Humanitext Reader

荷马 · 奥德赛 §2.290-2.361

准备行装与叮嘱乳母欧律克勒亚

第 11 段,共 173 段 · 希腊语

内容简介

在雅典娜的指示下,忒勒马科斯无视求婚者们的嘲讽,暗中准备旅程。他来到父亲的宝库,叮嘱忠实的乳母欧律克勒亚为其保密并准备好旅途所需的食粮。

§2.290οἶνον ἐν ἀμφιφορεῦσι, καὶ ἄλφιτα, μυελὸν ἀνδρῶν, §2.291δέρμασιν ἐν πυκινοῖσιν·
双耳瓮中的美酒,以及作为男人们骨髓的大麦面粉,装在结实的皮袋里。
ἐγὼ δʼ ἀνὰ δῆμον ἑταίρους §2.292αἶψʼ ἐθελοντῆρας συλλέξομαι.
我会在民众中迅速召集自愿随行的伙伴。
εἰσὶ δὲ νῆες §2.293πολλαὶ ἐν ἀμφιάλῳ Ἰθάκῃ, νέαι ἠδὲ παλαιαί· §2.294τάων μέν τοι ἐγὼν ἐπιόψομαι ἥ τις ἀρίστη, §2.295ὦκα δʼ ἐφοπλίσσαντες ἐνήσομεν εὐρέι πόντῳ.
船只在环海的伊塔卡有很多,有新的也有旧的;我将亲自去察看其中最好的一艘,并在迅速备好船具后,将其驶入辽阔的大海。
§2.296ὣς φάτʼ Ἀθηναίη κούρη Διός· οὐδʼ ἄρʼ ἔτι δὴν §2.297Τηλέμαχος παρέμιμνεν, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.
” 宙斯的女儿雅典娜这样说道;而忒勒马科斯在听完神明的声音后,便不再久留。
§2.298βῆ δʼ ἰέναι πρὸς δῶμα, φίλον τετιημένος ἦτορ, §2.299εὗρε δʼ ἄρα μνηστῆρας ἀγήνορας ἐν μεγάροισιν, §2.300αἶγας ἀνιεμένους σιάλους θʼ εὕοντας ἐν αὐλῇ.
他满心忧伤地向家中走去,发现那些高傲的求婚者正在大厅里,在庭院里宰杀山羊,熏烤肥猪。
§2.301Ἀντίνοος δʼ ἰθὺς γελάσας κίε Τηλεμάχοιο, §2.302ἔν τʼ ἄρα οἱ φῦ χειρί, ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε· §2.303Τηλέμαχʼ ὑψαγόρη, μένος ἄσχετε, μή τί τοι ἄλλο §2.304ἐν στήθεσσι κακὸν μελέτω ἔργον τε ἔπος τε, §2.305ἀλλά μοι ἐσθιέμεν καὶ πινέμεν, ὡς τὸ πάρος περ.
安提诺奥斯笑着迎面朝忒勒马科斯走来,握住他的手,叫着他的名字对他说: “夸夸其谈的忒勒马科斯啊,性情暴躁的人,不要让任何其他的恶劣行径或言语留存在你的胸中,倒要像以前一样,与我一起吃喝。
§2.306ταῦτα δέ τοι μάλα πάντα τελευτήσουσιν Ἀχαιοί, §2.307νῆα καὶ ἐξαίτους ἐρέτας, ἵνα θᾶσσον ἵκηαι §2.308ἐς Πύλον ἠγαθέην μετʼ ἀγαυοῦ πατρὸς ἀκουήν.
阿开亚人一定会为你准备好这一切,包括船只和精选的桨手,以便你能更快地去往神圣的毕罗斯,打听你那高贵父亲的音讯。
§2.309τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §2.310Ἀντίνοʼ, οὔ πως ἔστιν ὑπερφιάλοισι μεθʼ ὑμῖν §2.311δαίνυσθαί τʼ ἀκέοντα καὶ εὐφραίνεσθαι ἕκηλον.
” 对此,聪慧的忒勒马科斯回答说道: “安提诺奥斯,在你们这群傲慢无礼的人中间,我绝无可能静静地享用宴席,并安然自得地享乐。
§2.312ἦ οὐχ ἅλις ὡς τὸ πάροιθεν ἐκείρετε πολλὰ καὶ ἐσθλὰ
难道以前你们毁灭了我大量且优良的财产还不够吗,求婚者们?
§2.313κτήματʼ ἐμά, μνηστῆρες, ἐγὼ δʼ ἔτι νήπιος ἦα;
