“狠心的女人,她竟然没有耐心一直为她年轻时结合的丈夫守护这宏伟的宅第,直到他归来。
§23.152ὣς ἄρα τις εἴπεσκε, τὰ δʼ οὐκ ἴσαν ὡς ἐτέτυκτο.
” 有人确实会这样说,但他们并不知道事情的真相。
§23.153αὐτὰρ Ὀδυσσῆα μεγαλήτορα ᾧ ἐνὶ οἴκῳ §23.154Εὐρυνόμη ταμίη λοῦσεν καὶ χρῖσεν ἐλαίῳ, §23.155ἀμφὶ δέ μιν φᾶρος καλὸν βάλεν ἠδὲ χιτῶνα· §23.156αὐτὰρ κὰκ κεφαλῆς κάλλος πολὺ χεῦεν Ἀθήνη §23.157μείζονά τʼ εἰσιδέειν καὶ πάσσονα· κὰδ δὲ κάρητος §23.158οὔλας ἧκε κόμας, ὑακινθίνῳ ἄνθει ὁμοίας.
与此同时,女管家欧律诺墨在她自己的宅第里为心胸伟大的奥德修斯沐浴,并抹上橄榄油,还在他身上披上一件美丽的斗篷和衬衫;此外,雅典娜从他的头上倾注下无限的美丽,使他看起来更加高大、更加壮实;她还让他头上的卷发垂落下来,犹如风信子花一般。
§23.159ὡς δʼ ὅτε τις χρυσὸν περιχεύεται ἀργύρῳ ἀνὴρ §23.160ἴδρις, ὃν Ἥφαιστος δέδαεν καὶ Παλλὰς Ἀθήνη §23.161τέχνην παντοίην, χαρίεντα δὲ ἔργα τελείει· §23.162ὣς μὲν τῷ περίχευε χάριν κεφαλῇ τε καὶ ὤμοις.
犹如一位精通手艺的人将黄金镀在白银上,他是赫菲斯托斯和帕拉斯·雅典娜传授了各种技艺的人,并完成雅致的作品;她也同样将优雅倾注在他的头部和双肩。
§23.163ἐκ δʼ ἀσαμίνθου βῆ δέμας ἀθανάτοισιν ὁμοῖος· §23.164ἂψ δʼ αὖτις κατʼ ἄρʼ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη, §23.165ἀντίον ἧς ἀλόχου, καί μιν πρὸς μῦθον ἔειπε· §23.166δαιμονίη, περί σοί γε γυναικῶν θηλυτεράων §23.167κῆρ ἀτέραμνον ἔθηκαν Ὀλύμπια δώματʼ ἔχοντες·
他从浴盆中走出来,形貌宛如不朽的神明;又重新坐在他刚才站起来的椅子上,面对着他的妻子,对她吐露言语: “奇特的人啊,住在奥林波斯宫殿的神明,在温顺的女子之中,唯独赐予了你一颗无法软化的坚硬之心。
§23.168οὐ μέν κʼ ἄλλη γʼ ὧδε γυνὴ τετληότι θυμῷ §23.169ἀνδρὸς ἀφεσταίη, ὅς οἱ κακὰ πολλὰ μογήσας §23.170ἔλθοι ἐεικοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
没有哪个女人会用这样坚硬的心避开自己的丈夫,他在经历了无数苦难之后,在第二十年回到了祖国的土地。
§23.171ἀλλʼ ἄγε μοι, μαῖα, στόρεσον λέχος, ὄφρα καὶ αὐτὸς §23.172λέξομαι· ἦ γὰρ τῇ γε σιδήρεον ἐν φρεσὶ ἦτορ.
但是来吧,妈妈,为我铺好床铺,好让我自己也躺下;因为她的胸中确实有一颗铁石般的心。
§23.173τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια· §23.174δαιμόνιʼ, οὔτʼ ἄρ τι μεγαλίζομαι οὔτʼ ἀθερίζω §23.175οὔτε λίην ἄγαμαι, μάλα δʼ εὖ οἶδʼ οἷος ἔησθα §23.176ἐξ Ἰθάκης ἐπὶ νηὸς ἰὼν δολιχηρέτμοιο.
