Humanitext Reader

ホメロス · オデュッセイア §20.65-20.129

ペネロペイアの祈念とゼウスの吉兆の雷鳴

143 / 173 箇所 · ギリシア語

要旨

ペネロペは悲しみの中で自らの死、あるいは嵐による連れ去りを神々に祈り、昨夜見たオデュッセウスの夢を回想する。目覚めたオデュッセウスはゼウスに兆しを求め、それに応える不意の雷鳴と粉挽き女の吉兆の言葉が彼に与えられる。

§20.65ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
\nまた還り流れるオケアノスの放出口に私を投げ込んでくれますよう。
§20.66ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι·
\n\nあるいは、暴風がハンダレオスの娘たちを連れ去った時のように。
§20.67τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο §20.68ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη
\n\n彼女たちの親を神々は滅ぼしたが、彼女たちは取り残された、\n\n館の中でみなしごとして。
§20.69τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ·
しかし高貴なアプロディテが彼女たちを養った、\n\nチーズと、甘い蜜と、心地よいワインとによって。
§20.70Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν §20.71εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή, §20.72ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
\n\nヘラは彼女たちに、すべての女性にまさって\n\n美しさと賢さを授け、貞潔なアルテミスは背の高さ(体躯)を与え、\n\nアテネは、名高い手仕事を教え込んだ。
§20.73εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον, §20.74κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο— §20.75ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα,
\n\n高貴なアプロディテが、高いオリンポスに赴いた時、\n\n娘たちのために、実り豊かな結婚の成就を求めようとして――\n\n雷を楽しむゼウスのもとへ。
§20.76μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων— §20.77τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο §20.78καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν·
彼はすべてをよく知っているから、\n\n死すべき人間たちの運命と、不運とを――\n\nその間に、ハルピυイアたちが娘たちをひったくり、\n\n忌まわしい復讐の女神たちに従者として仕えるために引き渡した。
§20.79ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες, §20.80ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα §20.81ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην, §20.82μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
\n\nそのように、オリンポスに住まう者たちが私を消し去ってくれますよう、\n\nあるいは、美しい髪のアルテミスが私を射てくれますよう、私がオデュッセウスを\n\n目に見据えながら、忌まわしい地の下へと行けるように、\n\nより劣った男の心を喜ばせることのないように。
§20.83ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις §20.84ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ, §20.85νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων, §20.86ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ— §20.87αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.
\n\nしかし、この災いさえ耐え得るもの、誰かが\n\n昼の間は、心を深く痛めて泣きながらも、\n\n夜には眠りがその人を包むなら――眠りはすべてを忘れさせる、\n\n良いことも悪いことも、ひとたびまぶたを覆えば――\n\nだが私には、神が不吉な夢さえも送り込んでくる。
§20.88τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ, §20.89τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ·
\n\n実に今夜も、彼にそっくりな者が私の傍らで眠った、\n\n彼が軍勢とともに旅立った時のままの姿で。
αὐτὰρ ἐμὸν κῆρ §20.90χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.
私の心は\n\n喜んだ、それが夢ではなく、すでに現実だと思ったからだ。
§20.91ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
\n\n彼女がそう語ると、すぐに黄金の玉座の暁がやって来た。
§20.92τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς·
\n\n高貴なオデュッセウスは、彼女が泣く声を聞き取った。
§20.93μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν §20.94ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
\n\nそこで彼は思い悩み、心の中で次のように思われた、\n\n彼女がすでに自分だと気づいて、枕元に立っているかのように。
§20.95χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν, §20.96ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην §20.97θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών·
\n\n彼は、身を包んで眠っていたマントと羊の毛皮をまとめ、\n\n館の中の椅子の上に置き、牛皮は\n\n外へ持ち出して置き、両手を挙げてゼウスに祈った。
§20.98Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν §20.99ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην, §20.100φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων §20.101ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
\n\n「父なるゼウスよ、もしあなた方が心から、乾いた地と海を越えて\n\n私を私の国へと導いてくれたのであれば、私をあまりにひどく苦しめた後で、\n\n目を覚ました人間たちの誰かが、館の内で私に吉兆の言葉を告げてくれますように、\n\nそして外では、ゼウスの他の奇瑞が現れますように。
§20.102ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς, §20.103αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου, §20.104ὑψόθεν ἐκ νεφέων·
」\n\n彼が祈りながらそう語ると、知謀のゼウスはこれを聞き届け、\n\nすぐに光り輝くオリンポスから雷鳴を轟かせた、\n\n高い雲の間から。
γήθησε δὲ δῖος Ὀδυσσεύς.
そして高貴なオデュッセウスは喜んだ。
§20.105φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς §20.106πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν, §20.107τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες §20.108ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
\n\nそして館のすぐ近くで、粉挽きの女が吉兆の言葉を発した、\n\nそこに、民の牧者のための臼が置かれていた、\n\nそこで十二人の女たちが皆、懸命に働いて、\n\n大麦の粉と小麦の粉、男たちの力の源を作っていた。
§20.109αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν, §20.110ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο·
\n\n他の女たちは、小麦を挽き終えて眠っていたが、\n\n一人の女だけは、最も弱かったために、まだ挽き終えていなかった。
§20.111ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι·
\n\n彼女は臼を止め、言葉を口にした、それは主人への兆しであった。
§20.112Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις, §20.113ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος, §20.114οὐδέ ποθι νέφος ἐστί·
\n\n「父なるゼウスよ、神々と人間たちを支配するお方よ、\n\nあなたは星ちりばむ天から、大いなる雷鳴を轟かせました、\n\n雲一つないというのに。
τέρας νύ τεῳ τόδε φαίνεις.
あなたはこれを、誰かへの兆しとしてお示しになったのでしょう。
§20.115κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω·
\n\n哀れな私のために、私が口にするこの言葉をも叶えてください。
§20.116μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε §20.117ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν, §20.118οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν §20.119ἄλφιτα τευχούσῃ·
\n\n求婚者たちが、今日という日に最後かつ最期の\n\n楽しい宴会をオデュッセウスの館で迎えますように、\n\n彼らは、心を痛める辛い労働によって、私の膝の力を失わせました、\n\n大麦の粉を作る私の。
νῦν ὕστατα δειπνήσειαν.
彼らが今、最期の食事をしますように。
§20.120ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς §20.121Ζηνός τε βροντῇ·
」\n\n彼女はそう語り、高貴なオデュッセウスは、彼女の告げた兆しの言葉と\n\nゼウスの雷鳴を喜んだ。
φάτο γὰρ τίσασθαι ἀλείτας.
なぜなら、罪人たちに復讐できると考えたからである。
§20.122αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος §20.123ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
\n\n他の召使の女たちは、美しいオデュッセウスの館に\n\n集まり、炉の上に絶えざる火を燃え立たせた。
§20.124Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς, §20.125εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ· §20.126ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, §20.127εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ·
\n\nテレマコスは寝床から起き上がった、神のような男は、\n\n衣服を身にまとい、鋭い剣を肩にかけ、\n\nなめらかな足の下に美しいサンダルを結びつけ、\n\n鋭い青銅で尖らせた、頑丈な槍を取った。
§20.128στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε·
\n\n彼は敷居のところへ進み出て立ち、エウリュクレイアに向かって言った。
§20.129μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ
\n\n「愛する乳母よ、お前たちは館の中で、あの客人をもてなしてくれたか、