那时我还只是个年幼的孩子。
§2.314νῦν δʼ ὅτε δὴ μέγας εἰμὶ καὶ ἄλλων μῦθον ἀκούων §2.315πυνθάνομαι, καὶ δή μοι ἀέξεται ἔνδοθι θυμός,
如今我已经长大,通过听取别人的话,我开始明白事理,而且我的心中怒火在不断滋长。
§2.316πειρήσω, ὥς κʼ ὔμμι κακὰς ἐπὶ κῆρας ἰήλω, §2.317ἠὲ Πύλονδʼ ἐλθών, ἢ αὐτοῦ τῷδʼ ἐνὶ δήμῳ.
我将尝试如何给你们送去毁灭的命运,无论我是去毕罗斯,还是就留在此地。
§2.318εἶμι μέν, οὐδʼ ἁλίη ὁδὸς ἔσσεται ἣν ἀγορεύω, §2.319ἔμπορος· οὐ γὰρ νηὸς ἐπήβολος οὐδʼ ἐρετάων §2.320γίγνομαι· ὥς νύ που ὔμμιν ἐείσατο κέρδιον εἶναι.
我一定要去,我所说的这趟旅程绝不会徒劳无功,哪怕只是作为一名乘客;因为我无法拥有船只和桨手,因为这在你们看来似乎更有利。
§2.321ἦ ῥα, καὶ ἐκ χειρὸς χεῖρα σπάσατʼ Ἀντινόοιο §2.322ῥεῖα·
” 他这样说着,便将手从安提诺奥斯的手中拔了出来,毫不费力。
μνηστῆρες δὲ δόμον κάτα δαῖτα πένοντο.
而求婚者们则在大厅里忙着准备宴席。
§2.323οἱ δʼ ἐπελώβευον καὶ ἐκερτόμεον ἐπέεσσιν.
他们用言语嘲弄他,百般讥讽。
§2.324ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων· §2.325ἦ μάλα Τηλέμαχος φόνον ἡμῖν μερμηρίζει.
那些傲慢的年轻人中有人这样说道: “确实,忒勒马科斯正在筹划着杀害我们。
§2.326ἤ τινας ἐκ Πύλου ἄξει ἀμύντορας ἠμαθόεντος §2.327ἢ ὅ γε καὶ Σπάρτηθεν, ἐπεί νύ περ ἵεται αἰνῶς· §2.328ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει, πίειραν ἄρουραν, §2.329ἐλθεῖν, ὄφρʼ ἔνθεν θυμοφθόρα φάρμακʼ ἐνείκῃ, §2.330ἐν δὲ βάλῃ κρητῆρι καὶ ἡμέας πάντας ὀλέσσῃ.
他会从多沙的毕罗斯带来一些帮手,或者甚至从斯巴达带来,因为他现在渴望得要命;或者他甚至想去艾菲拉那片肥沃的土地,以便从那里带回致命的毒药,投入调酒缸中,将我们所有人毒死。
§2.331ἄλλος δʼ αὖτʼ εἴπεσκε νέων ὑπερηνορεόντων· §2.332τίς δʼ οἶδʼ, εἴ κε καὶ αὐτὸς ἰὼν κοίλης ἐπὶ νηὸς §2.333τῆλε φίλων ἀπόληται ἀλώμενος ὥς περ Ὀδυσσεύς;
” 另一个傲慢的青年又说道: “谁知道呢,要是他自己乘着空心船去,也像奥德修斯那样在漂泊中死在远离朋友的地方呢?
§2.334οὕτω κεν καὶ μᾶλλον ὀφέλλειεν πόνον ἄμμιν· §2.335κτήματα γάρ κεν πάντα δασαίμεθα, οἰκία δʼ αὖτε §2.336τούτου μητέρι δοῖμεν ἔχειν ἠδʼ ὅς τις ὀπυίοι.
这样反而会给我们增加更多的劳累;因为我们将分光他的所有财产,而把这栋房子留给他的母亲,以及娶她的那个人。
§2.337ὣς φάν, ὁ δʼ ὑψόροφον θάλαμον κατεβήσετο πατρὸς §2.338εὐρύν, ὅθι νητὸς χρυσὸς καὶ χαλκὸς ἔκειτο §2.339ἐσθής τʼ ἐν χηλοῖσιν ἅλις τʼ ἐυῶδες ἔλαιον· §2.340ἐν δὲ πίθοι οἴνοιο παλαιοῦ ἡδυπότοιο §2.341ἕστασαν, ἄκρητον θεῖον ποτὸν ἐντὸς ἔχοντες, §2.342ἑξείης ποτὶ τοῖχον ἀρηρότες, εἴ ποτʼ Ὀδυσσεὺς §2.343οἴκαδε νοστήσειε καὶ ἄλγεα πολλὰ μογήσας.
