§2.217ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·
ゼウスからの、それこそが人々に最も名声をもたらすのだ。
§2.218εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω, §2.219ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·
もし私が父の生存と帰還について聞くなら、苦しみつつも、私はなお一年は耐え忍びもしよう。
§2.220εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος, §2.221νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν §2.222σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω
しかし、もし彼が亡くなり、もはや生存していないと聞くなら、その時は愛する祖国の地へと帰還し、彼の墓を築き、葬儀の品々を捧げよう、ふさわしいほどの非常に多くのものを。
§2.223πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
そして母を新しい夫に嫁がせよう。
§2.224ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη §2.225Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος,
」彼はこのように語って席に着いた。 すると彼らの間に立ち上がったのは、メントルであった。
§2.226καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα, §2.227πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·
彼は非の打ち所のないオデュッセウスの戦友であり、オデュッセウスが船で去る際、彼に家全体を委ね、老人に従い、すべてを堅く守るようにと命じていた。
§2.228ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν·
彼は彼らを思って思慮深く語りかけ、告げた。
§2.229κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω·
「イタケの人々よ、今、私の言うことを聞いてほしい。
二度と、職杖を持つ王が心優しく、親切で、心の中に正しいことを知る者であってはならない。
§2.232ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι·
むしろ常に過酷であり、不義の行いをするがよい。
§2.233ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο
神のごときオデュッセウスを、彼が支配した人々の中で誰も覚えていないのだから。
§2.234λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
彼は父親のように優しかったというのに。
しかし、私は高慢な求婚者たちが悪意ある企みによって乱暴な行いをすることを妬みはしない。
§2.237σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως
彼らは自らの命を危険にさらして、乱暴にも食い尽くしているのだから、オデュッセウスの家を。
§2.238οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.
彼がもはや帰らないと言って。
§2.239νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες
しかし今、私は他の民に対して憤りを感じる。
皆がこのように黙って座おり、言葉で非難することもなく、少数である求婚者たちを、多数であるお前たちが引き止めようとしないとは。
§2.242τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα·
」これに対して、エウエノルの息子レイオクリトスが応えて語った。
「厄介なメントル、気の狂った男よ、何ということを言ってくれたのだ、我々を止めさせようと煽り立てて。
ἀργαλέον δὲ §2.245ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.
困難なことなのだぞ、自分たちより多数の男たちと、宴会をめぐって戦うことは。
§2.246εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν §2.247δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς §2.248ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ, §2.249οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα,
たとえイタケのオデュッセウス自身がやって来て、自分の館で宴を催している誇り高き求婚者たちを広間から追い出そうと心の中で望んだとしても、妻は彼の帰還を大いに待ち望んでいるものの、喜ぶことはないだろう。
むしろ彼はその場で無惨な死を遂げることになるだろう、もし彼が多数の者と戦うなら。
σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.
お前の言ったことは道理に合わない。
§2.252ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος,
さあ、民はそれぞれ自分の仕事へと散るがよい。
この者の旅立ちには、メントルとハリテルセスが力を貸すだろう、彼らは初めから彼の父伝来の戦友なのだから。
§2.255ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων §2.256πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.
だが私は思う、彼はイタケに長く座り込んで知らせを待ち、この旅を決して成し遂げることはないだろうと。
§2.257ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
」彼はこう語ると、集会をたちまち解散させた。
§2.258οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος, §2.259μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.
人々はそれぞれ自分の家へと散って行き、求婚者たちは神のごときオデュッセウスの館へと向かった。
§2.260Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, §2.261χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ·
テレマコスは一人離れて海の波打ち際へと行き、灰色の海の水で手を清めると、アテネに祈った。
§2.262κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ §2.263καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον §2.264νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο §2.265ἔρχεσθαι·
「私の声を聞いてください、昨日我が家に来られた神よ、そして私に、長く戻らぬ父の帰還について消息を尋ねるために、霧のかかった海へ船で行くように命じられた方よ。
τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί, §2.266μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
しかしアカイア人たちはこれらすべてを妨げています、特に不届きにも傲慢に振る舞う求婚者たちが。
§2.267ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη,
」彼がこう祈ると、アテネが彼の近くにやって来た。
姿も声もメントルにそっくりになって、彼女は声をかけ、翼ある言葉を語りかけた。
§2.270Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, §2.271εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ,
「テレマコスよ、お前はこれからも、臆病者にも愚か者にもならないだろう、もしお前の父の優れた気骨が、本当にお前に注ぎ込まれているなら。
§2.272οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε·
あの方は言葉も実行も成し遂げるお方であった。
§2.273οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.
そうであれば、お前の旅は無駄にもならず、未完に終わることもないだろう。
§2.274εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης, §2.275οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.
だが、もしお前があの方とペネロペイアの息子でないなら、お前が望むことを成し遂げられるとは私は期待しない。
§2.276παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται,
子供が父親に似ることはめったにないものだ。
§2.277οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
多くは劣り、父親より優れるのはごくわずかだ。
§2.278ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, §2.279οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν, §2.280ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
だが、お前はこれからも臆病者にも愚か者にもならず、オデュッセウスの知恵がお前から完全に失われたわけでもないのだから、お前がこれらの行いを成し遂げる希望はある。
§2.281τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε
だから今は、愚かな求婚者たちの企みや考えなどは放っておくがよい。
§2.282ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι·
彼らは思慮深くもなく、正しくもないのだから。
§2.283οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν,
彼らは死と黒い運命を全く知らない。
§2.284ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.
それは彼らの間近に迫っており、一日のうちに全員が滅びることになるのだ。
§2.285σοὶ δʼ ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται ἣν σὺ μενοινᾷς·
お前が望む旅は、もはや長く引き延ばされることはない。
お前の父伝来の戦友である私がこれほどまでにお前のそばにいるのだ、私はお前のために快速船を整え、自らも同行しよう。