Humanitext Reader

ホメロス · オデュッセイア §22.141-22.211

メランティオスの捕縛とメントルに扮するアテネ

156 / 173 箇所 · ギリシア語

要旨

メランティオスが求婚者たちのために武器庫から武器を調達するが、オデュッセウスの指示を受けたエウマイオスらに捕らえられ、天井近くに吊るされる。そこへアテネがメントルの姿で現れ、オデュッセウスは加勢を求める。

§22.141τεύχεα κατθέσθην Ὀδυσεὺς καὶ φαίδιμος υἱός.
(そこは)オデュッセウスと彼の輝かしい息子が武具を置いておいた場所であった。
§22.142ὣς εἰπὼν ἀνέβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, §22.143εἰς θαλάμους Ὀδυσῆος ἀνὰ ῥῶγας μεγάροιο.
そう言って、山羊飼いのメランティオスは、大広間の通気口を通ってオデュッセウスの宝物庫へと登っていった。
§22.144ἔνθεν δώδεκα μὲν σάκεʼ ἔξελε, τόσσα δὲ δοῦρα §22.145καὶ τόσσας κυνέας χαλκήρεας ἱπποδασείας·
そこから彼は十二枚の盾、同数の槍、そして同数の、青銅製で馬毛の総飾りのある兜を取り出した。
§22.146βῆ δʼ ἴμεναι, μάλα δʼ ὦκα φέρων μνηστῆρσιν ἔδωκεν.
彼はそれらを持って戻り、非常に素早く求婚者たちに与えた。
§22.147καὶ τότʼ Ὀδυσσῆος λύτο γούνατα καὶ φίλον ἦτορ, §22.148ὡς περιβαλλομένους ἴδε τεύχεα χερσί τε δοῦρα §22.149μακρὰ τινάσσοντας·
そのとき、オデュッセウスの膝と愛する心は崩れ落ちた、彼らが武具を身につけ、手に長い槍を振るっているのを見たときに。
μέγα δʼ αὐτῷ φαίνετο ἔργον.
彼にとって事態は重大に見えた。
§22.150αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
彼はすぐにテレマコスに翼ある言葉を語りかけた。
§22.151Τηλέμαχʼ, ἦ μάλα δή τις ἐνὶ μεγάροισι γυναικῶν §22.152νῶϊν ἐποτρύνει πόλεμον κακὸν ἠὲ Μελανθεύς.
「テレマコスよ、大広間の女たちの誰かが、あるいはメランティオスが、私たちに対してこの災いなる戦いを煽り立てているに違いない。
§22.153τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」これに対して、思慮深いテレマコスが答えて言った。
§22.154ὦ πάτερ, αὐτὸς ἐγὼ τόδε γʼ ἤμβροτον—οὐδέ τις ἄλλος
「父上、私自身がここで過ちを犯しました。 他の誰のせいでもありません。
§22.155αἴτιος—ὃς θαλάμοιο θύρην πυκινῶς ἀραρυῖαν §22.156κάλλιπον ἀγκλίνας·
宝物庫のぴったりと閉まる扉を、私は半開きにしたままにしておいたのです。
τῶν δὲ σκοπὸς ἦεν ἀμείνων.
彼らの側の見張りの方が優れていました。
§22.157ἀλλʼ ἴθι, δῖʼ Εὔμαιε, θύρην ἐπίθες θαλάμοιο §22.158καὶ φράσαι ἤ τις ἄρʼ ἐστὶ γυναικῶν ἣ τάδε ῥέζει,
だが行ってくれ、高貴なエウマイオスよ、宝物庫の扉を閉めて、これをしているのが女たちの誰なのか、あるいはドリオスの子メランティオスなのかを見極めてくれ。
§22.159ἢ υἱὸς Δολίοιο, Μελανθεύς, τόν περ ὀΐω.
私は彼だと思うが。
§22.160ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον, §22.161βῆ δʼ αὖτις θάλαμόνδε Μελάνθιος, αἰπόλος αἰγῶν, §22.162οἴσων τεύχεα καλά.
」彼らがこのように互いに語り合っていると、山羊飼いのメランティオスは、美しい武具をさらに持ってこようと、再び宝物庫へと向かった。
νόησε δὲ δῖος ὑφορβός, §22.163αἶψα δʼ Ὀδυσσῆα προσεφώνεεν ἐγγὺς ἐόντα·
高貴な豚飼いがこれに気づき、すぐに近くにいたオデュッセウスに呼びかけた。
§22.164διογενὲς Λαερτιάδη, πολυμήχανʼ Ὀδυσσεῦ, §22.165κεῖνος δʼ αὖτʼ ἀΐδηλος ἀνήρ, ὃν ὀϊόμεθʼ αὐτοί, §22.166ἔρχεται ἐς θάλαμον·
「ゼウスから生まれたラエルテスの子、知謀に長けたオデュッセウスよ、あの破滅をもたらす男、私たちがまさに疑っているあの男が、再び宝物庫へと向かっています。
σὺ δέ μοι νημερτὲς ἐνίσπες, §22.167ἤ μιν ἀποκτείνω, αἴ κε κρείσσων γε γένωμαι, §22.168ἦε σοὶ ἐνθάδʼ ἄγω, ἵνʼ ὑπερβασίας ἀποτίσῃ §22.169πολλάς, ὅσσας οὗτος ἐμήσατο σῷ ἐνὶ οἴκῳ.
私に確かなことを告げてください、もし私が彼より強ければ、彼を殺すべきでしょうか、それとも、彼があなたの館で企てた多くの不埒な行いの報いを受けさせるために、ここに連れてくるべきでしょうか。
§22.170τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
」これに答えて、知略に富むオデュッセウスが言った。
§22.171ἦ τοι ἐγὼ καὶ Τηλέμαχος μνηστῆρας ἀγαυοὺς §22.172σχήσομεν ἔντοσθεν μεγάρων, μάλα περ μεμαῶτας.
「確かに私とテレマコスが、誇り高き求婚者たちを大広間の内側に食い止めておこう、彼らがどれほど激しく立ち向かおうとも。
§22.173σφῶϊ δʼ ἀποστρέψαντε πόδας καὶ χεῖρας ὕπερθεν §22.174ἐς θάλαμον βαλέειν, σανίδας δʼ ἐκδῆσαι ὄπισθε,
お前たち二人は、彼の足と手を後ろ手に縛り上げ、宝物庫の中に投げ込んで、後ろから戸板を固く縛りつけよ。
