Humanitext Reader

ホメロス · オデュッセイア §19.1-19.69

大広間の武具の隠匿とメラントーの詰問

133 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスとテレマコスは求婚者たちの目を盗んで武具を奥に片付ける。その後、アテネの奇跡的な光に照らされながら作業を終え、テレマコスが眠りについた後、ペネロペイアが広間に姿を現すが、女召使いのメラントが再びオデュッセウスを罵る。

§19.1αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, §19.2μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων·
しかし、館には、気高きオデュッセウスが後に残された、アテネとともに求婚者たちの殺害を企てながら。
§19.3αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα·
そしてすぐさま、テレマコスに翼ある言葉をかけた。
§19.4Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω §19.5πάντα μάλʼ·
「テレマコスよ、戦の武具はすべて中に片付けねばならぬ、ことごとくな。
αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι §19.6παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες·
そして求婚者たちがそれを求めてお前に尋ねたなら、優しい言葉で彼らを言いくるめるのだ。
§19.7ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει
『煙の届かぬ場所に片付けました。
§19.8οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, §19.9ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
以前、オデュッセウスがトロイアへ旅立つときに残していった武具のようではなく、火の息が届いた分だけ、ひどく傷んでおりますから。
§19.10πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων
その上さらに、神が私の心にこのような、より大きな懸念を吹き込まれたのです。
§19.11μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, §19.12ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα §19.13καὶ μνηστύν·
お前たちが酒に酔って、仲間内で争いを起こし、互いに傷つけ合い、宴と求婚を台無しにしてしまうのではないかと。
αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
鉄そのものが人間を引き寄せるのですから。
§19.14ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, §19.15ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν·
』」彼はこう言った。 テレマコスは愛する父に従い、乳母のエウリュクレイアを外に呼び出して、このように言った。
§19.16μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας, §19.17ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς
「ばあやよ、大殿の中に女たちを閉じ込めておいてくれ、私が父の美しい武具を奥の部屋へ片付ける間。
§19.18καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει §19.19πατρὸς ἀποιχομένοιο·
父が遠くへ去ってから、私がまだ幼かった間に、館の中で手入れもされず、煙で輝きを失っているのだ。
ἐγὼ δʼ ἔτι νήπιος ἦα. §19.20νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
だが今は、火の息が届かぬ場所に片付けたいのだ。
§19.21τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια·
」これに、愛する乳母エウリュクレイアが答えた。
§19.22αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο §19.23οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
「わが子よ、お前がいつか、家を気遣い、すべての財産を守る思慮を身につけてくれればよいのだが。
§19.24ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
だが、それでは、お前の後ろに従って灯りを持っていくのは誰なのだ?
§19.25δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
灯りをともしてくれたはずの、女召使いたちを外に出るのを禁じるというのだから。
§19.26τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」思慮深いテレマコスが彼女に答えて言った。
§19.27ξεῖνος ὅδʼ·
「この異邦人だ。
οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε §19.28χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
たとえ遠くから来た者であろうと、私の升に手をつける者を、働かせずに置くわけにはいかない。
§19.29ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
」彼はこう語った。 彼女にとって言葉は翼を失った。
§19.30κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
そして彼女は、住み心地のよい大殿の扉を閉ざした。
§19.31τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς §19.32ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας §19.33ἔγχεά τʼ ὀξυόεντα·
オデュッセウスと気高き息子は、立ち上がると、兜や突起のある盾、鋭い槍を運び入れた。
πάροιθε δὲ Παλλὰς Ἀθήνη, §19.34χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
彼らの前をパラス・アテネが、黄金のともしびを手にして、この上なく美しい光を投げかけていた。
§19.35δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα·
その時、テレマコスはすぐさま自分の父に話しかけた。
§19.36ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
「父上、まことに大きな奇跡を私は目の当たりにしています。
§19.37ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι, §19.38εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες §19.39φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
大殿の壁も、美しい壁の間も、樅の木の梁も、高くそびえる柱も、まるで燃え盛る火があるかのように、私の目に輝いて見えます。
§19.40ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
広い天を領する神々のどなたかが、確かにこの中におられるのです。
§19.41τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
」これに答えて、知略に長けたオデュッセウスが言った。
§19.42σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
「静かにせよ、心の中に留めておき、尋ねるな。
§19.43αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
これこそ、オリュンポスを領する神々の習わしなのだ。
§19.44ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ,
だが、お前はもう横になって眠るがよい。
§19.45ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
私はここに残る、女召使いたちとお前の母親を、さらに揺り動かすために。
§19.46ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
母は嘆き悲しみながら、あらゆることを私に一から尋ねるだろう。
§19.47ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει §19.48κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων,
」彼はこう言った。 テレマコスは大殿を出て、燃え盛るたいまつの光に照らされながら、眠るために自分の部屋へと向かった。
§19.49ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
そこは、かつて甘い眠りが訪れたときに、いつも眠っていた場所だった。
§19.50ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
そこで彼はその夜も横になり、神聖な暁を待った。
§19.51αὐτὰρ ὁ ἐν μεγάρῳ ὑπελείπετο δῖος Ὀδυσσεύς, §19.52μνηστήρεσσι φόνον σὺν Ἀθήνῃ μερμηρίζων.
しかし、館には、気高きオデュッセウスが後に残された、アテネとともに求婚者たちの殺害を企てながら。
§19.53ἡ δʼ ἴεν ἐκ θαλάμοιο περίφρων Πηνελόπεια,
部屋から、聡明なペネロペイアが出てきた。
§19.54Ἀρτέμιδι ἰκέλη ἠὲ χρυσέῃ Ἀφροδίτῃ.
アルテミス、あるいは黄金のアプロディテに似た姿で。
§19.55τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε,
彼女のために、火のそばに椅子が置かれた。
§19.56δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ·
彼女はそこに腰掛けた、それは象牙と銀で精巧に作られた椅子であった。
ἥν ποτε τέκτων §19.57ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε §19.58προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
かつて職人イクマリオスが作り、足元には、それと一体になった足載せ台を取り付けておいたもので、その上には大きな羊皮が敷かれていた。
§19.59ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
そこに、聡明なペネロペイアが腰を下ろした。
§19.60ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
大殿から、白い腕の女召使いたちがやって来た。
§19.61αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας §19.62καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον·
彼女たちは、おびただしい食べ物やテーブル、高慢な男たちがそこから酒を飲んでいた杯を片付けた。
§19.63πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν §19.64νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
そして、明かり籠から火を地面に落とし、その上に多くの薪を新しく積み上げ、明かりとし、暖をとるようにした。
§19.65ἡ δʼ Ὀδυσῆʼ ἐνένιπε Μελανθὼ δεύτερον αὖτις·
メラントがまたしてもオデュッセウスを激しく罵った。
§19.66ξεῖνʼ, ἔτι καὶ νῦν ἐνθάδʼ ἀνιήσεις διὰ νύκτα §19.67δινεύων κατὰ οἶκον, ὀπιπεύσεις δὲ γυναῖκας;
「異邦人よ、お前はまだ、夜通しここに留まって、館をうろつき回り、女たちを覗き見しようというのか。
§19.68ἀλλʼ ἔξελθε θύραζε, τάλαν, καὶ δαιτὸς ὄνησο·
出て行くがよい、厄介者め、宴にあずかれただけでもありがたいと思え。
§19.69ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε.
さもないと、すぐにでも燃え木を投げつけられて、外へ追い出されることになるぞ。 」