” 他们这样说着;而他走下了父亲那高屋顶的藏宝室,那宽敞的地方,堆放着黄金和青铜,箱子里装满了衣服,还有充足的香油;在那里还立着一排排甘甜的陈年美酒之瓮,里面盛着纯净的神圣饮品,整齐地靠墙排列,以备奥德修斯在历尽万苦之后,一旦能回到家中使用。
§2.344κληισταὶ δʼ ἔπεσαν σανίδες πυκινῶς ἀραρυῖαι, §2.345δικλίδες· ἐν δὲ γυνὴ ταμίη νύκτας τε καὶ ἦμαρ §2.346ἔσχʼ, ἣ πάντʼ ἐφύλασσε νόου πολυϊδρείῃσιν, §2.347Εὐρύκλειʼ, Ὦπος θυγάτηρ Πεισηνορίδαο.
门板严密地关着,那是紧闭的双开门;日夜都有一位女管家守在里面,她以极其聪慧的心思看管着一切,欧律克勒亚,她是奥普斯(裴塞诺尔之子)的女儿。
§2.348τὴν τότε Τηλέμαχος προσέφη θαλαμόνδε καλέσσας· §2.349μαῖʼ, ἄγε δή μοι οἶνον ἐν ἀμφιφορεῦσιν ἄφυσσον §2.350ἡδύν, ὅτις μετὰ τὸν λαρώτατος ὃν σὺ φυλάσσεις §2.351κεῖνον ὀιομένη τὸν κάμμορον, εἴ ποθεν ἔλθοι §2.352διογενὴς Ὀδυσεὺς θάνατον καὶ κῆρας ἀλύξας.
忒勒马科斯那时把她叫到宝藏室前,对她说道: “好妈妈,快点帮我把甜酒汲入双耳瓮中,要选仅次于你所保存的那种最美味的酒,你保存着它是为了那个不幸的人,想着万一他会回来,那神圣的奥德修斯,免于死亡和厄运而归来。
§2.353δώδεκα δʼ ἔμπλησον καὶ πώμασιν ἄρσον ἅπαντας.
灌满十二个瓮,并全部配好盖子。
§2.354ἐν δέ μοι ἄλφιτα χεῦον ἐϋρραφέεσσι δοροῖσιν· §2.355εἴκοσι δʼ ἔστω μέτρα μυληφάτου ἀλφίτου ἀκτῆς.
再用缝制良好的皮袋帮我装好大麦粉;要准备二十度量的石磨大麦面粉。
§2.356αὐτὴ δʼ οἴη ἴσθι· τὰ δʼ ἁθρόα πάντα τετύχθω· §2.357ἑσπέριος γὰρ ἐγὼν αἱρήσομαι, ὁππότε κεν δὴ §2.358μήτηρ εἰς ὑπερῷʼ ἀναβῇ κοίτου τε μέδηται.
这件事只有你一个人知道;把所有这些东西聚在一处备好;因为到了傍晚,我就会来取走它们,那时母亲已经上了楼上的房间去歇息。
§2.359εἶμι γὰρ ἐς Σπάρτην τε καὶ ἐς Πύλον ἠμαθόεντα §2.360νόστον πευσόμενος πατρὸς φίλου, ἤν που ἀκούσω.
因为我要去斯巴达和多沙的毕罗斯,去打听我亲爱父亲的归期,看看能否在哪里听到消息。
§2.361ὣς φάτο, κώκυσεν δὲ φίλη τροφὸς Εὐρύκλεια,
” 他这样说道,而亲爱的乳母欧律克勒亚便放声大哭,

词汇与语法注释

  1. 2.290μυελὸν ἀνδρῶν — 荷马式的比喻,将大麦面粉称为“男人的骨髓”(生命力与活力的源泉),作为 ἄλφιτα 的同位语。
  2. 2.305ἐσθιέμεν καὶ πινέμεν — 不定式(现在时不定式)被用作命令式(命令性不定式),在此作为对忒勒马科斯的直接命令。
  3. 2.311ἀκέοντα — 形容词性单词 ἀκέων 的单数阳性宾格,作为不定式 δαίνυσθαι 的逻辑主语。由于不定式的逻辑主语在此被明确表示,故使用宾格,指代忒勒马科斯。

引用这一段

荷马, 奥德赛 §2.290-2.361. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:2.290-2.361

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。