§2.217ἐκ Διός, ἥ τε μάλιστα φέρει κλέος ἀνθρώποισιν·
来自宙斯的,那正是最给人们带来名声的。
§2.218εἰ μέν κεν πατρὸς βίοτον καὶ νόστον ἀκούσω, §2.219ἦ τʼ ἄν, τρυχόμενός περ, ἔτι τλαίην ἐνιαυτόν·
如果我能听到父亲依然在世并正在归来的消息,那么即便备受煎熬,我也情愿再忍耐一年。
§2.220εἰ δέ κε τεθνηῶτος ἀκούσω μηδʼ ἔτʼ ἐόντος, §2.221νοστήσας δὴ ἔπειτα φίλην ἐς πατρίδα γαῖαν §2.222σῆμά τέ οἱ χεύω καὶ ἐπὶ κτέρεα κτερεΐξω §2.223πολλὰ μάλʼ, ὅσσα ἔοικε, καὶ ἀνέρι μητέρα δώσω.
但如果我听到他已经去世,不再活在人世,那时我便回到亲爱的祖国土地,为他堆起坟墓,并举行葬礼祭仪,准备极其丰厚、符合身份的祭品,然后把母亲嫁给新的丈夫。
§2.224ἦ τοι ὅ γʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, τοῖσι δʼ ἀνέστη §2.225Μέντωρ, ὅς ῥʼ Ὀδυσῆος ἀμύμονος ἦεν ἑταῖρος, §2.226καί οἱ ἰὼν ἐν νηυσὶν ἐπέτρεπεν οἶκον ἅπαντα, §2.227πείθεσθαί τε γέροντι καὶ ἔμπεδα πάντα φυλάσσειν·
” 他这样说完便坐下了;在众人中站起来的是门托尔,他是高尚的奥德修斯的战友,奥德修斯乘船离去时,将整个家园托付于他,命仆人们服从这位老人,并牢牢看守一切。
§2.228ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν· §2.229κέκλυτε δὴ νῦν μευ, Ἰθακήσιοι, ὅττι κεν εἴπω· §2.230μή τις ἔτι πρόφρων ἀγανὸς καὶ ἤπιος ἔστω §2.231σκηπτοῦχος βασιλεύς, μηδὲ φρεσὶν αἴσιμα εἰδώς, §2.232ἀλλʼ αἰεὶ χαλεπός τʼ εἴη καὶ αἴσυλα ῥέζοι· §2.233ὡς οὔ τις μέμνηται Ὀδυσσῆος θείοιο §2.234λαῶν οἷσιν ἄνασσε, πατὴρ δʼ ὣς ἤπιος ἦεν.
他心怀善意,对众人宣示并说道: “伊塔卡人啊,现在请听我说,听我所要说的话;愿今后不再有任何手持权杖的国王心存温和与仁慈,也不再在心中懂得正义,相反,愿他总是严苛暴虐,行不义之事;因为在受神圣的奥德修斯统治的子民中,已经没有一个人记得他,而他当年待子民温和如父。
§2.235ἀλλʼ ἦ τοι μνηστῆρας ἀγήνορας οὔ τι μεγαίρω §2.236ἔρδειν ἔργα βίαια κακορραφίῃσι νόοιο· §2.237σφὰς γὰρ παρθέμενοι κεφαλὰς κατέδουσι βιαίως §2.238οἶκον Ὀδυσσῆος, τὸν δʼ οὐκέτι φασὶ νέεσθαι.
不过,我倒不怎么怪罪那些傲慢的求婚者凭着险恶的心机行使暴力之举;因为他们是在拿自己的性命作赌注,强行吞食奥德修斯的家产,口中还说他绝不会再归来。
§2.239νῦν δʼ ἄλλῳ δήμῳ νεμεσίζομαι, οἷον ἅπαντες §2.240ἧσθʼ ἄνεῳ, ἀτὰρ οὔ τι καθαπτόμενοι ἐπέεσσι §2.241παύρους μνηστῆρας καταπαύετε πολλοὶ ἐόντες.