語釈・文法注

  1. 19.6παρφάσθαι — 「優しい言葉でなだめる」の意の不定詞 παρφάσθαι は、4行目の χρή(〜せねばならぬ)に依存しているとも解釈できるが、接続詞 αὐτάρ で区切られており、独立した命令の意味を表す「命令代用の不定詞(imperative infinitive)」として解釈するのがより自然である。
  2. 19.28χοίνικος — χοίνιξ(コイニクス)は、成人の1日の食糧(主に小麦や大麦)に相当する約1リットルの容積単位。動詞 ἅπτομαι(手をつける、あずかる)の属格補語。ここでは「私の提供する扶持(食糧)を食む者」という比喩的な意味で、居候である異邦人を指している。
  3. 19.29ἄπτερος ἔπλετο μῦθος — 「彼女にとって言葉は翼を失った(飛んでいかなかった)」という描写。言葉が空中へ消え去らずに聞き手の心に深く留まり、反論せずに黙って従う様子を表現する。
  4. 19.39ὡς εἰ πυρὸς αἰθομένοιο — ὡς εἰ(あたかも〜であるかのように)の後に、名詞 πυρός と分詞 αἰθομένοιο の属格が続く「属格絶対(genitive absolute)」の構文。神的な光によって照らされる大殿の様子を「燃える火があるかのように」と直喩している。

この箇所を引用する

ホメロス, オデュッセイア §19.1-19.69. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:19.1-19.69

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。