§24.214ὑμεῖς μὲν νῦν ἔλθετʼ ἐϋκτίμενον δόμον εἴσω, §24.215δεῖπνον δʼ αἶψα συῶν ἱερεύσατε ὅς τις ἄριστος· §24.216αὐτὰρ ἐγὼ πατρὸς πειρήσομαι ἡμετέροιο, §24.217αἴ κέ μʼ ἐπιγνώῃ καὶ φράσσεται ὀφθαλμοῖσιν, §24.218ἦέ κεν ἀγνοιῇσι, πολὺν χρόνον ἀμφὶς ἐόντα.
“你们现在进到那建造精美的屋里去,赶紧宰杀一头最好的猪准备晚餐;但我还要去试探我们的父亲,看他是否能认出我,用眼睛辨认出我,还是由于我离家许久,他已认不出我。
§24.219ὣς εἰπὼν δμώεσσιν ἀρήϊα τεύχεʼ ἔδωκεν.
” 他这样说着,把战斗的武器交给了奴隶们。
§24.220οἱ μὲν ἔπειτα δόμονδε θοῶς κίον, αὐτὰρ Ὀδυσσεὺς §24.221ἆσσον ἴεν πολυκάρπου ἀλωῆς πειρητίζων.
他们随即飞快地朝屋里走去,而奥德修斯则向果树累累的园子走近,前去试探。
§24.222οὐδʼ εὗρεν Δολίον, μέγαν ὄρχατον ἐσκαταβαίνων, §24.223οὐδέ τινα δμώων οὐδʼ υἱῶν· ἀλλʼ ἄρα τοί γε §24.224αἱμασιὰς λέξοντες ἀλωῆς ἔμμεναι ἕρκος §24.225ᾤχοντʼ, αὐτὰρ ὁ τοῖσι γέρων ὁδὸν ἡγεμόνευε.
当他下到大果园里时,没有找到多利俄斯,也没见到任何奴隶或他的儿子们;他们已经去收集石块,用来作为果园的围墙,而那位老人则在路上为他们领路。
§24.226τὸν δʼ οἶον πατέρʼ εὗρεν ἐϋκτιμένῃ ἐν ἀλωῇ, §24.227λιστρεύοντα φυτόν· ῥυπόωντα δὲ ἕστο χιτῶνα §24.228ῥαπτὸν ἀεικέλιον, περὶ δὲ κνήμῃσι βοείας §24.229κνημῖδας ῥαπτὰς δέδετο, γραπτῦς ἀλεείνων, §24.230χειρῖδάς τʼ ἐπὶ χερσὶ βάτων ἕνεκʼ· αὐτὰρ ὕπερθεν §24.231αἰγείην κυνέην κεφαλῇ ἔχε, πένθος ἀέξων.
他发现父亲独自一人在那座修整精美的果园里,正在松土照料一株植物;他身上穿着一件肮脏的内衣,缝缝补补,十分破旧,小腿上绑着补过的牛皮护胫,以防被划伤,手上戴着手套以防荆棘;而在他的头上,他戴着一顶山羊皮帽子,以此滋长着他的悲伤。
§24.232τὸν δʼ ὡς οὖν ἐνόησε πολύτλας δῖος Ὀδυσσεὺς §24.233γήραϊ τειρόμενον, μέγα δὲ φρεσὶ πένθος ἔχοντα, §24.234στὰς ἄρʼ ὑπὸ βλωθρὴν ὄγχνην κατὰ δάκρυον εἶβε.
历尽沧桑的高贵奥德修斯一见他,饱受老迈折磨,心中怀着巨大的悲痛,便站在一棵高大的梨树下,流下了眼泪。
§24.235μερμήριξε δʼ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν §24.236κύσσαι καὶ περιφῦναι ἑὸν πατέρʼ, ἠδὲ ἕκαστα §24.237εἰπεῖν, ὡς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, §24.238ἦ πρῶτʼ ἐξερέοιτο ἕκαστά τε πειρήσαιτο.
随后,他在心中和灵魂里权衡起来,是应当上前亲吻并拥抱自己的父亲,告诉他一切,说他已经回到了自己的祖国土地,还是应当先询问他、试探他一番。
在他这样思量时,觉得这样更为有利:先用戏谑的话语去试探他。
§24.241τὰ φρονέων ἰθὺς κίεν αὐτοῦ δῖος Ὀδυσσεύς.
怀着这个意图,高贵的奥德修斯径直向他走去。
§24.242ἦ τοι ὁ μὲν κατέχων κεφαλὴν φυτὸν ἀμφελάχαινε· §24.243τὸν δὲ παριστάμενος προσεφώνεε φαίδιμος υἱός· §24.244ὦ γέρον, οὐκ ἀδαημονίη σʼ ἔχει ἀμφιπολεύειν §24.245ὄρχατον, ἀλλʼ εὖ τοι κομιδὴ ἔχει, οὐδέ τι πάμπαν, §24.246οὐ φυτόν, οὐ συκέη, οὐκ ἄμπελος, οὐ μὲν ἐλαίη, §24.247οὐκ ὄγχνη, οὐ πρασιή τοι ἄνευ κομιδῆς κατὰ κῆπον.
当时,老人正低着头在植物周围刨土;他那显赫的儿子站在他的身边,对他说道: “老人啊,你照料这座果园并非没有经验,相反,它被照料得非常好,完全没有任何东西,无论是植物、无花果树、葡萄藤、还是橄榄树,或是梨树、菜畦,在园子里没有一处是缺乏照料的。
§24.248ἄλλο δέ τοι ἐρέω, σὺ δὲ μὴ χόλον ἔνθεο θυμῷ §24.249αὐτόν σʼ οὐκ ἀγαθὴ κομιδὴ ἔχει, ἀλλʼ ἅμα γῆρας §24.250λυγρὸν ἔχεις αὐχμεῖς τε κακῶς καὶ ἀεικέα ἕσσαι.
