§24.347ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε·
彼は愛する息子の首に両腕を回した。
τὸν δὲ ποτὶ οἷ §24.348εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
そして、彼を自分のほうへと気を失いかけている彼を、忍耐強い高貴なオデュッセウスは抱き寄せた。
§24.349αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, §24.350ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε·
しかし、彼が息を吹き返し、心の中に生気が戻ると、再び言葉を返し、このように語りかけた。
§24.351Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον, §24.352εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
「父なるゼウスよ、やはり高いオリンポスには今も神々がおわすのですね、もし求婚者たちがその不遜な無道を本当に償ったのであれば。
§24.353νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες §24.354ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ §24.355πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι. §24.356τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
しかし今、私は心の中でひどく恐れています、すぐにでもすべてのイタケの者たちがここへ押し寄せ、またあちこちにケファレニア人の都市へ報せを送って人々を煽り立てはしないかと」知略に富むオデュッセウスが答えて言った。
§24.357θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
「心を強く持ってください。 そのようなことはお心にかけぬように。
§24.358ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται·
それよりも、果樹園の近くにある家へ行きましょう。
§24.359ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην §24.360προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα. §24.361ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
そこには、テレマコスと牛飼い、それに豚飼いを先に行かせました、彼らがすぐに食事の用意ができるように」二人はこう語り合い、美しい家へと向かった。
§24.362οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, §24.363εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην §24.364ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
彼らがその住み心地の良い家に到着すると、テレマコスと牛飼い、そして豚飼いが、たくさんの肉を切り分け、光り輝く赤ワインを混ぜ合わせているところであった。
§24.365τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ §24.366ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, §24.367ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν·
その間に、館の中では、気高いラエルテスをシカリアの侍女が湯あみさせ、オリーブ油を塗り、美しい外衣を着せかけた。
αὐτὰρ Ἀθήνη §24.368ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν, §24.369μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
するとアテナが傍らに立って、民の牧者の手足をたくましくし、以前よりも背を高く、体格を太く見せるようにした。
§24.370ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός, §24.371ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην· §24.372καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
彼が湯船から出てくると、愛する息子は、不死なる神々に瓜二つなその姿を目の当たりにして驚嘆し、彼に声をかけ、翼ある言葉でこう語りかけた。
§24.373ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων §24.374εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι. §24.375τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα·
「お父さん、確かに常世に生きる神々のどなたかが、あなたの容姿と体格を、以前より素晴らしく見せてくださったのですね」思慮深いラエルテスがこれに答えて言った。
§24.376αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, §24.377οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον, §24.378ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων, §24.379τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν, §24.380τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν §24.381ἄνδρας μνηστῆρας·
「ああ、父なるゼウスよ、アテナよ、アポロンよ、私がケファレニア人を率いて、よく築かれた砦であり大陸の岬であるネリコスを攻め落とした時のようであったなら、そのような姿で、昨日、我らの館の中で、両肩に武具を帯びて寄り添い、求婚者の男たちを防ぎ防戦していたならば!
τῷ κε σφέων γούνατʼ ἔλυσα
そうすれば、大広間で奴らの多くの膝を砕いてやったものを。
§24.382πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις. §24.383ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
そうすれば、お前の心も大いに喜んだろうに」彼らはそのように互いに語り合っていた。
§24.384οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, §24.385ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε·
一方、食事の用意を終え、骨折りから解放された一同は、順序よく長椅子や椅子に腰を下ろした。
§24.386ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ §24.387ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος,
そのとき、彼らが食事に手を伸ばし始めると、間近に老ドリオスがやって来た。
§24.388ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
その老人の息子たちも共に、野良仕事に疲れ果てていた。
§24.389μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα §24.390ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
というのも、先に進み出て彼らを呼びにやったのは、彼らの母であるシカリアの老女であり、彼女は息子たちを育て、老齢が身に迫ったその老夫を心を込めて世話していたからである。
彼らはオデュッセウスを見て、心の中で彼だとわかると、驚愕して大広間の中に立ち尽くした。
αὐτὰρ Ὀδυσσεὺς §24.393μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν·
しかしオデュッセウスは穏やかな言葉をかけ、このように語りかけた。
§24.394ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς·
「おじいさん、食事の席について、驚きは忘れなさい。
§24.395δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες §24.396μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί. §24.397ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας §24.398ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ, §24.399καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
私たちは食事に手をつけるのを今か今かと待ち望みながら、あなたがたの到来をずっとこの大広間で待っていたのですから」彼がこう語ると、ドリオスは両腕をまっすぐ広げて進み寄り、オデュッセウスの手を掴んで、その手首に口づけし、彼に声をかけ、翼ある言葉でこう語りかけた。
§24.400ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν §24.401οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί,
「愛するお方、あなたが帰還されるのを、私たちは切望しながらも、もはや諦めかけていたところ、神々ご自身があなたをお連れくださった。
§24.402οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
どうぞお健やかに、そして大いなる歓びあれ。 神々があなたに幸福を授けますように。
§24.403καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ,
そして、私がよく知ることができるよう、これを真実通りに語ってください。
思慮深いペネロペイアは、あなたがここへ帰還したことをすでに知っているのでしょうか。
§24.406τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
それとも私たちが使いを走らせるべきでしょうか」知略に富むオデュッセウスが答えて言った。
§24.407ὦ γέρον, ἤδη οἶδε·
「おじいさん、彼女はすでに知っています。
τί σε χρὴ ταῦτα πένεσθαι; §24.408ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.
あなたがそのようなことで苦労する必要はありません」彼がこう語ると、ドリオスは再び滑らかに磨かれた椅子に腰を下ろした。
§24.409ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα §24.410δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο, §24.411ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
同様に、ドリオスの息子たちも、名高きオデュッセウスを囲んで、言葉で歓迎し、その手をしっかりと握り、自分たちの父親であるドリオスの傍らに順々に腰掛けた。
§24.412ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
このように、一同は大広間の中で食事の仕事に勤しんでいた。