§22.212πρῶτος τήν γʼ ἐνένιπε Δαμαστορίδης Ἀγέλαος· §22.213Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς §22.214μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δέ οἱ αὐτῷ.
首先,达马斯托耳之子阿格劳斯责骂她道: “门托尔,别让奥德修斯用言语说服你,去与求婚者战斗,并去援助他自己。
§22.215ὧδε γὰρ ἡμέτερόν γε νόον τελέεσθαι ὀΐω· §22.216ὁππότε κεν τούτους κτέωμεν, πατέρʼ ἠδὲ καὶ υἱόν, §22.217ἐν δὲ σὺ τοῖσιν ἔπειτα πεφήσεαι, οἷα μενοινᾷς §22.218ἔρδειν ἐν μεγάροις· σῷ δʼ αὐτοῦ κράατι τίσεις.
因为我想,我们的意愿将如此实现:当我们杀死这些人,即父亲和儿子时,随之你也将死在他们之中,因你企图在大厅里所做的事;你将用你自己的生命付出代价。
§22.219αὐτὰρ ἐπὴν ὑμέων γε βίας ἀφελώμεθα χαλκῷ, §22.220κτήμαθʼ ὁπόσσα τοί ἐστι, τά τʼ ἔνδοθι καὶ τὰ θύρηφι, §22.221τοῖσιν Ὀδυσσῆος μεταμίξομεν· οὐδέ τοι υἷας §22.222ζώειν ἐν μεγάροισιν ἐάσομεν, οὐδέ θύγατρας §22.223οὐδʼ ἄλοχον κεδνὴν Ἰθάκης κατὰ ἄστυ πολεύειν.
然而,当我们用青铜夺走你们的力量后,你所有的财产,无论是屋内的还是屋外的,我们都将并入奥德修斯的财产中;我们既不容许你的儿子们在大厅里生活,也不容许你的女儿们和贤惠的妻子在伊萨卡的城里往来。
§22.224ὣς φάτʼ, Ἀθηναίη δὲ χολώσατο κηρόθι μᾶλλον, §22.225νείκεσσεν δʼ Ὀδυσῆα χολωτοῖσιν ἐπέεσσιν· §22.226οὐκέτι σοί γʼ, Ὀδυσεῦ, μένος ἔμπεδον οὐδέ τις ἀλκή §22.227οἵη ὅτʼ ἀμφʼ Ἑλένῃ λευκωλένῳ εὐπατερείῃ, §22.228εἰνάετες Τρώεσσιν ἐμάρναο νωλεμὲς αἰεί, §22.229πολλοὺς δʼ ἄνδρας ἔπεφνες ἐν αἰνῇ δηϊοτῆτι, §22.230σῇ δʼ ἥλω βουλῇ Πριάμου πόλις εὐρυάγυια.
” 他这样说,雅典娜心中更加恼怒,用愤怒的言语责备奥德修斯道: “奥德修斯,你不再拥有那坚如磐石的斗志和勇气了,正如当年为了那白臂的、高贵出身的海伦,你曾整整九年与特洛伊人一刻不停地战斗,并在可怕的战乱中杀死了许多男子,而普里阿摩斯那街道宽阔的城池也因你的计谋而被攻陷。
§22.231πῶς δὴ νῦν, ὅτε σόν τε δόμον καὶ κτήμαθʼ ἱκάνεις, §22.232ἄντα μνηστήρων ὀλοφύρεαι ἄλκιμος εἶναι;
如今,当你回到你自己的宅邸和财产前,你怎能在求婚者面前,哀叹自己不能展现勇武?
§22.233ἀλλʼ ἄγε δεῦρο, πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον, §22.234ὄφρʼ εἰδῇς οἷός τοι ἐν ἀνδράσι δυσμενέεσσιν §22.235Μέντωρ Ἀλκιμίδης εὐεργεσίας ἀποτίνειν.
来吧,朋友,站在我身旁,看看我的作为,好让你知道,在面对敌对的男子们时,阿尔基摩斯之子门托尔是如何报答恩惠的。
§22.236ἦ ῥα, καὶ οὔ πω πάγχυ δίδου ἑτεραλκέα νίκην, §22.237ἀλλʼ ἔτʼ ἄρα σθένεός τε καὶ ἀλκῆς πειρήτιζεν §22.238ἠμὲν Ὀδυσσῆος ἠδʼ υἱοῦ κυδαλίμοιο.
” 她说着,但尚未将扭转战局的胜利完全赐予他们,反而依然在考验着他们的力量和斗志,无论是奥德修斯还是他那光荣的儿子。
而她自己飞上了那被烟熏黑的大厅房梁,飞身落在上面,其形貌宛如一只燕子。
§22.241μνηστῆρας δʼ ὤτρυνε Δαμαστορίδης Ἀγέλαος, §22.242Εὐρύνομός τε καὶ Ἀμφιμέδων Δημοπτόλεμός τε, §22.243Πείσανδρός τε Πολυκτορίδης Πόλυβός τε δαΐφρων· §22.244οἱ γὰρ μνηστήρων ἀρετῇ ἔσαν ἔξοχʼ ἄριστοι, §22.245ὅσσοι ἔτʼ ἔζωον περί τε ψυχέων ἐμάχοντο· §22.246τοὺς δʼ ἤδη ἐδάμασσε βιὸς καὶ ταρφέες ἰοί.
