Humanitext Reader

ホメロス · オデュッセイア §23.150-23.222

オリーブの木のベッドの秘密と夫婦の再会

163 / 173 箇所 · ギリシア語

要旨

アテナに美しく整えられたオデュッセウスと対面したペネロペは、二人だけの秘密であるオリーブの木のベッドについて彼が語ったことで本物と確信し、涙の再会を果たす。

§23.150σχετλίη, οὐδʼ ἔτλη πόσιος οὗ κουριδίοιο
「情け知らずの女だ、元の夫が帰ってくるまで、その大きな館をずっと守り通すことができなかったとは。
§23.151εἴρυσθαι μέγα δῶμα διαμπερές, ἧος ἵκοιτο.
」彼女の夫が帰ってくるまで、その館を守り通さなかったとは。
§23.152ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
外で誰かはそのように言っていたが、事の真相を知らなかった。
§23.153αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ §23.154Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, §23.155ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα·
一方、気高きオデュッセウスは、自身の館の中で女監理のエウリュノメによって洗われ、オリーブ油を塗られ、美しい外套とキトンをまとわされた。
§23.156αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη §23.157μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος §23.158οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
さらにアテナは、彼の頭から豊かな美を注ぎかけ、見る目にもより逞しく、より大柄にし、頭からはヒアシンスの花に似た縮れ髪を垂らした。
§23.159ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ §23.160ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη §23.161τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει· §23.162ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
ヘパイストスとパラス・アテナからあらゆる技術を授けられた熟練した職人が、銀に金を被せて美しい作品を仕上げるように、そのように彼女は彼の頭と肩に恵みを注ぎかけた。
§23.163ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος·
彼は湯船から、不死の神々に似た姿で上がってきた。
§23.164ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη, §23.165ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε·
そして再び、もと立ち上がったあの椅子に、妻と向かい合って座り、彼女に言葉をかけた。
§23.166δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων §23.167κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·
「不思議な人よ、オリンポスの館に住まう神々は、か弱い女たちの中でも、とりわけあなたに頑なな心をお与えになった。
§23.168οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ §23.169ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας §23.170ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
他の女なら、このように不屈の心をもって、多くの苦難に耐え忍び、二十年目に祖国の地へと帰ってきた夫から遠ざかりはしないでしょう。
§23.171ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς §23.172λέξομαι·
さあ、乳母よ、私のために寝床を敷いておくれ、私自身もそこに横たわるために。
ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
本当に彼女の胸の内には鉄の心があるのだから。
§23.173τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
」思慮深いペネロペが彼に答えて言った。
§23.174δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω §23.175οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα
「不思議な方、私は傲慢になっているわけでも、あなたを軽んじているわけでも、ひどく驚いているわけでもありません。
§23.176ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
あなたが長い櫂の船に乗ってイタケから出発したときに、どのようなお姿であったかは、実によく覚えているのです。
§23.177ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια, §23.178ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·
さあ、エウリュクレイア、彼自身が作った、あの堅牢な造りの寝室の外に、頑丈な寝床を敷いておやり。
§23.179ἔνθα οἱ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετʼ εὐνήν, §23.180κώεα καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα.
そこにその頑丈な寝床を運び出し、寝床を整えなさい、羊毛や外套、美しく輝く敷物を載せて。
§23.181ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη·
」彼女は夫を試そうとしてこう言った。
αὐτὰρ Ὀδυσσεὺς §23.182ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν·
しかしオデュッセウスは憤慨し、心ある妻に向かって語りかけた。
§23.183ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
「妻よ、お前は本当に胸を刺すような言葉を言った。
§23.184τίς δέ μοι ἄλλοσε θῆκε λέχος;
誰が私の寝床を別の場所に移したというのだ?
χαλεπὸν δέ κεν εἴη §23.185καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν §23.186ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
たとえどんなに熟練した者であっても、神自身が来て望みのままに容易に別の場所に置くのでなければ、それを動かすのは困難なはずだ。
§23.187ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν,
生身の人間、いかに血気盛んな若者であっても、それを容易にこじ開けて動かすことはできまい。
§23.188ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται §23.189ἐν λέχει ἀσκητῷ·
なぜなら、その精巧に作られた寝床には、大きな秘密の印が施されているからだ。
τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
それを組み立てたのは私であり、他の誰でもない。
§23.190θάμνος ἔφυ τανύφυλλος ἐλαίης ἕρκεος ἐντός,
中庭の柵の内側に、葉の生い茂るオリーブの木が生えており、極めて旺盛に茂っていた。
§23.191ἀκμηνὸς θαλέθων· πάχετος δʼ ἦν ἠΰτε κίων.
その太さは柱のようであった。
§23.192τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα, §23.193πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα, §23.194κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
私はこれを取り囲むようにして、寝室を建てて完成させ、密に合わさる石材を用いて、上部にはしっかりと屋根を葺き、ぴったりと閉まる、堅固に合わされた扉を取り付けた。
§23.195καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης, §23.196κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ §23.197εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα, §23.198ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
そしてその後、私は葉の生い茂るオリーブの梢を切り落とし、幹を根元から切り取って、青銅の刃で削り、巧みに、また熟練の技で、測定線に従ってまっすぐに整え、これをベッドの支柱に仕立て上げ、錐ですべてに穴を開けた。
§23.199ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα, §23.200δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι· §23.201ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
これを出発点として、私は寝床を削り出して完成させ、金や銀、また象牙で華やかに装飾し、その間に、鮮やかな赤色に輝く牛革の帯を張り渡した。
§23.202οὕτω τοι τόδε σῆμα πιφαύσκομαι·
このように、私はあなたにその印を明かす。
οὐδέ τι οἶδα, §23.203ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη §23.204ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
だが、妻よ、その寝床が私にとって今も据え置かれたままであるのか、それともすでに誰か他の男が、オリーブの根元を切り倒して別の場所に移してしまったのか、私には何もわからないのだ。
§23.205ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ,
」彼はこう言った。
§23.206σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
オデュッセウスが彼女に告げた、あの確固たる印を認めたとき、彼女の膝と愛する心はそこですっと砕けた。
§23.207δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας §23.208δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα·
彼女は涙を流して彼の方へまっすぐ走り寄り、オデュッセウスの首に両手を回し、その頭に接吻して、こう語りかけた。
§23.209μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα
「オデュッセウスよ、私を怒らないでください。
§23.210ἀνθρώπων πέπνυσο·
あなたは他の何事においても、人間の中で最も賢明な方でしたから。
θεοὶ δʼ ὤπαζον ὀϊζύν,
神々が私たちに苦難をお与えになったのです。
§23.211οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε §23.212ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
私たちが互いに寄り添い留まり、青春を楽しみ、老年の敷居へと共に至るのを妬まれた神々が。
§23.213αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα, §23.214οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
ですから、私が最初にあなたを見たとき、このように愛を示さなかったからといって、今私を怒ったり、責めたりしないでください。
§23.215αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν §23.216ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν §23.217ἐλθών·
私の愛する胸の内にある心は、誰か人間の者がやって来て言葉で私を騙すのではないかと、常に怯えていたのです。
πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
多くの者が悪いたくらみを企てているからです。
§23.218οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, §23.219ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ, §23.220εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν §23.221ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
ゼウスから生まれたアルゴスのヘレネでさえ、他国の男と愛と寝床を交わすことはなかったでしょう、もしアカイアの勇敢な息子たちが、彼女を再び愛する祖国の家へと連れ戻しに来ることを知っていたなら。
§23.222τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
実に、神が彼女にその見苦しい行いをするよう駆り立てたのです。 」

