αὐτὰρ ἄγει κειμήλια πολλὰ καὶ ἐσθλὰ §19.273αἰτίζων ἀνὰ δῆμον.
そして彼は多くの優れた財宝を携え、諸国で募りながら帰る途中です。
ἀτὰρ ἐρίηρας ἑταίρους §19.274ὤλεσε καὶ νῆα γλαφυρὴν ἐνὶ οἴνοπι πόντῳ, §19.275Θρινακίης ἄπο νήσου ἰών·
しかし、忠実な仲間たちと中をくりぬいた船を、酒のように暗い海で失いました、スリナキアの島から出発したときに。
ὀδύσαντο γὰρ αὐτῷ §19.276Ζεύς τε καὶ Ἠέλιος·
というのも、彼に怒ったのです、ゼウスとヘリオスが。
τοῦ γὰρ βόας ἔκταν ἑταῖροι.
仲間たちがヘリオスの牛を殺したからです。
§19.277οἱ μὲν πάντες ὄλοντο πολυκλύστῳ ἐνὶ πόντῳ·
彼らは皆、波荒い海で滅び去りました。
§19.278τὸν δʼ ἄρʼ ἐπὶ τρόπιος νεὸς ἔκβαλε κῦμʼ ἐπὶ χέρσου, §19.279Φαιήκων ἐς γαῖαν, οἳ ἀγχίθεοι γεγάασιν,
しかし彼を、波が船の竜骨にのせて陸地へと投げ出しました、神々に近いファイアケスたちの土地へ。
§19.280οἳ δή μιν περὶ κῆρι θεὸν ὣς τιμήσαντο §19.281καί οἱ πολλὰ δόσαν πέμπειν τέ μιν ἤθελον αὐτοὶ §19.282οἴκαδʼ ἀπήμαντον.
彼らは彼を心から神のように敬い、多くのものを与え、彼ら自身が彼を無事に我が家へと送り届けようとしました。
καί κεν πάλαι ἐνθάδʼ Ὀδυσσεὺς §19.283ἤην·
オデュッセウスはとうにここへ帰っていたでしょう。
ἀλλʼ ἄρα οἱ τό γε κέρδιον εἴσατο θυμῷ, §19.284χρήματʼ ἀγυρτάζειν πολλὴν ἐπὶ γαῖαν ἰόντι·
しかし、彼の心にはそのほうがより有利に思われたのです、多くの土地を巡って財宝を集めることが。
§19.285ὣς περὶ κέρδεα πολλὰ καταθνητῶν ἀνθρώπων §19.286οἶδʼ Ὀδυσεύς, οὐδʼ ἄν τις ἐρίσσειε βροτὸς ἄλλος.
そのように、死すべき人間たちの間で、多くの利得についてオデュッセウスはよく知っており、他のどんな人間も彼と競うことはできません。
§19.287ὥς μοι Θεσπρωτῶν βασιλεὺς μυθήσατο Φείδων·
このようにテスプロトイ人の王フェイドンは私に語りました。
§19.288ὤμνυε δὲ πρὸς ἔμʼ αὐτόν, ἀποσπένδων ἐνὶ οἴκῳ, §19.289νῆα κατειρύσθαι καὶ ἐπαρτέας ἔμμεν ἑταίρους, §19.290οἳ δή μιν πέμψουσι φίλην ἐς πατρίδα γαῖαν.
そして彼は私の前で、家の中で献酒を捧げながら誓いました、船は海に引き下ろされ、仲間たちも準備を整えて待っており、彼を愛する祖国へと送り届けるのだと。
§19.291ἀλλʼ ἐμὲ πρὶν ἀπέπεμψε·
しかし、彼はその前に私を送り出しました。
τύχησε γὰρ ἐρχομένη νηῦς §19.292ἀνδρῶν Θεσπρωτῶν ἐς Δουλίχιον πολύπυρον.
というのも、ちょうど出発する船があったのです、テスプロトイ人の男たちの、小麦豊かなドゥリキオンへ向かう船が。
§19.293καί μοι κτήματʼ ἔδειξεν, ὅσα ξυναγείρατʼ Ὀδυσσεύς·
そして彼は私に、オデュッセウスが集めたすべての財宝を見せてくれました。
§19.294καί νύ κεν ἐς δεκάτην γενεὴν ἕτερόν γʼ ἔτι βόσκοι, §19.295ὅσσα οἱ ἐν μεγάροις κειμήλια κεῖτο ἄνακτος.
王の館に置かれていた、彼のそれほど多くの宝は、十代の後に至るまで他の者をも養い続けるほどでした。
§19.296τὸν δʼ ἐς Δωδώνην φάτο βήμεναι, ὄφρα θεοῖο §19.297ἐκ δρυὸς ὑψικόμοιο Διὸς βουλὴν ἐπακούσαι, §19.298ὅππως νοστήσειε φίλην ἐς πατρίδα γαῖαν §19.299ἤδη δὴν ἀπεών, ἤ ἀμφαδὸν ἦε κρυφηδόν.
そして彼(オデュッセウス)はドードーネーへ行ったと王は言いました、神の葉の生い茂る高い樫の木から、ゼウスの意志を拝聴するために、すでに長く離れているが、どのようにして愛する祖国へ帰還すべきか、公然と帰るべきか、それとも密かに帰るべきかを。
§19.300ὣς ὁ μὲν οὕτως ἐστὶ σόος καὶ ἐλεύσεται ἤδη
このように、彼は無事であり、まもなく帰ってくるでしょう、極めて近くに。
もはや愛する人々や祖国の土地から遠く離れて長く留まることはないでしょう。
ἔμπης δέ τοι ὅρκια δώσω.
