§22.429εἴπω σῇ ἀλόχῳ, τῇ τις θεὸς ὕπνον ἐπῶρσε.
去告诉你那被某位神明降下睡眠的妻子。
§22.430τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς §22.431μή πω τήνδʼ ἐπέγειρε· σὺ δʼ ἐνθάδε εἰπὲ γυναιξὶν §22.432ἐλθέμεν, αἵ περ πρόσθεν ἀεικέα μηχανόωντο.
” 智谋多端的奥德修斯回答她道: “先不要唤醒她;你且叫那些女仆到这里来,就是那些先前策划了无耻行径的人。
” 奥德修斯这样说,老妈妈便走出了大厅,去给女仆们传信并促请她们过来。
§22.435αὐτὰρ ὁ Τηλέμαχον καὶ βουκόλον ἠδὲ συβώτην §22.436εἰς ἓ καλεσσάμενος ἔπεα πτερόεντα προσηύδα· §22.437ἄρχετε νῦν νέκυας φορέειν καὶ ἄνωχθε γυναῖκας· §22.438αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας §22.439ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι καθαίρειν.
与此同时,他把特勒马科斯、牛倌和猪倌唤到自己身边,对他们吐露了羽翼般的言语: “现在开始搬运死尸,并命令女人们也这样做;随后,将精美的椅子和桌子用水和多孔的海绵清洗干净。
§22.440αὐτὰρ ἐπὴν δὴ πάντα δόμον κατακοσμήσησθε, §22.441δμῳὰς ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο, §22.442μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς, §22.443θεινέμεναι ξίφεσιν τανυήκεσιν, εἰς ὅ κε πασέων §22.444ψυχὰς ἐξαφέλησθε καὶ ἐκλελάθωντʼ Ἀφροδίτης, §22.445τὴν ἄρʼ ὑπὸ μνηστῆρσιν ἔχον μίσγοντό τε λάθρη.
但是,一旦你们把整座大厅都整理妥当,就把女仆们从坚固的大厅里带出去,带到圆堂和那无瑕的中庭围墙之间,用长刃的利剑砍杀她们,直到把她们所有人的性命夺去,让她们彻底忘却阿芙罗狄忒的爱欲,也就是她们先前私下里与求婚者们交欢的事。
§22.446ὣς ἔφαθʼ, αἱ δὲ γυναῖκες ἀολλέες ἦλθον ἅπασαι, §22.447αἴνʼ ὀλοφυρόμεναι, θαλερὸν κατὰ δάκρυ χέουσαι.
” 奥德修斯这样说,女人们便全都成群地走了进来,痛苦地哀号着,流下大颗的泪珠。
§22.448πρῶτα μὲν οὖν νέκυας φόρεον κατατεθνηῶτας, §22.449κὰδ δʼ ἄρʼ ὑπʼ αἰθούσῃ τίθεσαν εὐερκέος αὐλῆς, §22.450ἀλλήλοισιν ἐρείδουσαι· σήμαινε δʼ Ὀδυσσεὺς §22.451αὐτὸς ἐπισπέρχων· ταὶ δʼ ἐκφόρεον καὶ ἀνάγκῃ.
首先,她们搬运了死者的尸体,把它们安放在坚固的中庭柱廊下,一个个相互叠放着;奥德修斯亲自催促并给她们指示,她们别无选择,只得搬运。
§22.452αὐτὰρ ἔπειτα θρόνους περικαλλέας ἠδὲ τραπέζας §22.453ὕδατι καὶ σπόγγοισι πολυτρήτοισι κάθαιρον.
随后,她们将精美的椅子和桌子用水和多孔的海绵清洗干净。
§22.454αὐτὰρ Τηλέμαχος καὶ βουκόλος ἠδὲ συβώτῃς §22.455λίστροισιν δάπεδον πύκα ποιητοῖο δόμοιο §22.456ξῦον· ταὶ δʼ ἐφόρεον δμῳαί, τίθεσαν δὲ θύραζε.
接着,特勒马科斯、牛倌和猪倌用铲子把坚固宅邸的地面铲刮干净;女仆们把铲出的污物搬运到大门外丢弃。
§22.457αὐτὰρ ἐπειδὴ πᾶν μέγαρον διεκοσμήσαντο, §22.458δμῳὰς δʼ ἐξαγαγόντες ἐϋσταθέος μεγάροιο, §22.459μεσσηγύς τε θόλου καὶ ἀμύμονος ἕρκεος αὐλῆς, §22.460εἴλεον ἐν στείνει, ὅθεν οὔ πως ἦεν ἀλύξαι.
而当他们把整座大厅整理完毕后,他们把女仆们从坚固的大厅里带出去,带到圆堂和那无瑕的中庭围墙之间,把她们逼入一个无法逃脱的狭窄角落。
§22.461τοῖσι δὲ Τηλέμαχος πεπνυμένος ἦρχʼ ἀγορεύειν· §22.462μὴ μὲν δὴ καθαρῷ θανάτῳ ἀπὸ θυμὸν ἑλοίμην §22.463τάων, αἳ δὴ ἐμῇ κεφαλῇ κατʼ ὀνείδεα χεῦαν §22.464μητέρι θʼ ἡμετέρῃ παρά τε μνηστῆρσιν ἴαυον.
