Humanitext Reader

ホメロス · オデュッセイア §22.429-22.501

不忠な女中たちの処刑と屋敷の清めの儀式

160 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスの命令により、求婚者たちと通じていた不忠な女奴隷たちが死体の片付けを強制されたのち、テレマコスらによって円堂の周りで吊るし首にされる。続けて山羊飼いメランティオスも残酷に処刑され、館が硫黄で清められた後、オデュッセウスは忠実な女奴隷たちと涙の再会を果たす。

§22.429εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
あなたの妻に私が語りましょう、神が眠りをもたらしたあの方に。
§22.430τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς
」知謀に長けたオデュッセウスは答えて彼女に言った。
§22.431μή πω τήνδʼ ἐπέγειρε·
「まだ彼女を起こしてはならない。
σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν §22.432ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
それよりもお前はここへ、女たちに来るように言いなさい、以前に見苦しい企てをしていた女たちに。
§22.433ὣς ἄρʼ ἔφη, γρηῢς δὲ διὲκ μεγάροιο βεβήκει §22.434ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι.
」彼はこう言った。 老女は大広間を通って歩み去った、女たちに知らせ、また来るように促すために。
§22.435αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην §22.436εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα·
一方、彼はテレマコスと牛飼い、そして豚飼いを自分のそばに呼び寄せ、翼ある言葉をかけた。
§22.437ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας·
「お前たちは今、死体を運び出し始めよ、そして女たちにも命じよ。
§22.438αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας §22.439ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
その後、極めて美しい椅子やテーブルを、水と、穴の多い海綿とで清めよ。
§22.440αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε, §22.441δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο, §22.442μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς, §22.443θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων §22.444ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης, §22.445τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.
そして、館のすべてをすっかり片付け終えたら、女奴隷たちを、しっかりと建てられた大広間から外へ連れ出し、円堂と、非の打ちどころのない中庭の囲いとの中間に、鋭く長い剣で彼女たちを突き殺せ、彼女たち全員から命を奪い去り、アプロディテのことを忘れ去るまで、彼女たちが求婚者たちの下で、密かに交わっていたその営みを。
§22.446ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι, §22.447αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
」彼はこう言った。 女たちは皆、一塊になってやって来た、ひどく嘆き悲しみ、大粒の涙を流しながら。
§22.448πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας, §22.449κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς, §22.450ἀλλήλοισιν ἐρείδουσαι·
まず、彼女たちは死んだ死体たちを運び出し、頑丈に囲まれた中庭の柱廊の下に、それらを置いた、互いに重ね合わせるようにして。
σήμαινε δʼ Ὀδυσσεὺς §22.451αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.
オデュッセウス自らが急き立てて指示を与え、彼女たちはやむなく運び出していた。
§22.452αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας §22.453ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
その後、極めて美しい椅子やテーブルを、水と、穴の多い海綿とで清めた。
§22.454αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς §22.455λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο §22.456ξῦον·
一方、テレマコスと牛飼い、そして豚飼いは、頑丈に造られた館の床を、鍬で削り取った。
ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
女奴隷たちはそれを運び、外へ捨てた。
§22.457αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο, §22.458δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο, §22.459μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς, §22.460εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.
そして、彼らが大広間のすべてを片付け終えると、女奴隷たちを、しっかりと建てられた大広間から外へ連れ出し、円堂と、非の打ちどころのない中庭の囲いとの中間に、逃げ道のない狭い場所に追い詰めた。
§22.461τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν·
彼らに、分別あるテレマコスが先んじて語り始めた。
§22.462μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην
「私は、名誉ある死によって、彼女たちの命を奪いたくはない。
§22.463τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν §22.464μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.
彼女たちは私の頭の上に、また私たちの母の上に、恥辱を注ぎ、求婚者たちと夜を共に過ごしていたのだから。
§22.465ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο §22.466κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο, §22.467ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
」彼はこう言った。 そして、青い舳先の船の綱を大きな円堂の柱に結びつけ、周りに張り巡らせた、高く引き伸ばして、誰も足が地面に届かないように。
§22.468ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι §22.469ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ, §22.470αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος,
まるで翼の長いツグミやハトが、茂みの中に張られた網に飛び込む時のようであった、ねぐらに入ろうとするのに、恐ろしい寝床がそれらを迎える。
§22.471ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις
そのように彼女たちも一列に頭を並べ、すべての首のまわりに罠の縄がかけられた。
§22.472δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
最も惨めな死を遂げるために。
§22.473ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
彼女たちは足でもがいたが、それはほんのしばらくのことで、長くは続かなかった。
§22.474ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν·
彼らはメランティオスを、玄関口と中庭へ引き出してきた。
§22.475τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ §22.476τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι, §22.477χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
そして彼の鼻と耳を、情け容赦ない青銅で切り落とし、陰部を引き抜いて、犬に生で食わせるために分け与え、怒り狂う心で、その手と足を切断した。
§22.478οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε §22.479εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·
その後、彼らは自分の手と足を洗い、オデュッセウスのいる館へと入って行った。 仕事は終わったのだ。
§22.480αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν·
そして、彼は愛する乳母エウリュクレイアに言った。
§22.481οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ, §22.482ὄφρα θεειώσω μέγαρον·
「おばあさん、災いの薬である硫黄を持ってきておくれ、そして火を持ってきておくれ、私がこの大広間を硫黄で清めるために。
σὺ δὲ Πηνελόπειαν §22.483ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί·
そしてお前はペネロペイアに、侍女の女たちと共にここへ来るよう命じなさい。
§22.484πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
館のすべての女奴隷たちにも、ここへ来るよう促しなさい。
§22.485τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
」愛する乳母エウリュクレイアが彼に答えた。
§22.486ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
「ええ、わが子よ、お前の言うことは本当に道理にかなっています。
§22.487ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω,
ですが、さあ、お前に外套と下着を持ってこさせなさい。
§22.488μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους §22.489ἕσταθʼ ἐνὶ μεγάροισι·
そのような襤褸をまとった姿で、その広い肩を晒して、館の中に立っていてはなりません。
νεμεσσητὸν δέ κεν εἴη.
それは非難されるべきことでしょうから。
§22.490τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
」知謀に長けたオデュッセウスは答えて彼女に言った。
§22.491πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.
「今は何よりもまず、館の中に火をつけさせなさい。
§22.492ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια, §22.493ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον·
」彼はこう言った。 愛する乳母エウリュクレイアは背かず、火と硫黄を持ってきた。
αὐτὰρ Ὀδυσσεὺς §22.494εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
そしてオデュッセウスは大広間と、家と、中庭を硫黄でよく清めた。
§22.495γρηῢς δʼ αὖτʼ ἀπέβη διὰ δώματα κάλʼ Ὀδυσῆος §22.496ἀγγελέουσα γυναιξὶ καὶ ὀτρυνέουσα νέεσθαι·
老女は再びオデュッセウスの美しい館を通って去って行った、女たちに知らせ、来るように促すために。
§22.497αἱ δʼ ἴσαν ἐκ μεγάροιο δάος μετὰ χερσὶν ἔχουσαι.
彼女たちは大広間から、手に松明を持ってやって来た。
§22.498αἱ μὲν ἄρʼ ἀμφεχέοντο καὶ ἠσπάζοντʼ Ὀδυσῆα,
彼女たちはオデュッセウスを取り囲み、挨拶を交わした。
§22.499καὶ κύνεον ἀγαπαξόμεναι κεφαλήν τε καὶ ὤμους §22.500χεῖράς τʼ αἰνύμεναι·
そして愛情を込めて彼の頭や肩に口づけし、その手をとった。
τὸν δὲ γλυκὺς ἵμερος ᾕρει
彼には、涙と嘆きを求める甘い欲求が湧き起こった。
§22.501κλαυθμοῦ καὶ στοναχῆς, γίγνωσκε δʼ ἄρα φρεσὶ πάσας.
彼は心の中で、彼女たち全員が誰であるかを認めたからである。

