时他正用双手握着飞驰船只的舵柄,那是奥内托尔之子弗龙蒂斯,他在暴风雨肆虐时驾驭船只的本领在人类诸族中无人能及。