分别有加的特勒马科斯最先对他们发话: “我绝不想用干净的死法夺去这些女人的生命,她们把耻辱泼在我的头上,也泼在我母亲的头上,并且习惯了与求婚者同床共寝。
§22.465ὣς ἄρʼ ἔφη, καὶ πεῖσμα νεὸς κυανοπρῴροιο §22.466κίονος ἐξάψας μεγάλης περίβαλλε θόλοιο, §22.467ὑψόσʼ ἐπεντανύσας, μή τις ποσὶν οὖδας ἵκοιτο.
” 特勒马科斯这样说,他便将一艘黑首船的缆绳系在大圆堂的一根巨柱上,并绕过圆堂顶挂起,高高地拉紧,免得任何人的脚能踩到地面。
§22.468ὡς δʼ ὅτʼ ἂν ἢ κίχλαι τανυσίπτεροι ἠὲ πέλειαι §22.469ἕρκει ἐνιπλήξωσι, τό θʼ ἑστήκῃ ἐνὶ θάμνῳ, §22.470αὖλιν ἐσιέμεναι, στυγερὸς δʼ ὑπεδέξατο κοῖτος, §22.471ὣς αἵ γʼ ἑξείης κεφαλὰς ἔχον, ἀμφὶ δὲ πάσαις §22.472δειρῇσι βρόχοι ἦσαν, ὅπως οἴκτιστα θάνοιεν.
就像那些展翅长飞的鸫鸟或鸽子撞进了设在灌木丛中的网罗,它们正要飞回栖息处,却落入了凄惨的宿营地;同样地,她们也一个个排成一列挂起头颅,所有人的脖颈上都套着绞索,死得极其悲惨。
§22.473ἤσπαιρον δὲ πόδεσσι μίνυνθά περ οὔ τι μάλα δήν.
她们用双脚挣扎了一小会儿,但决非太久。
§22.474ἐκ δὲ Μελάνθιον ἦγον ἀνὰ πρόθυρόν τε καὶ αὐλήν· §22.475τοῦ δʼ ἀπὸ μὲν ῥῖνάς τε καὶ οὔατα νηλέϊ χαλκῷ §22.476τάμνον, μήδεά τʼ ἐξέρυσαν, κυσὶν ὠμὰ δάσασθαι, §22.477χεῖράς τʼ ἠδὲ πόδας κόπτον κεκοτηότι θυμῷ.
随后,他们把梅兰提奥斯带到前门和中庭;用无情的青铜割下他的鼻子和双耳,扯出他的阴部喂狗生吞,并怀着愤怒的心割去了他的双手双脚。
§22.478οἱ μὲν ἔπειτʼ ἀπονιψάμενοι χεῖράς τε πόδας τε §22.479εἰς Ὀδυσῆα δόμονδε κίον, τετέλεστο δὲ ἔργον·
之后,他们洗净了自己的双手和双脚,走进了奥德修斯的大厅;工作已经完成了。
§22.480αὐτὰρ ὅ γε προσέειπε φίλην τροφὸν Εὐρύκλειαν· §22.481οἶσε θέειον, γρηΰ, κακῶν ἄκος, οἶσε δέ μοι πῦρ, §22.482ὄφρα θεειώσω μέγαρον·
接着,奥德修斯对亲爱的乳母欧律克勒亚说道: “拿硫磺来,老妈妈,那是驱除污秽的良药,再给我拿火来,好让我用硫磺熏蒸大厅。
σὺ δὲ Πηνελόπειαν §22.483ἐλθεῖν ἐνθάδʼ ἄνωχθι σὺν ἀμφιπόλοισι γυναιξί· §22.484πάσας δʼ ὄτρυνον δμῳὰς κατὰ δῶμα νέεσθαι.
你去叫佩内洛佩娅带着她的侍女们到这里来;催促屋里的所有女仆都过来。
§22.485τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· §22.486ναὶ δὴ ταῦτά γε, τέκνον ἐμόν, κατὰ μοῖραν ἔειπες.
” 亲爱的乳母欧律克勒亚回答他说: “是的,我的孩子,你这话说得很得体。
§22.487ἀλλʼ ἄγε τοι χλαῖνάν τε χιτῶνά τε εἵματʼ ἐνείκω, §22.488μηδʼ οὕτω ῥάκεσιν πεπυκασμένος εὐρέας ὤμους §22.489ἕσταθʼ ἐνὶ μεγάροισι· νεμεσσητὸν δέ κεν εἴη.
但来吧,让我给你拿一件斗篷和一件内衣来穿,不要这样穿着一身破衣烂衫,在大厅里露出你宽阔的肩膀,这实在会招致人们非议的。
§22.490τὴν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §22.491πῦρ νῦν μοι πρώτιστον ἐνὶ μεγάροισι γενέσθω.
” 智谋多端的奥德修斯回答她道: “现在首先在我的大厅里生起火来。
§22.492ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε φίλη τροφὸς Εὐρύκλεια, §22.493ἤνεικεν δʼ ἄρα πῦρ καὶ θήϊον· αὐτὰρ Ὀδυσσεὺς §22.494εὖ διεθείωσεν μέγαρον καὶ δῶμα καὶ αὐλήν.
” 奥德修斯这样说,亲爱的乳母欧律克勒亚没有违抗,搬来了火和硫磺;奥德修斯彻底用硫磺熏蒸了整座大厅、宅邸和中庭。