如今我倒是对其他民众感到愤怒,因为你们所有人都默默坐着,对他们不加任何言辞谴责,你们人数众多,却不去阻止少数的求婚者。
§2.242τὸν δʼ Εὐηνορίδης Λειώκριτος ἀντίον ηὔδα· §2.243Μέντορ ἀταρτηρέ, φρένας ἠλεέ, ποῖον ἔειπες §2.244ἡμέας ὀτρύνων καταπαυέμεν.
” 对此,埃乌埃诺尔之子雷奥克里托斯回答说道: “纠缠不休的门托尔,心智糊涂的人,你说了什么话,竟然怂恿他们来阻止我们!
ἀργαλέον δὲ §2.245ἀνδράσι καὶ πλεόνεσσι μαχήσασθαι περὶ δαιτί.
这是一件难事,即使对人数更多的人来说,为了宴席而战也是艰难的。
§2.246εἴ περ γάρ κʼ Ὀδυσεὺς Ἰθακήσιος αὐτὸς ἐπελθὼν §2.247δαινυμένους κατὰ δῶμα ἑὸν μνηστῆρας ἀγαυοὺς §2.248ἐξελάσαι μεγάροιο μενοινήσειʼ ἐνὶ θυμῷ, §2.249οὔ κέν οἱ κεχάροιτο γυνή, μάλα περ χατέουσα, §2.250ἐλθόντʼ, ἀλλά κεν αὐτοῦ ἀεικέα πότμον ἐπίσποι, §2.251εἰ πλεόνεσσι μάχοιτο· σὺ δʼ οὐ κατὰ μοῖραν ἔειπες.
因为即使伊塔卡的奥德修斯亲自归来,发现高傲的求婚者们正在他的殿堂里宴饮,并决意在心中将他们逐出大厅,他的妻子即便再渴望他归来,也不会因他的归来而高兴,相反,他会当场遭遇悲惨的厄运,如果他与人数众多的人战斗的话;你的话完全不合情理。
§2.252ἀλλʼ ἄγε, λαοὶ μὲν σκίδνασθʼ ἐπὶ ἔργα ἕκαστος, §2.253τούτῳ δʼ ὀτρυνέει Μέντωρ ὁδὸν ἠδʼ Ἁλιθέρσης, §2.254οἵ τέ οἱ ἐξ ἀρχῆς πατρώιοί εἰσιν ἑταῖροι.
好了,民众各自散去,回到自己的工作中去吧,而门托尔和哈利特耳塞斯会为这年轻人的旅程提供帮助,因为他们自始至终都是他父亲的伙伴。
§2.255ἀλλʼ ὀίω, καὶ δηθὰ καθήμενος ἀγγελιάων §2.256πεύσεται εἰν Ἰθάκῃ, τελέει δʼ ὁδὸν οὔ ποτε ταύτην.
但我看,他大概要在伊塔卡枯坐很久去打听消息,而绝不可能完成这次旅程。
§2.257ὣς ἄρʼ ἐφώνησεν, λῦσεν δʼ ἀγορὴν αἰψηρήν.
” 他这样说完,便迅速解散了集会。
§2.258οἱ μὲν ἄρʼ ἐσκίδναντο ἑὰ πρὸς δώμαθʼ ἕκαστος, §2.259μνηστῆρες δʼ ἐς δώματʼ ἴσαν θείου Ὀδυσῆος.