ともあれ、私はそなたに誓いを立てましょう。
§19.303ἴστω νῦν Ζεὺς πρῶτα, θεῶν ὕπατος καὶ ἄριστος, §19.304ἱστίη τʼ Ὀδυσῆος ἀμύμονος, ἣν ἀφικάνω· §19.305ἦ μέν τοι τάδε πάντα τελείεται ὡς ἀγορεύω.
いま、神々の中で最高にして最善のゼウスよ、知るがいい、そして私が今身を寄せている、非凡なるオデュッセウスの炉端よ、これらすべてのことは、まさに私が言う通りに実現する。
§19.306τοῦδʼ αὐτοῦ λυκάβαντος ἐλεύσεται ἐνθάδʼ Ὀδυσσεύς, §19.307τοῦ μὲν φθίνοντος μηνός, τοῦ δʼ ἱσταμένοιο.
まさに今年のうちに、オデュッセウスはここへ帰ってくるだろう、この月が消えゆき、次の月が始まるときに。
§19.308τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
これに対して、思慮深いペネロペが言った。
§19.309αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη·
「客人よ、願わくばその言葉が実現しますように。
§19.310τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα §19.311ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι.
そうすれば、そなたはすぐに私の好意と多くの贈り物を私から受けて知るでしょう、そなたに出会う誰もが羨むほどに。
§19.312ἀλλά μοι ὧδʼ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ·
しかし、私の心にはそのように思われるのです、実際に起こるであろうことが。
§19.313οὔτʼ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς §19.314τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσʼ ἐνὶ οἴκῳ
オデュッセウスはもはや我が家には帰らないでしょうし、そなたも送り出してもらうことは葉わないでしょう。
§19.315οἷος Ὀδυσσεὺς ἔσκε μετʼ ἀνδράσιν, εἴ ποτʼ ἔην γε, §19.316ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι.
というのも、この館には次のような主人がいないからです、人々の中でオデュッセウスがそうであったような――もし彼がかつて本当に存在したのなら―― 敬うべき客人たちを送り出し、また迎え入れることにおいて。
§19.317ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δʼ εὐνήν, §19.318δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα, §19.319ὥς κʼ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται.
だが、侍女たちよ、この方の足を洗い、寝床を用意しなさい、敷物と、外套と、光沢のある毛布を、暖かく過ごして、黄金の玉座に座る暁を迎えることができるように。
§19.320ἠῶθεν δὲ μάλʼ ἦρι λοέσσαι τε χρῖσαί τε, §19.321ὥς κʼ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται §19.322ἥμενος ἐν μεγάρῳ·
そして明日の朝早くには、体を洗い、油を塗りなさい、館の中でテレマコスの傍らに座り、朝食を共に楽しむことができるように。
τῷ δʼ ἄλγιον ὅς κεν ἐκείνων §19.323τοῦτον ἀνιάζῃ θυμοφθόρος·
求婚者たちのうち、この客人を苦しめ、心を痛めつける者には、より大きな苦痛が待っているでしょう。
οὐδέ τι ἔργον §19.324ἐνθάδʼ ἔτι πρήξει, μάλα περ κεχολωμένος αἰνῶς.
彼はもはや何事もここでは成し遂げられないでしょう、いくら激しく怒ったところで。
§19.325πῶς γὰρ ἐμεῦ σύ, ξεῖνε, δαήσεαι εἴ τι γυναικῶν §19.326ἀλλάων περίειμι νόον καὶ ἐπίφρονα μῆτιν, §19.327εἴ κεν ἀϋσταλέος, κακὰ εἱμένος ἐν μεγάροισιν §19.328δαινύῃ;
客人よ、そなたはどのようにして、私が他の女たちよりも心と思慮深い知恵において優れているかを知ることができましょうか、もしそなたが汚れ果て、見すぼらしい身なりで館の中で食事をするなら?
ἄνθρωποι δὲ μινυνθάδιοι τελέθουσιν.
人間は命の短いものです。
§19.329ὃς μὲν ἀπηνὴς αὐτὸς ἔῃ καὶ ἀπηνέα εἰδῇ, §19.330τῷ δὲ καταρῶνται πάντες βροτοὶ ἄλγεʼ ὀπίσσω §19.331ζωῷ, ἀτὰρ τεθνεῶτί γʼ ἐφεψιόωνται ἅπαντες·
冷酷であり、冷酷なことばかりを考える者には、生きている間中、あらゆる死すべき人間がその後の苦難を呪い、死んでからは、皆が彼を嘲笑うでしょう。
しかし、自ら非の打ちどころがなく、高潔なことを考える者の高名な誉れを、客人たちが広くあちこちへ運ぶでしょう、あらゆる人々のところへ。
§19.334πάντας ἐπʼ ἀνθρώπους, πολλοί τέ μιν ἐσθλὸν ἔειπον.
そして多くの者が彼を優れた人物と称えるでしょう。
」これに答えて、知略に長けたオデュッセウスが言った。
§19.337ἦ τοι ἐμοὶ χλαῖναι καὶ ῥήγεα σιγαλόεντα
「ラエルテスの子オデュッセウスの、敬うべきお妃よ、実のところ、外套や光沢のある毛布は私にとって……