§21.148ὅς ῥα τότε πρῶτος τόξον λάβε καὶ βέλος ὠκύ.
此时他最先拿起了弓和那支锐利的箭。
§21.149στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰὼν καὶ τόξου πειρήτιζεν, §21.150οὐδέ μιν ἐντάνυσε· πρὶν γὰρ κάμε χεῖρας ἀνέλκων §21.151ἀτρίπτους ἁπαλάς·
他走上前,站在门槛上开始试弓,但他没能拉开它;因为在此之前,他在拉弓时手就酸痛了,那是一双未受劳作磨练、娇嫩的手。
μετὰ δὲ μνηστῆρσιν ἔειπεν· §21.152ὦ φίλοι, οὐ μὲν ἐγὼ τανύω, λαβέτω δὲ καὶ ἄλλος.
接着他对求婚者们说道: “朋友们,我确实拉不开它,让别的人也来试试吧。
§21.153πολλοὺς γὰρ τόδε τόξον ἀριστῆας κεκαδήσει §21.154θυμοῦ καὶ ψυχῆς, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστι §21.155τεθνάμεν ἢ ζώοντας ἁμαρτεῖν, οὗθʼ ἕνεκʼ αἰεὶ §21.156ἐνθάδʼ ὁμιλέομεν, ποτιδέγμενοι ἤματα πάντα.
因为这张弓将会夺去许多勇士的心志与生命,因为活着却失去我们一直在此聚集、日复一日等待的东西,倒不如死掉要好得多。
现在确实有人在心中期待并渴望着娶奥德修斯的妻子裴涅罗佩。
§21.159αὐτὰρ ἐπὴν τόξου πειρήσεται ἠδὲ ἴδηται, §21.160ἄλλην δή τινʼ ἔπειτα Ἀχαιϊάδων εὐπέπλων §21.161μνάσθω ἐέδνοισιν διζήμενος· ἡ δέ κʼ ἔπειτα §21.162γήμαιθʼ ὅς κε πλεῖστα πόροι καὶ μόρσιμος ἔλθοι.
但当他试过这张弓并看清现实后,那时就让他带着聘礼去寻找、求娶其他身着美服的阿开亚女子吧;而她(裴涅罗佩)随后就可以嫁给那个提供聘礼最多、且作为命中注定的丈夫前来的人。
§21.163ὣς ἄρʼ ἐφώνησεν καὶ ἀπὸ ἕο τόξον ἔθηκε, §21.164κλίνας κολλητῇσιν ἐϋξέστῃς σανίδεσσιν, §21.165αὐτοῦ δʼ ὠκὺ βέλος καλῇ προσέκλινε κορώνῃ, §21.166ἂψ δʼ αὖτις κατʼ ἄρ ἕζετʼ ἐπὶ θρόνου ἔνθεν ἀνέστη.
” 他这样说着,便把弓从身上放落,将其靠在打磨光滑、拼接紧密的门板上,并在旁边将锐利的箭靠在美丽的门把手旁,随后又坐回了他刚刚站起的那张椅子上。
§21.167Ἀντίνοος δʼ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §21.168Λειῶδες, ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων, §21.169δεινόν τʼ ἀργαλέον τε, —νεμεσσῶμαι δέ τʼ ἀκούων— §21.170εἰ δὴ τοῦτό γε τόξον ἀριστῆας κεκαδήσει §21.171θυμοῦ καὶ ψυχῆς, ἐπεὶ οὐ δύνασαι σὺ τανύσσαι.
安提诺乌斯则斥责他,开口说道: “雷奥得斯,什么样的话竟逃过了你的牙关,这可怕而令人痛苦的话,——我听了都感到愤慨—— 难道这张弓只因为你无法拉开,就会夺去勇士们的心志与生命吗?
§21.172οὐ γάρ τοί σέ γε τοῖον ἐγείνατο πότνια μήτηρ §21.173οἷόν τε ῥυτῆρα βιοῦ τʼ ἔμεναι καὶ ὀϊστῶν· §21.174ἀλλʼ ἄλλοι τανύουσι τάχα μνηστῆρες ἀγαυοί.
因为你尊贵的母亲并没有把你生得能成为拉弓射箭之人的料;但其他高傲的求婚者们很快就会把弓拉开。
§21.175ὣς φάτο, καί ῥʼ ἐκέλευσε Μελάνθιον, αἰπόλον αἰγῶν· §21.176ἄγρει δή, πῦρ κῆον ἐνὶ μεγάροισι, Μελανθεῦ, §21.177πὰρ δὲ τίθει δίφρον τε μέγαν καὶ κῶας ἐπʼ αὐτοῦ, §21.178ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος, §21.179ὄφρα νέοι θάλποντες, ἐπιχρίοντες ἀλοιφῇ, §21.180τόξου πειρώμεσθα καὶ ἐκτελέωμεν ἄεθλον.
