§20.65ἐν προχοῇς δὲ βάλοι ἀψορρόου Ὠκεανοῖο.
\n把我抛入回流的俄刻阿诺斯的出口中。
§20.66ὡς δʼ ὅτε Πανδαρέου κούρας ἀνέλοντο θύελλαι· §20.67τῇσι τοκῆας μὲν φθῖσαν θεοί, αἱ δʼ ἐλίποντο §20.68ὀρφαναὶ ἐν μεγάροισι, κόμισσε δὲ δῖʼ Ἀφροδίτη §20.69τυρῷ καὶ μέλιτι γλυκερῷ καὶ ἡδέϊ οἴνῳ· §20.70Ἥρη δʼ αὐτῇσιν περὶ πασέων δῶκε γυναικῶν §20.71εἶδος καὶ πινυτήν, μῆκος δʼ ἔπορʼ Ἄρτεμις ἁγνή, §20.72ἔργα δʼ Ἀθηναίη δέδαε κλυτὰ ἐργάζεσθαι.
\n\n或者像风暴卷走潘达瑞奥斯的女儿们时那样;\n\n神明毁灭了她们的父母,而她们\n\n在殿堂里沦为孤儿,高贵的阿佛洛狄忒抚育了她们,\n\n用奶酪、甘甜的蜂蜜和美酒;\n\n赫拉赐予她们超越所有女子的\n\n美貌和聪慧,贞洁的阿尔忒弥斯赐予她们身段,\n\n雅典娜教导她们学会精湛的手艺。
§20.73εὖτʼ Ἀφροδίτη δῖα προσέστιχε μακρὸν Ὄλυμπον, §20.74κούρῃς αἰτήσουσα τέλος θαλεροῖο γάμοιο— §20.75ἐς Δία τερπικέραυνον, ὁ γάρ τʼ εὖ οἶδεν ἅπαντα, §20.76μοῖράν τʼ ἀμμορίην τε καταθνητῶν ἀνθρώπων— §20.77τόφρα δὲ τὰς κούρας ἅρπυιαι ἀνηρείψαντο §20.78καί ῥʼ ἔδοσαν στυγερῇσιν ἐρινύσιν ἀμφιπολεύειν· §20.79ὣς ἔμʼ ἀϊστώσειαν Ὀλύμπια δώματʼ ἔχοντες, §20.80ἠέ μʼ ἐϋπλόκαμος βάλοι Ἄρτεμις, ὄφρʼ Ὀδυσῆα §20.81ὀσσομένη καὶ γαῖαν ὕπο στυγερὴν ἀφικοίμην, §20.82μηδέ τι χείρονος ἀνδρὸς ἐϋφραίνοιμι νόημα.
\n\n当高贵的阿佛洛狄忒前往高耸的奥林匹斯,\n\n为姑娘们请求美满婚姻的成就——\n\n向乐于轰雷的宙斯,因为他深知一切,\n\n凡人男女的命运与不幸——\n\n就在那时,哈耳庇厄们把姑娘们抢走,\n\n交给可憎的复仇女神们充当侍从;\n\n愿住在奥林匹斯神殿的诸神也这样让我消逝,\n\n或者愿美发的阿尔忒弥斯射中我,好让我注视着奥德修斯\n\n而前往可憎的地底,\n\n而绝不去取悦任何平庸男子的心。
§20.83ἀλλὰ τὸ μὲν καὶ ἀνεκτὸν ἔχει κακόν, ὁππότε κέν τις §20.84ἤματα μὲν κλαίῃ, πυκινῶς ἀκαχήμενος ἦτορ, §20.85νύκτας δʼ ὕπνος ἔχῃσιν—ὁ γάρ τʼ ἐπέλησεν ἁπάντων, §20.86ἐσθλῶν ἠδὲ κακῶν, ἐπεὶ ἄρ βλέφαρʼ ἀμφικαλύψῃ— §20.87αὐτὰρ ἐμοὶ καὶ ὀνείρατʼ ἐπέσσευεν κακὰ δαίμων.
