Humanitext Reader

荷马 · 奥德赛 §24.347-24.414

拉埃尔特斯家中的宴席与传闻的散播

第 171 段,共 173 段 · 希腊语

内容简介

拉埃尔特斯拥抱儿子庆祝重逢,虽喜于求婚者伏诛却也担忧伊萨卡人的报复。他们回到屋中,拉埃尔特斯在雅典娜的帮助下重焕青春,老多利奥斯和儿子们干完农活回来,欣喜地迎回奥德修斯,众人共进晚餐,而传闻女神已在城中散播求婚者丧命的消息。

§24.347ἀμφὶ δὲ παιδὶ φίλῳ βάλε πήχεε· τὸν δὲ ποτὶ οἷ §24.348εἷλεν ἀποψύχοντα πολύτλας δῖος Ὀδυσσεύς.
他搂住自己亲爱儿子的双臂;而将他拉向自己,抱着几乎昏厥过去的他,那历经磨难、高贵的奥德修斯。
§24.349αὐτὰρ ἐπεί ῥʼ ἄμπνυτο καὶ ἐς φρένα θυμὸς ἀγέρθη, §24.350ἐξαῦτις μύθοισιν ἀμειβόμενος προσέειπε· §24.351Ζεῦ πάτερ, ἦ ῥα ἔτʼ ἔστε θεοὶ κατὰ μακρὸν Ὄλυμπον, §24.352εἰ ἐτεὸν μνηστῆρες ἀτάσθαλον ὕβριν ἔτισαν.
但当他喘过气来,心神重新凝聚时,他再次开口,用话语回答道: “父亲宙斯啊,看来高高的奥林波斯山上确实仍有神明在,如果求婚者真的为他们傲慢的暴行付出了代价。
§24.353νῦν δʼ αἰνῶς δείδοικα κατὰ φρένα μὴ τάχα πάντες §24.354ἐνθάδʼ ἐπέλθωσιν Ἰθακήσιοι, ἀγγελίας δὲ §24.355πάντη ἐποτρύνωσι Κεφαλλήνων πολίεσσι.
但现在我心中极其恐惧,生怕不久后所有的伊萨卡人都会拥到这里,并且向四周凯法勒尼亚人的各个城市发出消息、煽动众人。
§24.356τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §24.357θάρσει, μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
” 智谋超群的奥德修斯回答他道: “请放心,不要把这些事放在心上。
§24.358ἀλλʼ ἴομεν προτὶ οἶκον, ὃς ὀρχάτου ἐγγύθι κεῖται· §24.359ἔνθα δὲ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην §24.360προὔπεμψʼ, ὡς ἂν δεῖπνον ἐφοπλίσσωσι τάχιστα.
咱们还是去那座靠近果园的屋子吧;我已经把特勒马科斯、牛倌和猪倌先派了过去,好让他们尽快准备晚餐。
§24.361ὣς ἄρα φωνήσαντε βάτην πρὸς δώματα καλά.
” 俩人这样说着,便朝那座漂亮的屋子走去。
§24.362οἱ δʼ ὅτε δή ῥʼ ἵκοντο δόμους εὖ ναιετάοντας, §24.363εὗρον Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην §24.364ταμνομένους κρέα πολλὰ κερῶντάς τʼ αἴθοπα οἶνον.
当他们来到那座建造精美的屋宇时,他们发现特勒马科斯、牛倌和猪倌正在切分大量的肉,并调和着闪烁光泽的红酒。
§24.365τόφρα δὲ Λαέρτην μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ §24.366ἀμφίπολος Σικελὴ λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, §24.367ἀμφὶ δʼ ἄρα χλαῖναν καλὴν βάλεν· αὐτὰρ Ἀθήνη §24.368ἄγχι παρισταμένη μέλεʼ ἤλδανε ποιμένι λαῶν, §24.369μείζονα δʼ ἠὲ πάρος καὶ πάσσονα θῆκεν ἰδέσθαι.
与此同时,在屋里,西西里女仆为宽宏大度的拉埃尔特斯沐浴,抹上橄榄油,并给他披上一件漂亮的外衣;接着,雅典娜伫立在旁,使这位民众之牧的四肢强壮,让他看起来比先前更高大、更魁梧。
