Humanitext Reader

荷马 · 奥德赛 §3.146-3.217

希腊联军的分裂与归途见闻

第 15 段,共 173 段 · 希腊语

内容简介

涅斯托尔讲述了特洛伊沦陷后,由于阿伽门农与梅内劳斯的分歧,阿开亚军队分裂并各自踏上不同的归途。忒勒马科斯听后,对自己在求婚者逼迫下的处境感到叹息,并渴望能拥有像俄瑞斯忒斯那样为父报仇的力量。

§3.146νήπιος, οὐδὲ τὸ ᾔδη, ὃ οὐ πείσεσθαι ἔμελλεν· §3.147οὐ γάρ τʼ αἶψα θεῶν τρέπεται νόος αἰὲν ἐόντων.
愚蠢的人啊,他并不知道她决不会被说服;因为永生神明的心意绝非轻易能改变。
§3.148ὣς τὼ μὲν χαλεποῖσιν ἀμειβομένω ἐπέεσσιν §3.149ἕστασαν· οἱ δʼ ἀνόρουσαν ἐυκνήμιδες Ἀχαιοὶ §3.150ἠχῇ θεσπεσίῃ, δίχα δέ σφισιν ἥνδανε βουλή.
就这样,两人交接恶言,相对而立;但那些护胫精良的阿开亚人在一片可怕的叫喊声中纷纷站起,他们的意见分成两派。
§3.151νύκτα μὲν ἀέσαμεν χαλεπὰ φρεσὶν ὁρμαίνοντες §3.152ἀλλήλοις· ἐπὶ γὰρ Ζεὺς ἤρτυε πῆμα κακοῖο·
我们在夜里睡去,心中各自盘算着对付彼此的险恶想法;因为宙斯正在策划灾难的苦境。
§3.153ἠῶθεν δʼ οἱ μὲν νέας ἕλκομεν εἰς ἅλα δῖαν §3.154κτήματά τʼ ἐντιθέμεσθα βαθυζώνους τε γυναῖκας.
拂晓时,我们中的一些人将船拉入高贵的海洋,并把财宝与束有低腰带的女人们装上船。
§3.155ἡμίσεες δʼ ἄρα λαοὶ ἐρητύοντο μένοντες §3.156αὖθι παρʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι, ποιμένι λαῶν· §3.157ἡμίσεες δʼ ἀναβάντες ἐλαύνομεν· αἱ δὲ μάλʼ ὦκα §3.158ἔπλεον, ἐστόρεσεν δὲ θεὸς μεγακήτεα πόντον.
但半数人马却被留了下来,与阿特柔斯之子阿伽门农、人族的牧者待在原地;我们这另外半数人则登船进发;船只极快地航行,神使那潜藏巨怪的深海变得平缓。
§3.159ἐς Τένεδον δʼ ἐλθόντες ἐρέξαμεν ἱρὰ θεοῖσιν, §3.160οἴκαδε ἱέμενοι· Ζεὺς δʼ οὔ πω μήδετο νόστον, §3.161σχέτλιος, ὅς ῥʼ ἔριν ὦρσε κακὴν ἔπι δεύτερον αὖτις.
来到特涅多斯岛后,我们向神明献上祭品,渴望着回家;但宙斯还未策划我们的归期,无情的神,居然再次挑起了恶毒的纷争。
§3.162οἱ μὲν ἀποστρέψαντες ἔβαν νέας ἀμφιελίσσας §3.163ἀμφʼ Ὀδυσῆα ἄνακτα δαΐφρονα, ποικιλομήτην, §3.164αὖτις ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἦρα φέροντες· §3.165αὐτὰρ ἐγὼ σὺν νηυσὶν ἀολλέσιν, αἵ μοι ἕποντο, §3.166φεῦγον, ἐπεὶ γίγνωσκον, ὃ δὴ κακὰ μήδετο δαίμων.
于是有些人折返回去,乘着两头弯曲的船,围绕在聪明睿智、计谋多端的奥德修斯国王周围,再次去迎合阿特柔斯之子阿伽门农;但我带着追随我的所有船只,落荒而逃,因为我看出神明正在策划灾祸。
§3.167φεῦγε δὲ Τυδέος υἱὸς ἀρήιος, ὦρσε δʼ ἑταίρους.
好战的提丢斯之子也逃跑了,并催促同伴。
§3.168ὀψὲ δὲ δὴ μετὰ νῶι κίε ξανθὸς Μενέλαος, §3.169ἐν Λέσβῳ δʼ ἔκιχεν δολιχὸν πλόον ὁρμαίνοντας, §3.170ἢ καθύπερθε Χίοιο νεοίμεθα παιπαλοέσσης, §3.171νήσου ἔπι Ψυρίης, αὐτὴν ἐπʼ ἀριστέρʼ ἔχοντες, §3.172ἦ ὑπένερθε Χίοιο, παρʼ ἠνεμόεντα Μίμαντα.
随后迟些时候,金发的梅内劳斯追赶我们,在莱斯博斯岛追上了正在为漫长航线而犹豫不决的我们,不知是该走崎岖的希俄斯岛上方,朝向普绪里亚岛,将其置于我们左侧,还是该走希俄斯岛下方,经过多风的米马斯山。
§3.173ᾐτέομεν δὲ θεὸν φῆναι τέρας· αὐτὰρ ὅ γʼ ἡμῖν §3.174δεῖξε, καὶ ἠνώγει πέλαγος μέσον εἰς Εὔβοιαν §3.175τέμνειν, ὄφρα τάχιστα ὑπὲκ κακότητα φύγοιμεν.
我们祈求神明示现预兆;而他向我们显现了,并命令我们穿过海原中央直奔埃维亚,好让我们能以最快速度脱离灾难。
§3.176ὦρτο δʼ ἐπὶ λιγὺς οὖρος ἀήμεναι· αἱ δὲ μάλʼ ὦκα §3.177ἰχθυόεντα κέλευθα διέδραμον, ἐς δὲ Γεραιστὸν §3.178ἐννύχιαι κατάγοντο· Ποσειδάωνι δὲ ταύρων §3.179πόλλʼ ἐπὶ μῆρʼ ἔθεμεν, πέλαγος μέγα μετρήσαντες.
狂风呼啸而起;船只极快地在游鱼成群的海路上飞驰,在夜间抵达了盖赖斯托斯港;我们向波塞冬献上了许多公牛的大腿骨,因为我们量度了这片广阔的海洋。