\n\n然而这种灾祸也还是可以忍受的,只要有人\n\n在白日哭泣,心中充满深切的悲哀,\n\n而在夜晚有睡眠占有他——因为睡眠能让人忘却一切,\n\n无论是好事还是坏事,一旦它遮盖了眼睑——\n\n但神明却甚至把恶梦也塞给白天的我。
§20.88τῇδε γὰρ αὖ μοι νυκτὶ παρέδραθεν εἴκελος αὐτῷ, §20.89τοῖος ἐὼν οἷος ᾖεν ἅμα στρατῷ· αὐτὰρ ἐμὸν κῆρ §20.90χαῖρʼ, ἐπεὶ οὐκ ἐφάμην ὄναρ ἔμμεναι, ἀλλʼ ὕπαρ ἤδη.
\n\n因为就在今夜,一个与他极其相似的人睡在我的身旁,\n\n就像他当年随军出发时那样;我的心\n\n因此欢喜,因为我以为这不是梦境,而是已经成了现实。
§20.91ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
\n\n她这样说着,金宝座的黎明随即来临。
§20.92τῆς δʼ ἄρα κλαιούσης ὄπα σύνθετο δῖος Ὀδυσσεύς· §20.93μερμήριζε δʼ ἔπειτα, δόκησε δέ οἱ κατὰ θυμὸν §20.94ἤδη γιγνώσκουσα παρεστάμεναι κεφαλῆφι.
\n\n高贵的奥德修斯听到了她哭泣的声音;\n\n他随后陷入沉思,在他的心中觉得\n\n她仿佛已经认出了他,正站在他的床头。
§20.95χλαῖναν μὲν συνελὼν καὶ κώεα, τοῖσιν ἐνεῦδεν, §20.96ἐς μέγαρον κατέθηκεν ἐπὶ θρόνου, ἐκ δὲ βοείην §20.97θῆκε θύραζε φέρων, Διὶ δʼ εὔξατο χεῖρας ἀνασχών· §20.98Ζεῦ πάτερ, εἴ μʼ ἐθέλοντες ἐπὶ τραφερήν τε καὶ ὑγρὴν §20.99ἤγετʼ ἐμὴν ἐς γαῖαν, ἐπεί μʼ ἐκακώσατε λίην, §20.100φήμην τίς μοι φάσθω ἐγειρομένων ἀνθρώπων §20.101ἔνδοθεν, ἔκτοσθεν δὲ Διὸς τέρας ἄλλο φανήτω.
\n\n他收起自己睡觉时盖着的大氅和羊皮,\n\n放在大殿里的椅子上,又把牛皮\n\n拿到门外放下,高举双手向宙斯祈祷:\n\n“父老宙斯,如果你们有意引导我,越过陆地和海洋\n\n回到我自己的国土,在你们极其残酷地折磨我之后,\n\n请让醒来的凡人中有人在屋里对我说出吉兆之言,\n\n并且在屋外显现出宙斯的其他奇兆。
§20.102ὣς ἔφατʼ εὐχόμενος· τοῦ δʼ ἔκλυε μητίετα Ζεύς, §20.103αὐτίκα δʼ ἐβρόντησεν ἀπʼ αἰγλήεντος Ὀλύμπου, §20.104ὑψόθεν ἐκ νεφέων· γήθησε δὲ δῖος Ὀδυσσεύς.
”\n\n他这样祈祷着说;足智多谋的宙斯听到了他的祈求,\n\n立刻在光辉闪耀的奥林匹斯山发出雷鸣,\n\n在云霄高处;高贵的奥德修斯大为欢喜。
§20.105φήμην δʼ ἐξ οἴκοιο γυνὴ προέηκεν ἀλετρὶς §20.106πλησίον, ἔνθʼ ἄρα οἱ μύλαι ἥατο ποιμένι λαῶν, §20.107τῇσιν δώδεκα πᾶσαι ἐπερρώοντο γυναῖκες §20.108ἄλφιτα τεύχουσαι καὶ ἀλείατα, μυελὸν ἀνδρῶν.