众人便散去,各自回到自己的家中,求婚者们则走向神圣的奥德修斯的府邸。
§2.260Τηλέμαχος δʼ ἀπάνευθε κιὼν ἐπὶ θῖνα θαλάσσης, §2.261χεῖρας νιψάμενος πολιῆς ἁλὸς εὔχετʼ Ἀθήνῃ· §2.262κλῦθί μευ, ὃ χθιζὸς θεὸς ἤλυθες ἡμέτερον δῶ §2.263καί μʼ ἐν νηὶ κέλευσας ἐπʼ ἠεροειδέα πόντον §2.264νόστον πευσόμενον πατρὸς δὴν οἰχομένοιο §2.265ἔρχεσθαι· τὰ δὲ πάντα διατρίβουσιν Ἀχαιοί, §2.266μνηστῆρες δὲ μάλιστα κακῶς ὑπερηνορέοντες.
忒勒马科斯则独自走向海滩,在灰白的海水中洗净双手,向雅典娜祈祷: “请听我的祈求,您这昨日来到我们家中的神明,您曾命令我乘船越过阴暗的海洋,去打听久未归家的父亲的归期;但阿开亚人拖延着这一切,尤其是那些傲慢无礼、作恶多端的求婚者们。
§2.267ὣς ἔφατʼ εὐχόμενος, σχεδόθεν δέ οἱ ἦλθεν Ἀθήνη, §2.268Μέντορι εἰδομένη ἠμὲν δέμας ἠδὲ καὶ αὐδήν, §2.269καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· §2.270Τηλέμαχʼ, οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, §2.271εἰ δή τοι σοῦ πατρὸς ἐνέστακται μένος ἠύ, §2.272οἷος κεῖνος ἔην τελέσαι ἔργον τε ἔπος τε· §2.273οὔ τοι ἔπειθʼ ἁλίη ὁδὸς ἔσσεται οὐδʼ ἀτέλεστος.
” 他这样祈祷着,雅典娜来到了他身边,其身形和声音都酷似门托尔,她对他开口,用长了翅膀的话语说道: “忒勒马科斯,今后你既不会是个懦夫,也不会是个愚者,如果由你父亲流传下来的高尚气魄真已注入你体内的话,正如他当年那样,无论是言语还是行动都能贯彻始终;那么你的旅程就不会徒劳无功,也不会无法实现。
§2.274εἰ δʼ οὐ κείνου γʼ ἐσσὶ γόνος καὶ Πηνελοπείης, §2.275οὐ σέ γʼ ἔπειτα ἔολπα τελευτήσειν, ἃ μενοινᾷς.
但如果你不是他与佩内洛佩的子嗣,那么我便不期望你能完成你所渴望的事。
§2.276παῦροι γάρ τοι παῖδες ὁμοῖοι πατρὶ πέλονται, §2.277οἱ πλέονες κακίους, παῦροι δέ τε πατρὸς ἀρείους.
因为很少有孩子能像他们的父亲;大多数人更为逊色,只有少数能超越父亲。
§2.278ἀλλʼ ἐπεὶ οὐδʼ ὄπιθεν κακὸς ἔσσεαι οὐδʼ ἀνοήμων, §2.279οὐδέ σε πάγχυ γε μῆτις Ὀδυσσῆος προλέλοιπεν, §2.280ἐλπωρή τοι ἔπειτα τελευτῆσαι τάδε ἔργα.
但既然你今后既不会是个懦夫,也不会是个愚者,且奥德修斯的智慧也并未完全抛弃你,那么你就有希望完成这些事业。
§2.281τῶ νῦν μνηστήρων μὲν ἔα βουλήν τε νόον τε §2.282ἀφραδέων, ἐπεὶ οὔ τι νοήμονες οὐδὲ δίκαιοι· §2.283οὐδέ τι ἴσασιν θάνατον καὶ κῆρα μέλαιναν, §2.284ὃς δή σφι σχεδόν ἐστιν, ἐπʼ ἤματι πάντας ὀλέσθαι.
因此,现在就任由那些愚蠢的求婚者去算计和筹划吧,因为他们毫无明智,也不懂得正义;他们对死亡和黑色的命运一无所知,那命运已逼近他们,叫他们不日将全体毁灭。