Humanitext Reader

ホメロス · オデュッセイア §22.212-22.284

アテネの激励と求婚者たちへの反撃

157 / 173 箇所 · ギリシア語

要旨

アゲラオスはメントルの姿をしたアテネを脅迫するが、彼女はオデュッセウスを鼓舞した後にツバメとなって梁に退避する。求婚者たちの最初の一斉攻撃はアテネの介入で外れ、オデュッセウスらの反撃により敵の主力の一部が討ち取られる。

§22.212πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος·
最初に彼女を、ダマストールの息子アゲラオスが非難した。
§22.213Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς §22.214μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.
「メントルよ、オデュッセウスが言葉でそなたを説き伏せ、求婚者たちと戦わせ、彼自身を助けさせることがないようにせよ。
§22.215ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω·
なぜなら、我らの意志はこのように果たされると私は思うからだ。
§22.216ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν, §22.217ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς §22.218ἔρδειν ἐν μεγάροις·
我らがこの者たち、すなわち父と息子を殺したときには、その中にそなたも、館の中で行おうと望んでいることの報いとして死ぬことになる。
σῷ δʼ αὐτοῦ κράατι τίσεις.
そなた自身の命で償うのだ。
§22.219αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ, §22.220κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι, §22.221τοῖσιν Ὀδυσσῆος μεταμίξομεν·
だが、我らが青銅の武器でそなたたちの暴力を奪い去ったなら、家の中にあるものも外にあるものも含め、そなたのすべての財産を、オデュッセウスの財産に混ぜ合わせよう。
οὐδέ τοι υἷας §22.222ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας §22.223οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
そしてそなたの息子たちが館の中で生きることを許さず、娘たちも、貞淑な妻がイタケの町を歩き回ることも許さない。
§22.224ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον,
」彼はこう言った。
§22.225νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν·
アテネは心の中でいっそう激怒し、怒りの言葉でオデュッセウスを叱り飛ばした。
§22.226οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή §22.227οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ, §22.228εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί, §22.229πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι, §22.230σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
「オデュッセウスよ、そなたにはもはや、あの不屈の闘志も勇気もないのか、あの白い腕の、高貴な生まれのヘレネをめぐって、九年の間、トロイア人たちと常に絶え間なく戦い、恐ろしい戦いの中で多くの男たちを打ち倒し、そなたの計策によって、道幅の広いプリアモスの都が陥落したときのような勇気は。
§22.231πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις, §22.232ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
それなのに今、そなたの館と財産のもとに戻ってきたというのに、求婚者たちを前にして、勇敢であることをためらうのか。
§22.233ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, §22.234ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν §22.235Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
さあ、こちらへ来い、友よ、私の傍らに立ち、その働きを見るがよい、そなたが敵対する男たちの中に置かれているとき、アルキモスの子メントルが、どのように恩義に報いるかを知るために。
§22.236ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην,
」彼女はそう言ったが、まだ完全には、他方を圧倒する勝利を与えなかった。
§22.237ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν §22.238ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.
むしろ、なおも彼らの力と勇気を試そうとしたのだ、オデュッセウスと、その輝かしい息子の力を。
§22.239αὐτὴ δʼ αἰθαλόεντος ἀνὰ μεγάροιο μέλαθρον §22.240ἕζετʼ ἀναΐξασα, χελιδόνι εἰκέλη ἄντην.
彼女自身は、煙に燻された大広間の梁の上に飛び上がり、ツバメにそっくりの姿でそこに止まった。
§22.241μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος, §22.242Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε, §22.243Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων·
一方、求婚者たちを駆り立てたのは、ダマストールの息子アゲラオス、エウリノモス、アムピメドン、デモプトレモス、そしてポリクトールの息子ペイサンドロス、思慮深いポリボスであった。
§22.244οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι, §22.245ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο·
彼らこそは求婚者たちの中で、武勇において抜きん出て優れた者たちだった、いまだ生き残って、己の命のために戦っていた者たちのうち。
§22.246τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
他の者たちは、すでに弓と相次ぐ矢によって倒されていた。
§22.247τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων·
アゲレオスは彼らに向かって語りかけ、皆に言葉を示した。
§22.248ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους·
「友よ、この男は今やその恐るべき手を止めるだろう。
§22.249καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών, §22.250οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
ほら、メントルは虚しい自慢話を口にしただけで去ってしまい、彼らは表の戸口のところに、ただ自分たちだけで残されている。
§22.251τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά,
それゆえ、今は全員で一斉に長い槍を投げつけるな。
§22.252ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς
さあ、まずお前たち六人が槍を投げよ。
§22.253δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
ゼウスがどこかでオデュッセウスを仕留め、我らが栄光を手にするのを許してくださるかもしれない。
§22.254τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
この男さえ倒れれば、他の者たちのことなど気にかけるに及ばない。
§22.255ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν,
」彼はこう言った。
§22.256ἱέμενοι·
そこで彼らは皆、彼が命じた通りに、勢いよく投げた。
τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
しかし、アテネはそれらすべてを無駄に終わらせた。
§22.257τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο §22.258βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν· §22.259ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
ある者は、頑丈に建てられた大広間の柱を撃ち、別の者は、ぴったりと閉まった扉を撃ち、また別の者の、青銅の重みのあるトネリコの槍は、壁に突き当たって落ちた。
§22.260αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων, §22.261τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς·
しかし、求婚者たちの槍をかわし終えると、不屈の高貴なオデュッセウスが、味方に向かって言葉を切り出した。
§22.262ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι §22.263μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν §22.264ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
「友よ、今こそ私は、我らもまた求婚者たちの群れの中へ槍を投げるべきだと言いたい、彼らは以前の数々の悪行に加えて、我らをも殺し尽くそうと躍起になっているのだから。
§22.265ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὀξέα δοῦρα
」彼はこう言った。
§22.266ἄντα τιτυσκόμενοι·
そこで彼らは皆、狙いを定めて、鋭い槍を投げた。
Δημοπτόλεμον μὲν Ὀδυσσεύς, §22.267Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης, §22.268Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
オデュッセウスはデモプトレモスを、テレマコスはエウリヤデスを、豚飼いはエラトスを、そして牛飼いの男はペイサンドロスを打ち倒した。
§22.269οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας,
彼らは皆一斉に、広大な床を歯で噛みしめた。
§22.270μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε·
求婚者たちは大広間の奥深くへと退いた。
§22.271τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
彼らは突進し、死体から槍を引き抜いた。
§22.272αὖτις δὲ μνηστῆρες ἀκόντισαν ὀξέα δοῦρα §22.273ἱέμενοι·
再び、求婚者たちは鋭い槍を投げつけた、勢いよく。
τὰ δὲ πολλὰ ἐτώσια θῆκεν Ἀθήνη.
だが、アテネはその多くを無駄に終わらせた。
§22.274τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο §22.275βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν·
ある者は頑丈な大広間の柱を撃ち、別の者はぴったりと閉まった扉を撃った。
§22.276ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
別の者の、青銅の重みのあるトネリコの槍は壁に当たって落ちた。
§22.277Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ §22.278λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
しかしアムピメドンは、テレマコスの手首の上をかすめるように撃ち、青銅が皮膚の表面を傷つけた。
§22.279Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ §22.280ὦμον ἐπέγραψεν·
クテシッポスはエウマイオスの盾の上から、長い槍でその肩をかすめた。
τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.
槍は彼を越えて飛び去り、地面に落ちた。
§22.281τοὶ δʼ αὖτʼ ἀμφʼ Ὀδυσῆα δαΐφρονα ποικιλομήτην, §22.282μνηστήρων ἐς ὅμιλον ἀκόντισαν ὀξέα δοῦρα.
彼らは再び、思慮深く知謀に長けたオデュッセウスを囲み、求婚者たちの群れの中へ鋭い槍を投げつけた。
§22.283ἔνθʼ αὖτʼ Εὐρυδάμαντα βάλε πτολίπορθος Ὀδυσσεύς, §22.284Ἀμφιμέδοντα δὲ Τηλέμαχος, Πόλυβον δὲ συβώτης·
そこで今度は、都市の破壊者オデュッセウスがエウリュダマスを撃ち、テレマコスはアムピメドンを、豚飼いはポリボスを撃ち倒した。