\n\n在屋子附近,一个磨面的妇人发出了吉兆之言,\n\n那地方正设有这位子民牧者的磨石,\n\n一共有十二个妇人在那里辛勤工作,\n\n制作大麦面粉和粗麦粉——男人们的骨髓。
§20.109αἱ μὲν ἄρʼ ἄλλαι εὗδον, ἐπεὶ κατὰ πυρὸν ἄλεσσαν, §20.110ἡ δὲ μίʼ οὔπω παύετʼ, ἀφαυροτάτη δʼ ἐτέτυκτο· §20.111ἥ ῥα μύλην στήσασα ἔπος φάτο, σῆμα ἄνακτι· §20.112Ζεῦ πάτερ, ὅς τε θεοῖσι καὶ ἀνθρώποισιν ἀνάσσεις, §20.113ἦ μεγάλʼ ἐβρόντησας ἀπʼ οὐρανοῦ ἀστερόεντος, §20.114οὐδέ ποθι νέφος ἐστί· τέρας νύ τεῳ τόδε φαίνεις.
\n\n其他人都已经睡了,因为她们磨完了麦子,\n\n唯独有一个还没有停手,因为她身体最虚弱;\n\n她停下磨石,说了一句话,作为给主人的预兆:\n\n“父老宙斯,你主宰着神明和凡人,\n\n你确实从繁星点点的天空中发出了巨大的雷鸣,\n\n而天空中根本没有云彩;你一定是在向谁显现这个奇兆。
§20.115κρῆνον νῦν καὶ ἐμοὶ δειλῇ ἔπος, ὅττι κεν εἴπω· §20.116μνηστῆρες πύματόν τε καὶ ὕστατον ἤματι τῷδε §20.117ἐν μεγάροις Ὀδυσῆος ἑλοίατο δαῖτʼ ἐρατεινήν, §20.118οἳ δή μοι καμάτῳ θυμαλγέι· γούνατʼ ἔλυσαν §20.119ἄλφιτα τευχούσῃ· νῦν ὕστατα δειπνήσειαν.
\n\n现在请为我这可怜的妇人成全我所说的这句话吧:\n\n愿求婚者们在今天最后一次,也是最末一次,\n\n在奥德修斯的殿堂里享受他们那迷人的宴席,\n\n他们用痛彻心扉的劳累摧毁了我的膝头,\n\n为了制作大麦面粉;愿他们现在吃这最后的一餐。
§20.120ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κλεηδόνι δῖος Ὀδυσσεὺς §20.121Ζηνός τε βροντῇ· φάτο γὰρ τίσασθαι ἀλείτας.
”\n\n她这样说着,高贵的奥德修斯为这吉兆之言\n\n和宙斯的雷鸣感到欢喜;因为他认为可以向这些罪人复仇了了。
§20.122αἱ δʼ ἄλλαι δμῳαὶ κατὰ δώματα κάλʼ Ὀδυσῆος §20.123ἀγρόμεναι ἀνέκαιον ἐπʼ ἐσχάρῃ ἀκάματον πῦρ.
\n\n其他女仆在奥德修斯美丽的殿堂里聚集起来,\n\n在炉灶上重新点燃了不熄的火焰。
§20.124Τηλέμαχος δʼ εὐνῆθεν ἀνίστατο, ἰσόθεος φώς, §20.125εἵματα ἑσσάμενος· περὶ δὲ ξίφος ὀξὺ θέτʼ ὤμῳ· §20.126ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα, §20.127εἵλετο δʼ ἄλκιμον ἔγχος, ἀκαχμένον ὀξέι· χαλκῷ· §20.128στῆ δʼ ἄρʼ ἐπʼ οὐδὸν ἰών, πρὸς δʼ Εὐρύκλειαν ἔειπε· §20.129μαῖα φίλη, τὸν ξεῖνον ἐτιμήσασθʼ ἐνὶ οἴκῳ
\n\n特勒马科斯从床上起来,这位神一般的男子,\n\n穿上他的衣服,将锐利的宝剑挎在肩上;\n\n在光洁的脚下系上美丽的凉鞋,\n\n拿起了那杆锋利青铜尖的坚固长枪;\n\n他走过去,站在门槛上,对埃乌律克勒亚说道:\n\n“亲爱的乳母,你们在屋里好好款待那位客人了吗,