” 他这样说,便命令山羊倌美兰提俄斯: “快,在殿里生起火来,美兰提俄斯,并在火旁放一把大椅子,在上面铺上羊皮,再从里面拿出一大块脂油,好让年轻人温热弓身,涂抹脂油,然后我们试弓,并结束这场竞技。
§21.181ὣς φάθʼ, ὁ δʼ αἶψʼ ἀνέκαιε Μελάνθιος ἀκάματον πῦρ, §21.182πὰρ δὲ φέρων δίφρον θῆκεν καὶ κῶας ἐπʼ αὐτοῦ, §21.183ἐκ δὲ στέατος ἔνεικε μέγαν τροχὸν ἔνδον ἐόντος·
” 他这样说,美兰提俄斯便立刻燃起不熄的烈火,搬来椅子放好,在上面铺上羊皮,并且从里面拿出了那大块脂油。
§21.184τῷ ῥα νέοι θάλποντες ἐπειρῶντʼ· οὐδʼ ἐδύναντο §21.185ἐντανύσαι, πολλὸν δὲ βίης ἐπιδευέες ἦσαν.
年轻人们便用它温热弓并进行尝试;但他们无法拉开它,因为他们的力量大有欠缺。
§21.186Ἀντίνοος δʼ ἔτʼ ἐπεῖχε καὶ Εὐρύμαχος θεοειδής, §21.187ἀρχοὶ μνηστήρων· ἀρετῇ δʼ ἔσαν ἔξοχʼ ἄριστοι.
但安提诺乌斯和神一样的欧律马科斯依然按兵不动,他们是求婚者们的首领;他们的本领也是出类拔萃的。
§21.188τὼ δʼ ἐξ οἴκου βῆσαν ὁμαρτήσαντες ἅμʼ ἄμφω §21.189βουκόλος ἠδὲ συφορβὸς Ὀδυσσῆος θείοιο· §21.190ἐκ δʼ αὐτὸς μετὰ τοὺς δόμου ἤλυθε δῖος Ὀδυσσεύς.
此时,那两个人一同结伴走出了屋子,他们是神圣的奥德修斯的牛倌和猪倌;随后,高贵的奥德修斯自己也跟着他们走出了屋子。
§21.191ἀλλʼ ὅτε δή ῥʼ ἐκτὸς θυρέων ἔσαν ἠδὲ καὶ αὐλῆς, §21.192φθεγξάμενός σφε ἔπεσσι προσηύδα μειλιχίοισι· §21.193βουκόλε καὶ σύ, συφορβέ, ἔπος τί κε μυθησαίμην,
但当他们来到大门和中庭的外边时,奥德修斯开口,用温和的言语对他们说: “牛倌,还有你,猪倌,我是否可以说句话,还是自己隐瞒起来?
§21.194ἦ αὐτὸς κεύθω; φάσθαι δέ με θυμὸς ἀνώγει.
但我的心催促我开口。
§21.195ποῖοί κʼ εἶτʼ Ὀδυσῆϊ ἀμυνέμεν, εἴ ποθεν ἔλθοι §21.196ὧδε μάλʼ ἐξαπίνης καί τις θεὸς αὐτὸν ἐνείκαι;
如果奥德修斯从什么地方突然像这样回来,而且是某位神明将他送回,你们会怎样去保护他?
§21.197ἤ κε μνηστήρεσσιν ἀμύνοιτʼ ἦ Ὀδυσῆϊ;
你们是会保护求婚者们,还是保护奥德修斯?
§21.198εἴπαθʼ ὅπως ὑμέας κραδίη θυμός τε κελεύει.
请按照你们的心灵与魂灵的真实想法告诉我。
§21.199τὸν δʼ αὖτε προσέειπε βοῶν ἐπιβουκόλος ἀνήρ· §21.200Ζεῦ πάτερ, αἲ γὰρ τοῦτο τελευτήσειας ἐέλδωρ, §21.201ὡς ἔλθοι μὲν κεῖνος ἀνήρ, ἀγάγοι δέ ἑ δαίμων·
” 负责管牛的牛倌回答他道: “父亲宙斯啊,但愿你能实现这个愿望,让那位主人回来,让神明指引着他!
§21.202γνοίης χʼ οἵη ἐμὴ δύναμις καὶ χεῖρες ἕπονται.
那样你就会知道我的力量如何,我的双手会怎样效力。
” 同样地,尤迈俄斯也向所有的神明祈祷,盼望足智多谋的奥德修斯回到他自己的家园。
§21.205αὐτὰρ ἐπεὶ δὴ τῶν γε νόον νημερτέʼ ἀνέγνω, §21.206ἐξαῦτίς σφε ἔπεσσιν ἀμειβόμενος προσέειπεν· §21.207ἔνδον μὲν δὴ ὅδʼ αὐτὸς ἐγώ, κακὰ πολλὰ μογήσας §21.208ἤλυθον εἰκοστῷ ἔτεϊ ἐς πατρίδα γαῖαν.
但当他确认了他们毫无虚假的真心后,便再次开口用言语回应他们道: “看,现在坐在这里的正是那个人——我自己,在历经无数苦难后,我在第二十年回到了祖国的土地。
§21.209γιγνώσκω δʼ ὡς σφῶϊν ἐελδομένοισιν ἱκάνω §21.210οἴοισι δμώων· τῶν δʼ ἄλλων οὔ τευ ἄκουσα §21.211εὐξαμένου ἐμὲ αὖτις ὑπότροπον οἴκαδʼ ἱκέσθαι.
我知道,在我回来时,在我的奴仆中只有你们两位盼望着我的归来;而其他任何人,我都没有听到过祈求我重返家园。
§21.212σφῶϊν δʼ, ὡς ἔσεταί περ, ἀληθείην καταλέξω.
我将对你们两位说出实话,这事必将实现。