語釈・文法注

  1. 23.151ἧος ἵκοιτο — 接続詞 ἧος(=ἕως、「〜まで」)が導く時間節の中で、主節の動詞 ἔτλη が過去(歴史時制)であるため、主観的斜格(oblique optative)の希求法 ἵκοιτο が用いられている。
  2. 23.166περί σοί γε — 前置詞 περί が与格 σοί とともに副詞的に機能し、「あなたにおいてとりわけ」「他の誰よりも」という強調の意味を表す。動詞 ἔθηκαν との分離(tmesis)と考えることも可能だが、Homer の用法としては代名詞を修飾する副詞的用法が自然である。
  3. 23.185ὅτε μὴ — 条件を表す接続詞句で、「〜でない限り(unless)」(=εἰ μή)の意。希求法 θείη と結びつき、一般的または潜在的な仮定状況を形成している。
  4. 23.218οὐδέ κεν ... ἐμίγη ... εἰ ᾔδη — 過去の反事実条件文。帰結節は κεν + 直説法過去(アオリスト ἐμίγη)、条件節は εἰ + 直説法過去完了(ᾔδη、「知っていたなら」)で構成され、過去の事実に反する仮定を表す。

この箇所を引用する

ホメロス, オデュッセイア §23.150-23.222. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:23.150-23.222

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。