語釈・文法注

  1. 22.213παραιπεπίθῃσιν — アオリスト能動態三人称単数の接続法(ホメロス的長母音化、かつ尾部 `-ῃσι`)であり、文頭の否定小辞 `μή` とともに「説き伏せることがないように」という強い禁止・懸念を表す。214行の不定詞 `μάχεσθαι` および `ἀμυνέμεναι` がこの動詞に依存し、説得の具体的内容を記述する。
  2. 22.226οἵη ὅτʼ — 関係代名詞 `οἵη` は女性単数主格で、直前の `ἀλκή`(もしくは `μένος` を含めた主語概念)を先行詞とし、`οἵη ἦν`(〜であったようなそれ)という不完全な節を成す。さらに接続詞 `ὅτε`(〜の時)が続くことで、「(そなたがトロイア人と戦っていた)あの時の(勇気の)ような」という比較・回想の二重の省略構造を形成している。
  3. 22.235εὐεργεσίας ἀποτίνειν — 不定詞 `ἀποτίνειν`(報いること)は、234行の関係形容詞 `οἷός`(どのような性質の者か)に導かれる形容詞的・結果的な用法の不定詞。直訳すると「恩義に報いるに足るどのような者か」となり、敵対する男たちを前にして、メントルがどれほど忠実にオデュッセウスの過去の恩に報いるか、その性質と能力を叙述する。
  4. 22.262εἴποιμι καὶ ἄμμι — 助辞 `κεν`(262行)を伴う希求法 `εἴποιμι` は、「私としては〜と言いたい」という和らげられた主張・提案を表す。与格の `ἄμμι`(我々に、我々のために)は、後続する不定詞 `ἀκοντίσαι`(263行)の意味上の主語(対格不定詞の対格の代用、もしくは倫理与格的機能)として働き、全体として「我々もまた投槍すべきだと提案する」という意味構造を作る。

この箇所を引用する

ホメロス, オデュッセイア §22.212-22.284. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:22.212-22.284

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。