§3.180τέτρατον ἦμαρ ἔην, ὅτʼ ἐν Ἄργεϊ νῆας ἐίσας §3.181Τυδεΐδεω ἕταροι Διομήδεος ἱπποδάμοιο §3.182ἵστασαν· αὐτὰρ ἐγώ γε Πύλονδʼ ἔχον, οὐδέ ποτʼ ἔσβη §3.183οὖρος, ἐπεὶ δὴ πρῶτα θεὸς προέηκεν ἀῆναι.
第四天,当马匹驯服者、提丢斯之子迪奥梅德斯的同伴们在阿耳戈斯将平稳的船只系泊时;但我仍继续驶向皮洛斯,而那风从未平息,自从神最初驱使它吹拂起。
§3.184ὣς ἦλθον, φίλε τέκνον, ἀπευθής, οὐδέ τι οἶδα §3.185κείνων, οἵ τʼ ἐσάωθεν Ἀχαιῶν οἵ τʼ ἀπόλοντο.
就这样,我回来了,亲爱的孩子,一无所闻,我不知道任何关于那些得救和那些丧生的阿开亚人的消息。
§3.186ὅσσα δʼ ἐνὶ μεγάροισι καθήμενος ἡμετέροισι §3.187πεύθομαι, ἣ θέμις ἐστί, δαήσεαι, οὐδέ σε κεύσω.
但是,我坐在自家的殿堂里所听到的消息,按照常理,你都将知晓,我决不对你隐瞒。
§3.188εὖ μὲν Μυρμιδόνας φάσʼ ἐλθέμεν ἐγχεσιμώρους, §3.189οὓς ἄγʼ Ἀχιλλῆος μεγαθύμου φαίδιμος υἱός, §3.190εὖ δὲ Φιλοκτήτην, Ποιάντιον ἀγλαὸν υἱόν.
据说,善战沙场的密耳弥多涅斯人安全返回了,他们是由心胸宽广的阿基琉斯那显赫的儿子所率领的;菲洛克特特斯,珀阿斯那光辉的儿子,也安全返回了。
§3.191πάντας δʼ Ἰδομενεὺς Κρήτην εἰσήγαγʼ ἑταίρους, §3.192οἳ φύγον ἐκ πολέμου, πόντος δέ οἱ οὔ τινʼ ἀπηύρα.
伊多墨纽斯将他所有的同伴都带回了克里特岛,那些从战争中逃生的人,大海没有夺走他们中任何一个。
§3.193Ἀτρεΐδην δὲ καὶ αὐτοὶ ἀκούετε, νόσφιν ἐόντες, §3.194ὥς τʼ ἦλθʼ, ὥς τʼ Αἴγισθος ἐμήσατο λυγρὸν ὄλεθρον.
关于阿特柔斯之子,你们自己虽身处远方,也听闻了,他如何归来,而埃癸斯托斯如何策划了他那悲惨的破灭。
§3.195ἀλλʼ ἦ τοι κεῖνος μὲν ἐπισμυγερῶς ἀπέτισεν· §3.196ὡς ἀγαθὸν καὶ παῖδα καταφθιμένοιο λιπέσθαι §3.197ἀνδρός, ἐπεὶ καὶ κεῖνος ἐτίσατο πατροφονῆα, §3.198Αἴγισθον δολόμητιν, ὅ οἱ πατέρα κλυτὸν ἔκτα.
但那人确实以极其悲惨的方式偿还了债务;一个死去的人还能留下儿子是多么幸福的事,因为他也向那杀父仇人复仇了,即那诡计多端的埃癸斯托斯,他杀害了他那著名的父亲。
§3.199καὶ σὺ φίλος, μάλα γάρ σʼ ὁρόω καλόν τε μέγαν τε, §3.200ἄλκιμος ἔσσʼ, ἵνα τίς σε καὶ ὀψιγόνων ἐὺ εἴπῃ.
而你,我的朋友,因为我见你长得既俊美又高大,要勇敢,好让后世之人也赞美你。
§3.201τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §3.202ὦ Νέστορ Νηληϊάδη, μέγα κῦδος Ἀχαιῶν, §3.203καὶ λίην κεῖνος μὲν ἐτίσατο, καί οἱ Ἀχαιοὶ §3.204οἴσουσι κλέος εὐρὺ καὶ ἐσσομένοισι πυθέσθαι· §3.205αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν, §3.206τίσασθαι μνηστῆρας ὑπερβασίης ἀλεγεινῆς, §3.207οἵ τέ μοι ὑβρίζοντες ἀτάσθαλα μηχανόωνται.
对此,聪慧的忒勒马科斯回答他: “涅琉斯之子涅斯托尔啊,阿开亚人的伟大荣耀,那人确实复仇了,阿开亚人也会将他的广泛名声传扬下去,让后世之人也能听闻;但愿神明能赐予我如此的力量,让我惩罚求婚者们那令人痛苦的狂妄,他们侮辱我,并策划着肆无忌惮的恶行。
§3.208ἀλλʼ οὔ μοι τοιοῦτον ἐπέκλωσαν θεοὶ ὄλβον, §3.209πατρί τʼ ἐμῷ καὶ ἐμοί· νῦν δὲ χρὴ τετλάμεν ἔμπης.
但是神明没有为我和我的父亲纺织这样的福分,无论是我父亲还是我;现在我们只能无论如何都要忍耐。
§3.210τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ· §3.211ὦ φίλʼ, ἐπεὶ δὴ ταῦτά μʼ ἀνέμνησας καὶ ἔειπες, §3.212φασὶ μνηστῆρας σῆς μητέρος εἵνεκα πολλοὺς §3.213ἐν μεγάροις ἀέκητι σέθεν κακὰ μηχανάασθαι·
” 格雷尼亚的骑士涅斯托尔接着回答他: “亲爱的朋友,既然你让我想起了这些并说了出来,人们说有许多求婚者,为了你母亲的缘故,违背你的意愿在你的殿堂里策划着恶行。
§3.214εἰπέ μοι, ἠὲ ἑκὼν ὑποδάμνασαι, ἦ σέ γε λαοὶ §3.215ἐχθαίρουσʼ ἀνὰ δῆμον, ἐπισπόμενοι θεοῦ ὀμφῇ.
告诉我,你是甘愿屈服,还是人们在整个城邦中都憎恨你,听从了某位神明的启示?
§3.216τίς δʼ οἶδʼ εἴ κέ ποτέ σφι βίας ἀποτίσεται ἐλθών, §3.217ἢ ὅ γε μοῦνος ἐὼν ἢ καὶ σύμπαντες Ἀχαιοί;
谁知道他是否会回来惩罚他们的暴行,是他独自一人,还是与所有的阿开亚人一起? ”