語釈・文法注

  1. §20.88τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ — εἴκελος αὐτῷ は「彼にそっくりな者」を意味し、ペネロペが夢の中で見たオデュッセウスの姿を指す。与格の αὐτῷ は現実のオデュッセウス本人を指しており、夢(ὄναρ)と現実(ὕπαρ)の交錯を際立たせている。
  2. §20.93-94δόκησε δέ οἱ κατὰ θυμὸν ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι — この箇所はオデュッセウスの主観的な印象を描写している。不定詞 παρεστάμεναι の意味上の主語は、分詞 γιγνώσκουσα(女性単数主格、「気づきながら」)であり、ペネロペを指す。オデュッセウスには、妻がすでに自分だと気づいて枕元に立っているかのように思われた。
  3. §20.98-99εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν ἤγετʼ — εἴ...ἤγετʼ は、直説法過去形を用いて「もし(過去に実際に)〜に私を導いてくださったのであれば」という確定的な事実の条件文。続く φήμην τινά μοι φάσθω ... φανήτω(命令法)の成就の根拠として、過去の神々の好意を前提としている。
  4. §20.118οἳ δή μοι καμάτῳ θυμαλγέι γούνατʼ ἔλυσαν — γούνατʼ ἔλυσαν(膝の力を失わせた、膝を解いた)は、ホメロスにおける「極度の疲労」あるいは「死」の決定的表現。ここでは粉挽き女が、求婚者たちのための過酷な労働(καμάτῳ θυμαλγέι)によって、自分の体が極限まで衰弱させられたことを表現している。与格の μοι は利害の与格(奪格的機能)。

この箇所を引用する

ホメロス, オデュッセイア §20.65-20.129. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:20.65-20.129

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。