但我还要对你再说一件事,你可不要心生恼怒:你自己并没有得到良好的照料,相反,凄惨的老迈折磨着你,你浑身脏乱,穿着不体面的衣服。
§24.251οὐ μὲν ἀεργίης γε ἄναξ ἕνεκʼ οὔ σε κομίζει, §24.252οὐδέ τί τοι δούλειον ἐπιπρέπει εἰσοράασθαι §24.253εἶδος καὶ μέγεθος· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικας.
你的主人不照料你,绝不是因为你懒惰,而且从你的外貌和身材来看,也完全不像是一个奴隶;因为你看起来像是一个王者。
§24.254τοιούτῳ δὲ ἔοικας, ἐπεὶ λούσαιτο φάγοι τε, §24.255εὑδέμεναι μαλακῶς· ἡ γὰρ δίκη ἐστὶ γερόντων.
你就像这样的人:在沐浴和进食之后,应当舒舒服服地安睡;因为这正是老人的权利。
但是来吧,请告诉我这事并如实向我说明,你是谁家门下的奴仆?
τεῦ δʼ ὄρχατον ἀμφιπολεύεις;
你照料的是谁的果园?
§24.258καὶ μοι τοῦτʼ ἀγόρευσον ἐτήτυμον, ὄφρʼ ἐῢ εἰδῶ, §24.259εἰ ἐτεόν γʼ Ἰθάκην τήνδʼ ἱκόμεθʼ, ὥς μοι ἔειπεν §24.260οὗτος ἀνὴρ νῦν δὴ ξυμβλήμενος ἐνθάδʼ ἰόντι, §24.261οὔ τι μάλʼ ἀρτίφρων, ἐπεὶ οὐ τόλμησεν ἕκαστα §24.262εἰπεῖν ἠδʼ ἐπακοῦσαι ἐμὸν ἔπος, ὡς ἐρέεινον §24.263ἀμφὶ ξείνῳ ἐμῷ, ἤ που ζώει τε καὶ ἔστιν §24.264ἦ ἤδη τέθνηκε καὶ εἰν Ἀΐδαο δόμοισιν.
请把这事如实告诉我,好让我能确切知道,我们是否真的来到了这个伊萨卡,正如刚才我来这里时遇到的那个人对我说的那样,他看起来不怎么聪明,因为他竟然不敢把一切都告诉我,也没有耐心听完我的询问,当时我正向他打听我的那名客友,他是否还活着、健在,还是已经死去,去往了哈得斯的府邸。
§24.265ἐκ γάρ τοι ἐρέω, σὺ δὲ σύνθεο καί μευ ἄκουσον· §24.266ἄνδρα ποτʼ ἐξείνισσα φίλῃ ἐνὶ πατρίδι γαίῃ §24.267ἡμέτερόνδʼ ἐλθόντα, καὶ οὔ πω τις βροτὸς ἄλλος §24.268ξείνων τηλεδαπῶν φιλίων ἐμὸν ἵκετο δῶμα· §24.269εὔχετο δʼ ἐξ Ἰθάκης γένος ἔμμεναι, αὐτὰρ ἔφασκε §24.270Λαέρτην Ἀρκεισιάδην πατέρʼ ἔμμεναι αὐτῷ.
因为我要对你说明,你且听好并记住我的话:我曾经在可爱的祖国土地上款待过一个人,他来到我们的庄所,而至今还没有其他任何凡人,在远道而来的挚友中,比他更受欢迎地来到我的家门;他声称自己出身于伊萨卡,并说阿尔凯西奥斯之子拉埃尔特斯是他的父亲。
§24.271τὸν μὲν ἐγὼ πρὸς δώματʼ ἄγων ἐῢ ἐξείνισσα, §24.272ἐνδυκέως φιλέων, πολλῶν κατὰ οἶκον ἐόντων, §24.273καί οἱ δῶρα πόρον ξεινήϊα, οἷα ἐῴκει.
我把他领到府上,款待得十分周到,悉心爱护,因为家中所藏颇丰,我还赠予了他客礼,都是些体面相称的礼物。
§24.274χρυσοῦ μέν οἱ δῶκʼ εὐεργέος ἑπτὰ τάλαντα, §24.275δῶκα δέ οἱ κρητῆρα πανάργυρον ἀνθεμόεντα, §24.276δώδεκα δʼ ἁπλοΐδας χλαίνας, τόσσους δὲ τάπητας, §24.277τόσσα δὲ φάρεα καλά, τόσους δʼ ἐπὶ τοῖσι χιτῶνας, §24.278χωρὶς δʼ αὖτε γυναῖκας, ἀμύμονα ἔργα ἰδυίας, §24.279τέσσαρας εἰδαλίμας, ἃς ἤθελεν αὐτὸς ἑλέσθαι.
我送给他七塔兰同精雕细琢的金子,还送给他一个花卉图案的纯银调酒缸,以及十二件单层斗篷,同样数量的毯子,同样数量的精美外衣,此外还有同样数量的内衣,另外还有精通高超手艺的妇女,四个容貌美丽的,都是他自己想要挑选的。
§24.280τὸν δʼ ἠμείβετʼ ἔπειτα πατὴρ κατὰ δάκρυον εἴβων·
” 听到这,他的父亲流着泪回答他说: