Humanitext Reader

ホメロス · オデュッセイア §2.290-2.361

旅の準備と乳母エウリュクレイアへの頼み

11 / 173 箇所 · ギリシア語

要旨

アテネの指示通り、テレマコスは求婚者たちの嘲笑を無視して密かに旅の支度を進めるため、父親の宝物庫へ行き、長年仕える乳母エウリュクレイアに旅の食料を極秘に用意するよう頼む。

§2.290οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν, §2.291δέρμασιν ἐν πυκινοῖσιν·
両持ち手の甕に甘いワインを、そして男たちの髄たる大麦粉を、目の詰まった皮袋に入れなさい。
ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους §2.292αἶψʼ ἐθελοντῆρας συλλέξομαι.
私は民の間から仲間たちをすぐに志願者として集めよう。
εἰσὶ δὲ νῆες §2.293πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί·
船なら、海に囲まれたイタケに、新しいものも古いものも多くある。
§2.294τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη,
それらの中から、私が最も優れたものを見定めよう。
§2.295ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.
そしてすぐに艤装を整え、広い海へと送り出そう。
§2.296ὣς φάτʼ Ἀθηναίη κούρη Διός·
」ゼウスの娘アテネはこう語った。
οὐδʼ ἄρʼ ἔτι δὴν §2.297Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
テレマコスはもはや長くは留まらなかった、神の声を聴いたからには。
§2.298βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ,
彼は、その心に深く心を痛めながら、館へと向かった。
§2.299εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν, §2.300αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.
そして広間で、不届きな求婚者たちが庭で山羊の皮を剥ぎ、肥えた豚を炙っているのを見つけた。
§2.301Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο, §2.302ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
アンティノオスはあざ笑いながらテレマコスの方へ真っ直ぐ歩み寄り、彼の手を握りしめ、語りかけ、名を呼んで言った。
§2.303Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο §2.304ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε,
「大言壮語するテレマコスよ、抑えがたい怒りを抱く者よ、何か他の悪い行いや言葉を、胸の中で気にかけるな。
§2.305ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
むしろ、私と一緒に食べて飲むがよい、以前と全く同じように。
§2.306ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί, §2.307νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι
これらのこと、すべてをアカイア人たちが君のために成し遂げてくれるだろう、船も、選り抜きの漕ぎ手たちも。
§2.308ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.
そうすれば君はより早く行けるだろう、神聖なピュロスへと、高貴な父の消息を求めて。
§2.309τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」これに対して、思慮深いテレマコスが応えて言った。
§2.310Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν §2.311δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
「アンティノオスよ、傲慢な君たちと共に黙って宴を共にし、心安らかに楽しむことなど、到底できない。
§2.312ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ §2.313κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;
君たちが、以前、私の多くの優れた財産を食いつぶしたことで、まだ足りないというのか、求婚者たちよ、私がまだ子供であった時に?
§2.314νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων §2.315πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,
しかし今や、私は十分に成長し、他の人々の言葉を聞いて物事を理解するようになり、私の中で怒りが増大している。
§2.316πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω,
私は、君たちに災いなる死の運命を送り届けるよう、試みるつもりだ。
§2.317ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.
ピュロスに行ってであれ、あるいはまさにこの地にとどまってであれ。
§2.318εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω,
私は行く。
§2.319ἔμπορος·
私が口にするこの旅は無駄にはならない、便乗の客として行くのだ。
οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων §2.320γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.
なぜなら私には、船も漕ぎ手も手に入らないからだ、君たちにとってはその方が好都合だと思われたのだろうが。
§2.321ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο §2.322ῥεῖα·
」彼はこう言うと、アンティノオスの手から自分の手を引き抜いた、やすやすと。
μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
求婚者たちは館の中で宴の準備をしていた。
§2.323οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
彼らは彼を愚弄し、言葉で嘲った。
§2.324ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
傲慢な若者たちの一人が、このように語り草にしていた。
§2.325ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
「いや、全くテレマコスは我々の殺害を企てている。
§2.326ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος §2.327ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς·
砂の多いピュロスから、助太刀を連れて帰るか、あるいはスパルタから連れて来るだろう、彼はそれほどまでに激しく望んでいるのだから。
§2.328ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν, §2.329ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ, §2.330ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.
あるいは、肥沃な土地エピュレへ行こうと望んで、そこから命を奪う毒薬を持ち帰り、混ぜ甕に投げ入れ、我々を皆殺しにするつもりかもしれない。
§2.331ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων·
」また別の傲慢な若者の一人がこう言った。
§2.332τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς §2.333τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
「だが誰に分かる、彼自身も空洞の船に乗って行き、友から遠く離れ、オデュッセウスのように彷徨いながら死に絶えるかもしれないことを?
§2.334οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν·
そうなれば、彼は我々にさらに多くの労苦をもたらすだろう。
§2.335κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε §2.336τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.
我々が彼の全財産を分配し、この館を彼の母と、彼女をめとる者に与えて所有させることになるのだから。
§2.337ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς
」彼らはこのように語った。
§2.338εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο §2.339ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον·
しかし彼は父の天井の高い宝物庫へと降りて行った、その広い部屋には、積み上げられた金や青銅があり、箱の中の衣服や、香りの良い油が十分に置かれていた。
§2.340ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο §2.341ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες,
そこには、甘く飲み心地のよい古いワインの甕が並んで立っており、中には薄めていない神聖な飲み物が入っていた。
§2.342ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς §2.343οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
壁に沿って順序よく並べられ、もしオデュッセウスが多くの苦難に耐えた末に、いつか家に戻って来た時のために。
§2.344κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι, §2.345δικλίδες·
そこには、ぴったりと閉まる頑丈な作りの両開きの扉が備わっていた。
ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ §2.346ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν,
そして夜も昼も、管理人の女が中にいてその深い知恵をもってすべてを見守っていた。
§2.347Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
それは、ペイセノルの息子オプスの娘、エウリュクレイアであった。
§2.348τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας·
テレマコスは彼女を宝物庫に呼んで語りかけた。
§2.349μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον §2.350ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις
「ばあや、さあ、両持ち手の甕に甘いワインを汲んでおくれ、お前が保管している、最も美味なあのワインの次に美味しいものを。
§2.351κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι §2.352διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
あのかわいそうな方を思って保管している、いつかどこかから神の血を引くオデュッセウスが、死と死の運命を免れて戻って来られるかもしれないと。
§2.353δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
その甕を十二個満たし、すべてに蓋をしっかり合わせておくれ。
§2.354ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν·
そして、よく縫い合わされた革袋に大麦粉を注いでおくれ。
§2.355εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.
石臼で挽いた最高の大麦粉を、二十メディムノス用意しておくれ。
§2.356αὐτὴ δʼ οἴη ἴσθι·
このことはお前一人だけが知っていなさい。
τὰ δʼ ἁθρόα πάντα τετύχθω·
これらはすべて一箇所に準備しておくのだ。
§2.357ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ §2.358μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.
私は夕方にこれらを受け取るつもりだ、ちょうど母が上階の部屋に上がって、眠りにつこうとする時に。
§2.359εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα §2.360νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.
私はスパルタと、砂の多いピュロスへと行くのだから、愛する父の帰還の知らせを、どこかで聞くことができないかと求めて。
§2.361ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
」彼はこう語った。 すると愛する乳母エウリュクレイアは声をあげて泣いた。

語釈・文法注

  1. 2.290μυελὸν ἀνδρῶν — 大麦粉を「人間の髄(活力の源)」と呼ぶホメロス特有の比喩。同格として ἄλφιτα に係る。
  2. 2.305ἐσθιέμεν καὶ πινέμεν — 不定詞(現在不定詞)が命令の代わりとして使われている(命令法的不定詞)。主語を指す対格(または与格)を伴うこともあるが、ここでは二人称単数の命令として機能している。
  3. 2.311ἀκέοντα — 形容詞/分詞的表現 ἀκέων の対格単数男性形。不定詞 δαίνυσθαι の意味上の主語が対格として表されている。主節の主語であるテレマコスを指す。

この箇所を引用する

ホメロス, オデュッセイア §2.290-2.361. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:2.290-2.361

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。