” 贤睿的佩内洛佩娅回答他道: “奇特的人啊,我既不是自高自大,也不是轻视你,也不是过分惊奇;我非常清楚你坐着长桨船离开伊萨卡时是怎样的模样。
§23.177ἀλλʼ ἄγε οἱ στόρεσον πυκινὸν λέχος, Εὐρύκλεια, §23.178ἐκτὸς ἐϋσταθέος θαλάμου, τόν ῥʼ αὐτὸς ἐποίει·
但是来吧,欧律克勒娅,在他自己建造的结构稳固的卧室外面,为他铺好那张坚实的床铺。
把那张坚实的床铺搬到那里,并在上面铺好寝具,羊毛、斗篷和光洁亮丽的毯子。
§23.181ὣς ἄρʼ ἔφη πόσιος πειρωμένη· αὐτὰρ Ὀδυσσεὺς §23.182ὀχθήσας ἄλοχον προσεφώνεε κεδνὰ ἰδυῖαν· §23.183ὦ γύναι, ἦ μάλα τοῦτο ἔπος θυμαλγὲς ἔειπες·
” 她这样说,是在试探她的丈夫;但奥德修斯感到气愤,对她贤惠的妻子说道: “妻子啊,你这话实在令人伤心。
§23.184τίς δέ μοι ἄλλοσε θῆκε λέχος;
谁把我的床移到了别处?
χαλεπὸν δέ κεν εἴη §23.185καὶ μάλʼ ἐπισταμένῳ, ὅτε μὴ θεὸς αὐτὸς ἐπελθὼν §23.186ῥηϊδίως ἐθέλων θείη ἄλλῃ ἐνὶ χώρῃ.
这即便对一个极有手艺的人来说也是困难的,除非神明亲自降临,凭其意愿轻易地将它放到别的地方。
§23.187ἀνδρῶν δʼ οὔ κέν τις ζωὸς βροτός, οὐδὲ μάλʼ ἡβῶν, §23.188ῥεῖα μετοχλίσσειεν, ἐπεὶ μέγα σῆμα τέτυκται §23.189ἐν λέχει ἀσκητῷ· τὸ δʼ ἐγὼ κάμον οὐδέ τις ἄλλος.
在凡人之中,没有一个活人,即使是血气方刚的青年,能轻易地用撬棍移动它,因为在那张精雕细琢的床上制有一个巨大的标记;这是我自己劳作而成的,没有别人参与。
在院子的围墙内,长着一棵叶茂枝长、正值壮年的橄榄树;它粗壮得像一根柱子。
§23.192τῷ δʼ ἐγὼ ἀμφιβαλὼν θάλαμον δέμον, ὄφρʼ ἐτέλεσσα, §23.193πυκνῇσιν λιθάδεσσι, καὶ εὖ καθύπερθεν ἔρεψα, §23.194κολλητὰς δʼ ἐπέθηκα θύρας, πυκινῶς ἀραρυίας.
我围绕着它建造了卧室,直到完工,用的是紧密相砌的石块,并且在上面盖好了屋顶,装上了紧密闭合、牢固契合的门。
§23.195καὶ τότʼ ἔπειτʼ ἀπέκοψα κόμην τανυφύλλου ἐλαίης, §23.196κορμὸν δʼ ἐκ ῥίζης προταμὼν ἀμφέξεσα χαλκῷ §23.197εὖ καὶ ἐπισταμένως, καὶ ἐπὶ στάθμην ἴθυνα, §23.198ἑρμῖνʼ ἀσκήσας, τέτρηνα δὲ πάντα τερέτρῳ.
此后,我砍掉了那棵长叶橄榄树的枝叶,从根部往上砍断树干,用青铜工具熟练且精巧地进行削刨,并按照墨线将它校直,将其制成床柱,再用钻子钻出所有的孔眼。
§23.199ἐκ δὲ τοῦ ἀρχόμενος λέχος ἔξεον, ὄφρʼ ἐτέλεσσα, §23.200δαιδάλλων χρυσῷ τε καὶ ἀργύρῳ ἠδʼ ἐλέφαντι· §23.201ἐκ δʼ ἐτάνυσσα ἱμάντα βοὸς φοίνικι φαεινόν.
