Humanitext Reader

ホメロス · オデュッセイア §21.148-21.218

求婚者たちの失敗と下僕たちへの正体の開示

150 / 173 箇所 · ギリシア語

要旨

占い師レイオデスをはじめとする求婚者たちが次々と弓を張ることに失敗し、アンティノオスは弓を温めて脂を塗るよう命じる。その間にオデュッセウスは忠実な牛飼いと豚飼いを外へ連れ出し、自らの正体を明かす。

§21.148ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
まさに彼がその時最初に弓と鋭い矢を手にした。
§21.149στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν, §21.150οὐδέ μιν ἐντάνυσε·
彼は敷居の上に歩み寄って立ち、弓を試みた、しかしそれを張ることはできなかった。
πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων §21.151ἀτρίπτους ἁπαλάς·
というのも、まだ労働に擦れていない柔らかい手が、引き絞るうちにその前に疲れてしまったからだ。
μετὰ δὲ μνηστῆρσιν ἔειπεν·
そして彼は求婚者たちに語った。
§21.152ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
「友よ、私には張れない。 他の誰かが受け取るがよい。
§21.153πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει
というのも、この弓は多くの勇士たちから心と命を奪うことになるだろうからだ。
§21.154θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι §21.155τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ §21.156ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
なぜなら、生きていながら(望むものを)失い続け、そのために私たちが毎日ここに集い、来る日も来る日も待ち望んでいるよりは、死んでしまう方がはるかにましだからだ。
§21.157νῦν μέν τις καὶ ἔλπετʼ ἐνὶ φρεσὶν ἠδὲ μενοινᾷ §21.158γῆμαι Πηνελόπειαν, Ὀδυσσῆος παράκοιτιν.
今は誰もが心の中で期待し、オデュッセウスの妻ペネロペイアを娶ることを切望している。
§21.159αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται, §21.160ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων §21.161μνάσθω ἐέδνοισιν διζήμενος·
しかし、弓を試し、それを見たならば、その時はむしろ、美しい衣をまとった他のアカイアの女性を結納品を携えて探し、求婚するがよい。
ἡ δέ κʼ ἔπειτα §21.162γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
そして彼女はそののち、最も多くの贈り物を差し出し、運命づけられた夫として来る者と結婚すればよいのだ。
§21.163ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε, §21.164κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν, §21.165αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ,
」彼はこう語り、自分から離して弓を置き、よく磨かれた接合された板に立てかけ、そのすぐそばに、鋭い矢を美しい掛け金に立てかけた。
§21.166ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
そして再び、自分が立ち上がった椅子に腰を下ろした。
§21.167Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
アンティノオスは彼を叱り、言葉をかけて言った。
§21.168Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, §21.169δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων—
「レイオデスよ、なんという言葉があなたの歯の垣根を逃れ出たのか、恐ろしく、また耐え難い言葉が。
§21.170εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει §21.171θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
――私はそれを聞いて憤りを覚える―― もし本当にこの弓が、ただあなたに張ることができないというだけで、勇士たちから心と命を奪うことになるというなら。
§21.172οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ §21.173οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν·
というのも、あなたの尊い母は、あなたを弓を引き、矢を放つ者となるような者としては産まなかったからだ。
§21.174ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
だが、他の誇り高き求婚者たちが、すぐに張るであろう。
§21.175ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν·
」彼はこう語り、山羊飼いメランティオスに命じた。
§21.176ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ, §21.177πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ, §21.178ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος, §21.179ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ, §21.180τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
「さあ、火を焚くのだ、館の中に、メランティオスよ、そしてその傍らに大きな椅子を置き、その上に羊の皮を敷き、中にある脂身の大きな塊を持って来い、若者たちが(弓を)温め、脂を塗り、弓を試みて、競技を終えるために。
§21.181ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ, §21.182πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ, §21.183ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
」彼はこう言った。 メランティオスはすぐに衰えぬ火を燃え立たせ、椅子を持ってきて置き、その上に羊の皮を敷き、中にある脂身の大きな塊を持って来た。
§21.184τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ·
若者たちはそれで温めて試みた。
οὐδʼ ἐδύναντο
しかし、できなかった、張ることは。
§21.185ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
彼らは力において大いに及ばなかったからである。