§22.175σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε §22.176κίονʼ ἀνʼ ὑψηλὴν ἐρύσαι πελάσαι τε δοκοῖσιν, §22.177ὥς κεν δηθὰ ζωὸς ἐὼν χαλέπʼ ἄλγεα πάσχῃ·
そして編んだロープを彼自身に結びつけ、高い柱に沿って引き上げて、梁の近くまで吊るし上げよ、彼が生きたまま長く、激しい苦痛を味わうように。
§22.178ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
」彼はこう言い、彼らは彼の言葉をよく聞き、従った。
§22.179βὰν δʼ ἴμεν ἐς θάλαμον, λαθέτην δέ μιν ἔνδον ἐόντα.
彼らは宝物庫へと向かったが、中にいた彼は二人に気づかなかった。
§22.180ἦ τοι ὁ μὲν θαλάμοιο μυχὸν κάτα τεύχεʼ ἐρεύνα, §22.181τὼ δʼ ἔσταν ἑκάτερθε παρὰ σταθμοῖσι μένοντε.
彼は宝物庫の奥深くで武具を探し回っており、二人は戸口の両脇に立って待ち構えていた。
§22.182εὖθʼ ὑπὲρ οὐδὸν ἔβαινε Μελάνθιος, αἰπόλος αἰγῶν, §22.183τῇ ἑτέρῃ μὲν χειρὶ φέρων καλὴν τρυφάλειαν, §22.184τῇ δʼ ἑτέρῃ σάκος εὐρὺ γέρον, πεπαλαγμένον ἄζῃ, §22.185Λαέρτεω ἥρωος, ὃ κουρίζων φορέεσκε·
山羊飼いのメランティオスが敷居をまたいで出てくるとき、片方の手には美しい兜を、もう片方の手には、汚れで汚れた、古くて広い盾を運んでいた、英雄ラエルテスが、若い頃に身につけていたものを。
§22.186δὴ τότε γʼ ἤδη κεῖτο, ῥαφαὶ δὲ λέλυντο ἱμάντων·
そのときはすでに打ち捨てられており、革帯の縫い目も解けていた。
§22.187τὼ δʼ ἄρʼ ἐπαΐξανθʼ ἑλέτην ἔρυσάν τέ μιν εἴσω §22.188κουρίξ, ἐν δαπέδῳ δὲ χαμαὶ βάλον ἀχνύμενον κῆρ,
二人は襲いかかって彼を捕らえ、中に引きずり込み、髪を掴んで、悲痛な心の彼を床の上に投げ倒した。
§22.189σὺν δὲ πόδας χεῖράς τε δέον θυμαλγέϊ δεσμῷ §22.190εὖ μάλʼ ἀποστρέψαντε διαμπερές, ὡς ἐκέλευσεν
そして足と手を、心を引き裂くような縛り縄で縛った、完全に後ろ手にねじ上げて。
§22.191υἱὸς Λαέρταο, πολύτλας δῖος Ὀδυσσεύς·
ラエルテスの子、不屈にして高貴なオデュッセウスが命じた通りに。
§22.192σειρὴν δὲ πλεκτὴν ἐξ αὐτοῦ πειρήναντε §22.193κίονʼ ἀνʼ ὑψηλὴν ἔρυσαν πέλασάν τε δοκοῖσι.
そして編んだロープを彼自身に結びつけ、高い柱に沿って引き上げて、梁の近くに吊るし上げた。
§22.194τὸν δʼ ἐπικερτομέων προσέφης, Εὔμαιε συβῶτα·
そして彼を嘲りながら、お前はこう言った、豚飼いのエウマイオスよ。
§22.195νῦν μὲν δὴ μάλα πάγχυ, Μελάνθιε, νύκτα φυλάξεις, §22.196εὐνῇ ἔνι μαλακῇ καταλέγμενος, ὥς σε ἔοικεν·
「メランティオスよ、今やまさにお前は夜通し見張りをすることになるな、お前にふさわしい、ふかふかのベッドに横たわって。
§22.197οὐδέ σέ γʼ ἠριγένεια παρʼ Ὠκεανοῖο ῥοάων §22.198λήσει ἐπερχομένη χρυσόθρονος, ἡνίκʼ ἀγινεῖς §22.199αἶγας μνηστήρεσσι δόμον κάτα δαῖτα πένεσθαι.
そして、オケアノスの流れから昇ってくる黄金の玉座の暁の女神が、お前を通り過ぎることはないだろう、お前が求婚者たちのために山羊たちを館へと連れてきて、宴会の準備をするその時刻に。
§22.200ὣς ὁ μὲν αὖθι λέλειπτο, ταθεὶς ὀλοῷ ἐνὶ δεσμῷ·
」こうして彼は破滅的な縛り縄に吊るされたまま、そこに残された。
§22.201τὼ δʼ ἐς τεύχεα δύντε, θύρην ἐπιθέντε φαεινήν, §22.202βήτην εἰς Ὀδυσῆα δαΐφρονα, ποικιλομήτην.
二人は武具を身につけ、輝く扉を閉めると、思慮深く知謀に長けたオデュッセウスのもとへと向かった。
§22.203ἔνθα μένος πνείοντες ἐφέστασαν, οἱ μὲν ἐπʼ οὐδοῦ
そこで彼らは闘志をたぎらせて立ち並んだ。
§22.204τέσσαρες, οἱ δʼ ἔντοσθε δόμων πολέες τε καὶ ἐσθλοί.
ある者は敷居の上に四人、またある者は館の内側に、多数の優れた者たちが。
§22.205τοῖσι δʼ ἐπʼ ἀγχίμολον θυγάτηρ Διὸς ἦλθεν Ἀθήνη, §22.206Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν.
彼らの近くへ、ゼウスの娘アテネがやってきた、姿も声もメントルに似せて。
§22.207τὴν δʼ Ὀδυσεὺς γήθησεν ἰδὼν καὶ μῦθον ἔειπε·
オデュッセウスは彼女を見て喜び、言葉をかけた。
§22.208Μέντορ, ἄμυνον ἀρήν, μνῆσαι δʼ ἑτάροιο φίλοιο,
「メントルよ、災いを防いでくれ。
§22.209ὅς σʼ ἀγαθὰ ῥέζεσκον·
そして愛する友を思い出してくれ、お前に善いことをしてやった私を。
ὁμηλικίην δέ μοί ἐσσι.
お前は私と同い年なのだから。
§22.210ὣς φάτʼ, ὀϊόμενος λαοσσόον ἔμμεν Ἀθήνην.
」彼はそう言ったが、彼女が軍勢を奮い立たせるアテネであることを察していた。
§22.211μνηστῆρες δʼ ἑτέρωθεν ὁμόκλεον ἐν μεγάροισι·
一方、求婚者たちも反対側から大広間の中で脅した。