§24.370ἐκ δʼ ἀσαμίνθου βῆ· θαύμαζε δέ μιν φίλος υἱός, §24.371ὡς ἴδεν ἀθανάτοισι θεοῖς ἐναλίγκιον ἄντην· §24.372καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §24.373ὦ πάτερ, ἦ μάλα τίς σε θεῶν αἰειγενετάων §24.374εἶδός τε μέγεθός τε ἀμείνονα θῆκεν ἰδέσθαι.
他跨出浴盆;他亲爱的儿子惊奇地望着他,看到他的模样竟与不朽的诸神如此相似;于是开口对他说道,吐露羽翼般的言辞: “父亲啊,定是永生神明中的哪一位,让您的容貌和身躯显得比先前更为英武。
§24.375τὸν δʼ αὖ Λαέρτης πεπνυμένος ἀντίον ηὔδα· §24.376αἲ γάρ, Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον, §24.377οἷος Νήρικον εἷλον, ἐϋκτίμενον πτολίεθρον, §24.378ἀκτὴν ἠπείροιο, Κεφαλλήνεσσιν ἀνάσσων, §24.379τοῖος ἐών τοι χθιζὸς ἐν ἡμετέροισι δόμοισιν, §24.380τεύχεʼ ἔχων ὤμοισιν, ἐφεστάμεναι καὶ ἀμύνειν §24.381ἄνδρας μνηστῆρας·
” 睿智的拉埃尔特斯回答他道: “啊,要是父老宙斯、雅典娜和阿波罗成全,就像当年我统治着凯法勒尼亚人、攻克那座陆地海岬上建造精美的城堡内里科斯时那样,昨天我也能以那样的雄姿,在我们的府邸里,肩披铠甲,并肩战斗,击退那些求婚人!
τῷ κε σφέων γούνατʼ ἔλυσα §24.382πολλῶν ἐν μεγάροισι, σὺ δὲ φρένας ἔνδον ἐγήθεις.
那样的话,我定会在大厅里打碎他们中许多人的双膝,而你的内心也会感到无比欢欣。
§24.383ὣς οἷ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον.
” 他们俩人就像这样互相交谈着。
§24.384οἱ δʼ ἐπεὶ οὖν παύσαντο πόνου τετύκοντό τε δαῖτα, §24.385ἑξείης ἕζοντο κατὰ κλισμούς τε θρόνους τε· §24.386ἔνθʼ οἱ μὲν δείπνῳ ἐπεχείρεον, ἀγχίμολον δὲ §24.387ἦλθʼ ὁ γέρων Δολίος, σὺν δʼ υἱεῖς τοῖο γέροντος, §24.388ἐξ ἔργων μογέοντες, ἐπεὶ προμολοῦσα κάλεσσεν
且说众人都已干完活,准备好了宴席,挨个在躺椅和座椅上坐下;正当他们要动手进餐时,走近前来的是老人多利奥斯,同行的还有这位老人的儿子们,他们刚从田间劳作回来、疲惫不堪,因为先前西西里的老妇人、他们的母亲去叫了他们。
§24.389μήτηρ γρηῦς Σικελή, ἥ σφεας τρέφε καί ῥα γέροντα §24.390ἐνδυκέως κομέεσκεν, ἐπεὶ κατὰ γῆρας ἔμαρψεν.
她抚养着他们,也无微不至地照顾着那位老人,因为暮年已经将他篡住。
§24.391οἱ δʼ ὡς οὖν Ὀδυσῆα ἴδον φράσσαντό τε θυμῷ, §24.392ἔσταν ἐνὶ μεγάροισι τεθηπότες· αὐτὰρ Ὀδυσσεὺς §24.393μειλιχίοις ἐπέεσσι καθαπτόμενος προσέειπεν· §24.394ὦ γέρον, ἵζʼ ἐπὶ δεῖπνον, ἀπεκλελάθεσθε δὲ θάμβευς· §24.395δηρὸν γὰρ σίτῳ ἐπιχειρήσειν μεμαῶτες §24.396μίμνομεν ἐν μεγάροις, ὑμέας ποτιδέγμενοι αἰεί.