§21.186Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής, §21.187ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
だが、アンティノオスと神のようなエウリュマコスはまだ控えていた、求婚者たちの首領であり、彼らは実力において際立って優れていた。
§21.188τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω §21.189βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο·
一方、二人一緒に連れ立って家から出て行った、高貴なオデュッセウスの牛飼いと豚飼いが。
§21.190ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
そして彼らの後を追って、気高いオデュッセウス自身も家から出て行った。
§21.191ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς, §21.192φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι·
しかし、彼らが扉と中庭の外に出たその時、彼は声をかけ、穏やかな言葉で彼らに語りかけた。
§21.193βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
「牛飼いよ、そしてお前も、豚飼いよ、何か言葉を言ってもよいだろうか、それとも自分の中に隠しておくべきか。
§21.194ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
だが、心は私に話すことを命じている。
§21.195ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι
お前たちは、オデュッセウスを助けて戦うために、どのような者となるか。
§21.196ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
もし彼がこのように全く突然に戻ってきて、どこかの神が彼を連れてきたなら。
§21.197ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;
お前たちは求婚者たちを助けるか、それともオデュッセウスを助けるか。
§21.198εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.
お前たちの心と魂が命じるままに語るがよい。
§21.199τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ·
」彼に、牛飼いの頭が再び語りかけた。
§21.200Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ, §21.201ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
「父なるゼウスよ、願わくはあなたがこの望みを遂げさせてくださいますように、あの主君が戻り、神が彼を導いてくださいますように。
§21.202γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
そうすれば、私の力がどのようなものか、この手がどのように付き従うかをお分かりになるでしょう。
§21.203ὣς δʼ αὔτως Εὔμαιος ἐπεύχετο πᾶσι θεοῖσι §21.204νοστῆσαι Ὀδυσῆα πολύφρονα ὅνδε δόμονδε.
」同じようにエウマイオスもすべての神々に祈った、知慮に富むオデュッセウスが彼自身の家へ帰還することを。
§21.205αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω, §21.206ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν·
しかし、彼らの真実の心を十分に知るやいなや、彼は再び言葉を返し、彼らに語りかけた。
§21.207ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας
「その私自身が、まさにここにいるのだ。
§21.208ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
多くの苦難を味わい、二十年目に祖国の地に帰ってきた。
§21.209γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω §21.210οἴοισι δμώων·
そして私は知っている、お前たち二人が切望しているところに私が戻ったことを、召使たちの中でただお前たち二人だけが(そう望んでいたことを)。
τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα §21.211εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
他の者からは誰一人として聞かなかったからだ、私が再び家へと戻ってくることを祈る声を。
§21.212σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
お前たち二人には、まさにその通りになるであろう真実を語ろう。
§21.213εἴ χʼ ὑπʼ ἐμοί γε θεὸς δαμάσῃ μνηστῆρας ἀγαυούς, §21.214ἄξομαι ἀμφοτέροις ἀλόχους καὶ κτήματʼ ὀπάσσω §21.215οἰκία τʼ ἐγγὺς ἐμεῖο τετυγμένα·
もし神が私の手によって、誇り高き求婚者たちを屈服させてくださるなら、お前たち二人のために妻を娶らせ、財産を与え、私の近くに建てられた家を与えよう。
καί μοι ἔπειτα §21.216Τηλεμάχου ἑτάρω τε κασιγνήτω τε ἔσεσθον.
そしてお前たちは、そののちはテレマコスの友となり、兄弟のようになるであろう。
§21.217εἰ δʼ ἄγε δή, καὶ σῆμα ἀριφραδὲς ἄλλο τι δείξω, §21.218ὄφρα μʼ ἐῢ γνῶτον πιστωθῆτόν τʼ ἐνὶ θυμῷ,
さあ、さらにもう一つの明らかな証拠をお前たちに見せよう、お前たちが私をはっきりと認め、心の中で確信を持つために、

語釈・文法注

  1. 21.153κεκαδήσει — 未来形 κεκαδήσει は κήδω(苦しめる、奪う)の畳音を伴う初期詩特有の未来形であり、分離の属格 θυμοῦ καὶ ψυχῆς(「心と命から」)を支配している。
  2. 21.193ἔπος τί κε μυθησαίμην, ἦ αὐτὸς κεύθω; — 前者の ἔπος τί κε μυθησαίμην は希求法+κε による婉曲的な表現(「何かお話ししてもよいでしょうか」)であり、後者の ἦ αὐτὸς κεύθω; は接続法による熟慮疑問(「それとも自分の中に隠しておくべきでしょうか」)である。話者オデュッセウスの慎重な心理が異なる法の対比によって描かれている。
  3. 21.209σφῶϊν ἐελδομένοισιν ἱκάνω — 与格 σφῶϊν ἐελδομένοισιν は、動詞 ἱκάνω(達する、戻る)に対する関係において「あなた方二人が待ち望んでいるところに戻ってきた」という関係の与格、あるいは目的地を表す与格のニュアンスを持つ。分詞 ἐελδομένοισιν がこれを修飾している。

この箇所を引用する

ホメロス, オデュッセイア §21.148-21.218. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:21.148-21.218

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。