語釈・文法注

  1. §22.141κατθέσθην — 3人称双数アオリスト中動態直説法で、オデュッセウスとテレマコスの二人が武具を収めておいた行為を指す。直前のメランティオスの台詞における「そこ」を示す関係代名詞が省略された間接的な名詞節。
  2. §22.152νῶϊν — 1人称双数与格代名詞で、「私たち二人のために」または「私たちに対して」という意味。不利益・影響の与格として動詞 ἐποτρύνει(煽り立てる、助ける)にかかる。
  3. §22.156τῶν — 指示代名詞または関係代名詞の属格複数形で、ここでは求婚者たち(あるいはメランティオスの一味)を指す。「彼らの側の見張りの方が(自分より)優れていた」という比較の文脈における所有属格。
  4. §22.173βαλέειν — 続く ἐκδῆσαι や ἐρύσαι とともに、主動詞のない不定詞。ここでは命令のニュアンスを持つ「命令不定詞(infinitivus imperativus)」として機能しており、オデュッセウスから従者たちへの指示を表す。
  5. §22.179λαθέτην — 3人称双数アオリスト能動態動詞。主語は二人の下僕(エウマイオスとフィロイティオス)で、目的語はメランティオス(μιν)。「二人は彼に気づかれずに中に入った」という、分詞や他の動詞を伴わない λανθάνω の双数形での特殊な用法。
  6. §22.194προσέφης — 2人称単数未完了過去形。叙事詩の中で詩人が特定の登場人物(ここでは豚飼いエウマイオス)に対して直接語りかける「アポストロフィ(呼格の語りかけ)」の技法であり、聴衆の感情移入を誘う。

この箇所を引用する

ホメロス, オデュッセイア §22.141-22.211. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:22.141-22.211

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。