語釈・文法注

  1. 22.429εἴπω — 接続法アオリスト能動態の1人称単数形であり、ここでは熟慮接続法(deliberative subjunctive)として機能している。「私が語りましょうか、それとも語るべきか」という自問や意志の表明を表す。
  2. 22.432ἐλθέμεν — アオリスト不定詞(ホメロス特有の語尾 -έμεν)。直前の `εἰπέ` (命令形)に続き、「〜するように言いなさい」という命令の内容を補足する不定詞(命令の間接話法的な用法)である。
  3. 22.443θεινέμεναι — 現在不定詞(ホメロス特有の語尾 -έμεναι)で、ここでは命令不定詞(infinitive of command)として用いられ、実質的な命令形(「切り殺せ」)として機能している。主節の命令文の勢いを継承したものである。
  4. 22.462ἑλοίμην — 希求法アオリスト中間態の1人称単数形。否定の `μή` を伴い、「私は(そのような)死によって彼らの命を奪いたくはない」という強い拒絶の意志あるいは願望を表す(願望の希求法)。
  5. 22.468ὡς δʼ ὅτʼ ἂν — ホメロスにおける典型的な比喩(similes)の導入部。 `ὅτε ἄν` の後に接続法(`ἐνιπλήξωσι`)が続き、「〜が…に飛び込む時のように」という仮定・反復的な場面を設定している。

この箇所を引用する

ホメロス, オデュッセイア §22.429-22.501. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:22.429-22.501

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。