而求婚者们则受到达马斯托耳之子阿格劳斯的鼓舞,以及尤里诺莫斯、阿姆菲梅东和德莫普托莱莫斯,还有聚克托耳之子佩桑德罗斯,以及聪慧的波里玻斯;因为在依然存活并为生命而战的求婚者中,他们在武勇上是最杰出的;而其余的人已被强弓和密集的箭矢击倒。
§22.247τοῖς δʼ Ἀγέλεως μετέειπεν, ἔπος πάντεσσι πιφαύσκων· §22.248ὦ φίλοι, ἤδη σχήσει ἀνὴρ ὅδε χεῖρας ἀάπτους· §22.249καὶ δή οἱ Μέντωρ μὲν ἔβη κενὰ εὔγματα εἰπών, §22.250οἱ δʼ οἶοι λείπονται ἐπὶ πρώτῃσι θύρῃσι.
阿格劳斯对他们说话,向众人宣告他的言语: “朋友们,现在这个男人终于要停下他那不可阻挡的双手了;看啊,门托尔说了些空洞的大话便离他而去,而他们孤零零地留在了最前方的门前。
§22.251τῷ νῦν μὴ ἅμα πάντες ἐφίετε δούρατα μακρά, §22.252ἀλλʼ ἄγεθʼ οἱ ἓξ πρῶτον ἀκοντίσατʼ, αἴ κέ ποθι Ζεὺς §22.253δώῃ Ὀδυσσῆα βλῆσθαι καὶ κῦδος ἀρέσθαι.
因此,现在大家不要一齐投出长枪,来吧,你们六人先投枪,看宙斯是否会赐予我们击中奥德修斯并赢得荣耀的机会。
§22.254τῶν δʼ ἄλλων οὐ κῆδος, ἐπὴν οὗτός γε πέσῃσιν.
一旦他倒下,其余的人便不值一提。
§22.255ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκόντισαν ὡς ἐκέλευεν, §22.256ἱέμενοι· τὰ δὲ πάντα ἐτώσια θῆκεν Ἀθήνη,
” 他这样说,于是他们都照他的吩咐投出了长枪,满怀渴望;但雅典娜让这一切都化为乌有。
§22.257τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο §22.258βεβλήκει, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν· §22.259ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
其中一人击中了建造坚固的大厅的柱子,另一人击中了那扇紧闭的门;还有一人的重青铜梣木枪落在了墙上。
§22.260αὐτὰρ ἐπεὶ δὴ δούρατʼ ἀλεύαντο μνηστήρων, §22.261τοῖς δʼ ἄρα μύθων ἦρχε πολύτλας δῖος Ὀδυσσεύς· §22.262ὦ φίλοι, ἤδη μέν κεν ἐγὼν εἴποιμι καὶ ἄμμι §22.263μνηστήρων ἐς ὅμιλον ἀκοντίσαι, οἳ μεμάασιν §22.264ἡμέας ἐξεναρίξαι ἐπὶ προτέροισι κακοῖσιν.
然而,当他们避开了求婚者们的投枪后,备尝艰辛的高贵奥德修斯向同伴们开口说道: “朋友们,现在我想说,我们也该向求婚者的人群中投枪了,他们正急于在我们先前的苦难之外,还要将我们赶尽杀绝。
” 他这样说,于是他们都瞄准前方,投出了锋利的枪。
Δημοπτόλεμον μὲν Ὀδυσσεύς, §22.267Εὐρυάδην δʼ ἄρα Τηλέμαχος, Ἔλατον δὲ συβώτης, §22.268Πείσανδρον δʼ ἄρʼ ἔπεφνε βοῶν ἐπιβουκόλος ἀνήρ.
奥德修斯击中了德莫普托莱莫斯,特勒马科斯击中了尤里阿德斯,牧猪奴击中了埃拉托斯,而放牛的人则杀死了佩桑德罗斯。
§22.269οἱ μὲν ἔπειθʼ ἅμα πάντες ὀδὰξ ἕλον ἄσπετον οὖδας, §22.270μνηστῆρες δʼ ἀνεχώρησαν μεγάροιο μυχόνδε· §22.271τοὶ δʼ ἄρʼ ἐπήϊξαν, νεκύων δʼ ἐξ ἔγχεʼ ἕλοντο.
然后,他们所有人一齐用牙齿咬住了宽广的地面,求婚者们退缩到大厅的深处;而他们则冲上前去,从尸体上取回了长枪。
求婚者们再次投出锋利的枪,渴望着;但雅典娜使其中大多数化为乌有。
§22.274τῶν ἄλλος μὲν σταθμὸν ἐϋσταθέος μεγάροιο §22.275βεβλήκειν, ἄλλος δὲ θύρην πυκινῶς ἀραρυῖαν· §22.276ἄλλου δʼ ἐν τοίχῳ μελίη πέσε χαλκοβάρεια.
其中一人击中了建造坚固的大厅的柱子,另一人击中了那扇紧闭的门;还有一人的重青铜梣木枪落在了墙上。
§22.277Ἀμφιμέδων δʼ ἄρα Τηλέμαχον βάλε χεῖρʼ ἐπὶ καρπῷ §22.278λίγδην, ἄκρον δὲ ῥινὸν δηλήσατο χαλκός.
然而,阿姆菲梅东击中了特勒马科斯的手腕,只是擦伤,青铜仅伤及了皮肤表层。
§22.279Κτήσιππος δʼ Εὔμαιον ὑπὲρ σάκος ἔγχεϊ μακρῷ §22.280ὦμον ἐπέγραψεν· τὸ δʼ ὑπέρπτατο, πῖπτε δʼ ἔραζε.
克特希波斯用长枪从盾牌上方擦过了尤麦奥斯的肩膀;但枪飞掠而过,落在了地上。