他们一见到奥德修斯,便在心里认出了他,惊呆地站在大厅里;然而奥德修斯用温和的话语招呼他们,说道: “老人家,入席用餐吧,把惊讶抛诸脑后;我们早想动手吃东西了,却一直在大厅里等着你们,总是在企盼着你们到来。
§24.397ὣς ἄρ ἔφη, Δολίος δʼ ἰθὺς κίε χεῖρε πετάσσας §24.398ἀμφοτέρας, Ὀδυσεῦς δὲ λαβὼν κύσε χεῖρʼ ἐπὶ καρπῷ, §24.399καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §24.400ὦ φίλʼ, ἐπεὶ νόστησας ἐελδομένοισι μάλʼ ἡμῖν §24.401οὐδʼ ἔτʼ ὀϊομένοισι, θεοὶ δέ σʼ ἀνήγαγον αὐτοί, §24.402οὖλέ τε καὶ μάλα χαῖρε, θεοὶ δέ τοι ὄλβια δοῖεν.
” 他这样说着,多利奥斯便径直走上前,张开双手,抓住奥德修斯的手,吻着他的手腕,于是开口对他说道,吐露羽翼般的言辞: “亲爱的人啊,既然您回到了极度渴望您归来的我们身边,虽然我们早已不敢奢望,是神明亲自把您带了回来,祝您安康,万分欣喜,愿诸神赐予您幸福!
§24.403καί μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ, §24.404ἢ ἤδη σάφα οἶδε περίφρων Πηνελόπεια §24.405νοστήσαντά σε δεῦρʼ, ἦ ἄγγελον ὀτρύνωμεν.
此外,请把这事如实告诉我,好让我明了,聪慧的彭涅罗佩是否已经确切知道您已归来,还是需要我们派人去送个口信?
§24.406τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς §24.407ὦ γέρον, ἤδη οἶδε· τί σε χρὴ ταῦτα πένεσθαι;
” 智谋超群的奥德修斯回答他道: “老人家,她已经知道了;你何必为此操心呢?
§24.408ὣς φάθʼ, ὁ δʼ αὖτις ἄρʼ ἕζετʼ ἐϋξέστου ἐπὶ δίφρου.
” 他这样说着,多利奥斯便重新在打磨光滑的椅子上坐下。
§24.409ὣς δʼ αὔτως παῖδες Δολίου κλυτὸν ἀμφʼ Ὀδυσῆα §24.410δεικανόωντʼ ἐπέεσσι καὶ ἐν χείρεσσι φύοντο, §24.411ἑξείης δʼ ἕζοντο παραὶ Δολίον, πατέρα σφόν.
同样,多利奥斯的儿子们也在名声显赫的奥德修斯周围,用言语向他致意,紧紧握着他的手,挨个在他们的父亲多利奥斯身旁坐下。
§24.412ὣς οἱ μὲν περὶ δεῖπνον ἐνὶ μεγάροισι πένοντο·
就这样,众人在大厅里忙着准备进餐。
§24.413Ὄσσα δʼ ἄρʼ ἄγγελος ὦκα κατὰ πτόλιν ᾤχετο πάντη, §24.414μνηστήρων στυγερὸν θάνατον καὶ κῆρʼ ἐνέπουσα.
与此同时,传闻女神作为使者,迅速走遍了整座城市的每个角落,宣告求婚者们悲惨的死亡和毁灭的厄运。

词汇与语法注释

  1. 24.348ἀποψύχοντα — 现在分词的单数宾格阳性形式,修饰前文的代词 `τὸν`(拉埃尔特斯)。该动词在此处表示“昏厥”或“失去知觉”,描绘了拉埃尔特斯在确认儿子身份后因情绪过于激动而几近晕倒、被奥德修斯抱住的生理状态。
  2. 24.376αἲ γάρ ... ἐφεστάμεναι — 由 `αἲ γάρ`(第376行)引导的表示对过去未能实现的愿望。第380行中的不定式 `ἐφεστάμεναι` 和 `ἀμύνειν` 充当了表达愿望的语气,意为“要是(昨天)我能身披铠甲战斗并击退……”。接着,第381行的 `τῷ κεν ... ἔλυσα`(直说过去时 + 语气词 `κε`)构成了虚拟语气条件句的归结从句,意为“那样的话,我定能打碎他们的双膝”。

引用这一段

荷马, 奥德赛 §24.347-24.414. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:24.347-24.414

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。