词汇与语法注释

  1. 3.146ὃ οὐ πείσεσθαι ἔμελλεν — 连接词 ὅ 引导名词性从句,表示“……的事实”,作 ᾔδη 的直接宾语。πείσεσθαι 为介动词未来时不定式,其未明示的主语是前一行的女神雅典娜(Ἀθηναίης)。
  2. 3.164ἦρα φέροντες — 表示“带来好意”或“讨好某人”的成语(带与格)。在此处修饰 ἐπʼ Ἀτρεΐδῃ Ἀγαμέμνονι。
  3. 3.166ὃ δὴ κακὰ μήδετο δαίμων — 由关系代词 ὅ 引导的从句作为动词 γίγνωσκον 的直接宾语(名词从句),意为“神明正策划灾祸”。δή 起强调事实的作用。
  4. 3.170ἢ καθύπερθε... ἦ ὑπένερθε... — 引导双重间接疑问句,具体解释了他们犹豫不决(ὁρμαίνοντας)的内容。ἢ... ἦ... 提供了“是……还是……”的选择。
  5. 3.180ὅτʼ ἐν Ἄργεϊ — 由 ὅτε(当时)引导的关系从句与主句 τέτρατον ἦμαρ ἔην(是第四天)相结合,形成类似于“是在第四天,……才定泊”的时间强调结构。
  6. 3.205αἲ γὰρ ἐμοὶ τοσσήνδε θεοὶ δύναμιν περιθεῖεν — 语气词 αἲ γάρ(但愿)与希求法动词 περιθεῖεν(περί-τιθημι 的第三人称复数不定过去时主动语态)连用,表达了对某种可能力量的强烈愿望或祈愿。

引用这一段

荷马, 奥德赛 §3.146-3.217. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:3.146-3.217

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。