我以此为起点,雕琢出整张床,直到完工,用黄金、白银和象牙来装饰它;我在中间拉紧了牛皮带,它闪耀着紫红色的光芒。
§23.202οὕτω τοι τόδε σῆμα πιφαύσκομαι· οὐδέ τι οἶδα, §23.203ἤ μοι ἔτʼ ἔμπεδόν ἐστι, γύναι, λέχος, ἦέ τις ἤδη §23.204ἀνδρῶν ἄλλοσε θῆκε, ταμὼν ὕπο πυθμένʼ ἐλαίης.
确实,我如此向你表明这一标记;但我全然不知,妻子啊,我的床是否仍牢固地留在原处,还是已经有人砍断底部的橄榄树根,把它移到了别处。
§23.205ὣς φάτο, τῆς δʼ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ, §23.206σήματʼ ἀναγνούσῃ τά οἱ ἔμπεδα πέφραδʼ Ὀδυσσεύς·
” 他这样说,而当她认出奥德修斯向她说明的那些确定标记时,她的双膝和她的心登时瘫软了。
§23.207δακρύσασα δʼ ἔπειτʼ ἰθὺς δράμεν, ἀμφὶ δὲ χεῖρας §23.208δειρῇ βάλλʼ Ὀδυσῆϊ, κάρη δʼ ἔκυσʼ ἠδὲ προσηύδα· §23.209μή μοι, Ὀδυσσεῦ, σκύζευ, ἐπεὶ τά περ ἄλλα μάλιστα §23.210ἀνθρώπων πέπνυσο·
接着,她流着泪直奔向他,双臂环抱在奥德修斯的脖子上,亲吻他的头部并开口说道: “奥德修斯,请不要对我生气,因为在其他一切事情上,你都是世人中最聪颖的。
θεοὶ δʼ ὤπαζον ὀϊζύν, §23.211οἳ νῶϊν ἀγάσαντο παρʼ ἀλλήλοισι μένοντε §23.212ἥβης ταρπῆναι καὶ γήραος οὐδὸν ἱκέσθαι.
神明赐予了我们痛苦,他们嫉妒我们俩守在一起享受青春,并携手走向晚年的门槛。
§23.213αὐτὰρ μὴ νῦν μοι τόδε χώεο μηδὲ νεμέσσα, §23.214οὕνεκά σʼ οὐ τὸ πρῶτον, ἐπεὶ ἴδον, ὧδʼ ἀγάπησα.
因此,请不要因为我第一眼看到你时没有这样向你表示爱意而对我生气,也不要责怪我。
§23.215αἰεὶ γάρ μοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν §23.216ἐρρίγει μή τίς με βροτῶν ἀπάφοιτο ἔπεσσιν §23.217ἐλθών· πολλοὶ γὰρ κακὰ κέρδεα βουλεύουσιν.
因为我胸中那颗心总是颤抖着,唯恐有哪个凡人前来用言语欺骗我;因为有许多人都在图谋邪恶的勾当。
§23.218οὐδέ κεν Ἀργείη Ἑλένη, Διὸς ἐκγεγαυῖα, §23.219ἀνδρὶ παρʼ ἀλλοδαπῷ ἐμίγη φιλότητι καὶ εὐνῇ, §23.220εἰ ᾔδη ὅ μιν αὖτις ἀρήϊοι υἷες Ἀχαιῶν §23.221ἀξέμεναι οἶκόνδε φίλην ἐς πατρίδʼ ἔμελλον.
即便那宙斯所生的阿耳戈斯的海伦,也不会与异乡男子结合并同床共枕,如果她知道阿开亚人好战的儿子们还会把她接回亲爱的祖国。
§23.222τὴν δʼ ἦ τοι ῥέξαι θεὸς ὤρορεν ἔργον ἀεικές·
确实,是神明驱使她做出了这桩见不得人的丑事;