§24.214ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω, §24.215δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος·
「お前たちは今、よく建てられた家の中に入り、豚のうちで最も優れたものを急いで屠って、食事を用意せよ。
§24.216αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο, §24.217αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν, §24.218ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα. §24.219ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.
しかし私は、我が父を試してみよう、彼が私を見て認識し、目で確かめるか、それとも私が長い間離れていたために、私だと分からないままでいるか」こう言って、彼は奴隷たちに武具を渡した。
§24.220οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς §24.221ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
彼らは急いで家へと向かい、オデュッセウスは試そうとして、果実豊かな果樹園に近づいていった。
大きな果樹園の中へと下っていったが、ドリオスは見当たらず、奴隷たちもその息子たちも誰もいなかった。
ἀλλʼ ἄρα τοί γε §24.224αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος §24.225ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
彼らは果樹園の垣根とするために石を集めに出かけており、あの老人が彼らを先導して案内していたのだ。
彼は父がただ一人、よく手入れされた果樹園の中で、植物の周りを耕しているのを見つけた。
ῥυπόωντα δὲ ἕστο χιτῶνα §24.228ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας §24.229κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων, §24.230χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν §24.231αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.
父は汚れて継ぎはぎだらけの、見苦しいキトンを着ており、脛の回りには、引っかき傷を防ぐために、継ぎ合わされた牛革の脛当てを縛りつけ、手には茨よけの手袋をはめ、頭の上には山羊皮の帽子をかぶって、悲しみを募らせていた。
§24.232τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς §24.233γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα, §24.234στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
多くの辛苦に耐えてきた高貴なオデュッセウスは、父が老いに苦しみ、心に大きな悲しみを抱いているのを見て、高い梨の木の下に立ち、涙を流した。
§24.235μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν §24.236κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα §24.237εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, §24.238ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
それから彼は心と魂の中で、父に口づけして抱きつき、自分が故郷の地に帰ってきたことをこと細かに話すべきか、それともまず最初に色々と尋ねて試してみるべきか、と思案した。
こう思案した彼にとって、まずからかうような言葉で試してみるのがより得策であると思われた。
§24.241τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
そう決めて、高貴なオデュッセウスはまっすぐ父の方へと歩み寄った。
§24.242ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε·
父は頭を垂れて、植物の根元を掘り返していた。
§24.243τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός·
その傍らに立ち、輝かしい息子が語りかけた。
§24.244ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν §24.245ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν,
「老人よ、あなたがこの果樹園を手入れする手際に不慣れなところはなく、実によく世話が行き届いています。
§24.246οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, §24.247οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
庭の中には、植物も、イチジクも、ブドウも、オリーブも、梨も、また畝も、手入れがなされていないものは一つもありません。
§24.248ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ
だが、もう一つ言わせてください。 心に怒りを抱かないでほしい。
§24.249αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας §24.250λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
あなた自身への手入れは行き届いておらず、悲惨な老いに見舞われ、ひどく汚れ、見苦しい服を着ています。
§24.251οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει, §24.252οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι §24.253εἶδος καὶ μέγεθος·
主人があなたを世話しないのは、あなたが怠けているからではなく、またあなたの容姿や体格を見ても、奴隷のようなところは少しもありません。
βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.
あなたは王たる男のようです。
そのような人こそ、身を清めて食事をし、心地よく眠るのがふさわしいのです。
ἡ γὰρ δίκη ἐστὶ γερόντων.
それこそが老人の当然の定めなのですから。
§24.256ἀλλʼ ἄγε μοι τόδε εἰπὲ καὶ ἀτρεκέως κατάλεξον,
しかし、さあ、私にこれを話し、ありのままを語ってください。
§24.257τεῦ δμὼς εἶς ἀνδρῶν;
あなたは誰の奴隷なのですか。
τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;
誰の果樹園を手入れしているのですか。
§24.258καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ, §24.259εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν
また、私がよく知ることができるよう、これを真実の通りに私に告げてください、私たちが本当にこのイタケに到着したのかどうかを。
§24.260οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι,
今ここに来る途中で出会った男が、私にそう言ったのです。
§24.261οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα
しかし彼はあまり賢い男ではありませんでした。
§24.262εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον §24.263ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν §24.264ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.
私が我が友客について、彼がどこかで生きているのか、それともすでに死んでハデスの館にいるのかと尋ねたとき、こと細かに話し、私の言葉を聞く辛抱強さがなかったからです。
§24.265ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον·
私はあなたに話します。 よく心に留めて私の話を聞いてください。
§24.266ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ §24.267ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος
かつて、愛する我が祖国において、我が家を訪ねてきた一人の男を私はもてなしました。
§24.268ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα·
遠い異国から来た愛すべき客たちの中で、誰一人として彼ほど我が家を訪れて愛された者はいません。
§24.269εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε §24.270Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.
彼はイタケの生まれであると誇り、アルケイシオスの子ラエルテスが自分の父親であると言っていました。
§24.271τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα, §24.272ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων, §24.273καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.
私は彼を館に案内して手厚くもてなし、家にある豊かなものをもって丁重に遇し、ふさわしい客用の贈り物を彼に与えました。
§24.274χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα, §24.275δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα, §24.276δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, §24.277τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας,
よく鍛えられた金を7タラントン、また、花模様をあしらった総銀製の混酒器を一つ与え、さらに一重の外套を12枚、同数の敷物、同数の美しい外衣、そしてそれらに加えて同数の下衣を与えました。