然而,高贵的奥德修斯留在大殿里,与雅典娜一同谋划着对求婚者的杀戮。
§19.3αἶψα δὲ Τηλέμαχον ἔπεα πτερόεντα προσηύδα· §19.4Τηλέμαχε, χρὴ τεύχεʼ ἀρήϊα κατθέμεν εἴσω §19.5πάντα μάλʼ· αὐτὰρ μνηστῆρας μαλακοῖς ἐπέεσσι §19.6παρφάσθαι, ὅτε κέν σε μεταλλῶσιν ποθέοντες· §19.7ἐκ καπνοῦ κατέθηκʼ, ἐπεὶ οὐκέτι τοῖσιν ἐῴκει §19.8οἷά ποτε Τροίηνδε κιὼν κατέλειπεν Ὀδυσσεύς, §19.9ἀλλὰ κατῄκισται, ὅσσον πυρὸς ἵκετʼ ἀϋτμή.
他随即对特勒马科斯说出了长翅膀的话语: “特勒马科斯啊,你必须把所有的战具都移到里面,全部搬走;但当求婚者们因为想念而向你打听时,你要用温和的话语去劝诱他们:『我把它们从烟雾中移走了,因为它们不再像当年奥德修斯前往特洛伊时所留下的那些武具,而是已经被毁坏了,只要是火的嘘气所及之处。
§19.10πρὸς δʼ ἔτι καὶ τόδε μεῖζον ἐνὶ φρεσὶν ἔβαλε δαίμων §19.11μή πως οἰνωθέντες, ἔριν στήσαντες ἐν ὑμῖν, §19.12ἀλλήλους τρώσητε καταισχύνητέ τε δαῖτα §19.13καὶ μνηστύν· αὐτὸς γὰρ ἐφέλκεται ἄνδρα σίδηρος.
此外,神还在我的心中放入了这一更为重大的顾虑,免得你们在喝醉酒后,彼此挑起争端,互相伤害,从而玷污了宴席和求婚;因为铁本身就会吸引人。
§19.14ὣς φάτο, Τηλέμαχος δὲ φίλῳ ἐπεπείθετο πατρί, §19.15ἐκ δὲ καλεσσάμενος προσέφη τροφὸν Εὐρύκλειαν· §19.16μαῖʼ, ἄγε δή μοι ἔρυξον ἐνὶ μεγάροισι γυναῖκας, §19.17ὄφρα κεν ἐς θάλαμον καταθείομαι ἔντεα πατρὸς §19.18καλά, τά μοι κατὰ οἶκον ἀκηδέα καπνὸς ἀμέρδει
』” 他这样说着,特勒马科斯顺从了亲爱的父亲,他把乳母欧律克勒娅召到外面,对她说道: “好妈妈,请帮我把女仆们关在大殿里,好让我把父亲美丽的武具收进内室,在父亲离家、我还年幼的时候,这些武具在馆中无人照管,已被烟雾熏得失去了光泽。
§19.19πατρὸς ἀποιχομένοιο· ἐγὼ δʼ ἔτι νήπιος ἦα. §19.20νῦν δʼ ἐθέλω καταθέσθαι, ἵνʼ οὐ πυρὸς ἵξετʼ ἀϋτμή.
现在我想把它们收放好,放在火的嘘气够不到的地方。
§19.21τὸν δʼ αὖτε προσέειπε φίλη τροφὸς Εὐρύκλεια· §19.22αἲ γὰρ δή ποτε, τέκνον, ἐπιφροσύνας ἀνέλοιο §19.23οἴκου κήδεσθαι καὶ κτήματα πάντα φυλάσσειν.
” 亲爱的乳母欧律克勒娅又对他说: “孩子啊,但愿你什么时候能真正担起心思,去照管家园,并守护所有的财产。
§19.24ἀλλʼ ἄγε, τίς τοι ἔπειτα μετοιχομένη φάος οἴσει;
但是来吧,之后谁来跟着你为你拿灯照明呢?
§19.25δμῳὰς δʼ οὐκ εἴας προβλωσκέμεν, αἵ κεν ἔφαινον.
因为你决不允许本可以照明的女仆们走出来。
οὐ γὰρ ἀεργὸν ἀνέξομαι ὅς κεν ἐμῆς γε §19.28χοίνικος ἅπτηται, καὶ τηλόθεν εἰληλουθώς.
因为我决不容忍任何闲居不工者吃我的口粮,即使他是从远方来的。
§19.29ὣς ἄρʼ ἐφώνησεν, τῇ δʼ ἄπτερος ἔπλετο μῦθος.
” 他这样说着,她没有说出任何话。
§19.30κλήϊσεν δὲ θύρας μεγάρων εὖ ναιεταόντων.
她锁上了舒适大殿的门。
§19.31τὼ δʼ ἄρʼ ἀναΐξαντʼ Ὀδυσεὺς καὶ φαίδιμος υἱὸς §19.32ἐσφόρεον κόρυθάς τε καὶ ἀσπίδας ὀμφαλοέσσας §19.33ἔγχεά τʼ ὀξυόεντα· πάροιθε δὲ Παλλὰς Ἀθήνη, §19.34χρύσεον λύχνον ἔχουσα, φάος περικαλλὲς ἐποίει.
他们二人,奥德修斯和辉煌的儿子,随即跃起,运进头盔、有脐盾牌以及锐利的矛枪;而在他们前面,帕拉斯·雅典娜手持金灯,洒下无比美丽的光芒。
§19.35δὴ τότε Τηλέμαχος προσεφώνεεν ὃν πατέρʼ αἶψα· §19.36ὦ πάτερ, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι.
这时特勒马科斯立刻对他的父亲说: “父亲啊,这真是我的眼睛所见的一大奇迹。
§19.37ἔμπης μοι τοῖχοι μεγάρων καλαί τε μεσόδμαι, §19.38εἰλάτιναί τε δοκοί, καὶ κίονες ὑψόσʼ ἔχοντες §19.39φαίνοντʼ ὀφθαλμοῖς ὡς εἰ πυρὸς αἰθομένοιο.
大殿的墙壁、美丽的壁龛、松木的横梁以及高耸的立柱,在我的眼里,都显得如同有烈火在燃烧一般。
§19.40ἦ μάλα τις θεὸς ἔνδον, οἳ οὐρανὸν εὐρὺν ἔχουσι.
确实有一位居住在宽阔天空中的神明在里面。
§19.41τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς· §19.42σίγα καὶ κατὰ σὸν νόον ἴσχανε μηδʼ ἐρέεινε·
” 足智多谋的奥德修斯回答他说道: “静下心来,把这收在心底,不要发问。
§19.43αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.
这正是居住在奥林波斯的众神的规矩。
§19.44ἀλλὰ σὺ μὲν κατάλεξαι, ἐγὼ δʼ ὑπολείψομαι αὐτοῦ, §19.45ὄφρα κʼ ἔτι δμῳὰς καὶ μητέρα σὴν ἐρεθίζω·
现在你去睡吧,而我将留在此处,好让我进一步试探女仆们和你的母亲。
§19.46ἡ δέ μʼ ὀδυρομένη εἰρήσεται ἀμφὶς ἕκαστα.
她会在悲哀中向我细细打听每一件事。
§19.47ὣς φάτο, Τηλέμαχος δὲ διὲκ μεγάροιο βεβήκει §19.48κείων ἐς θάλαμον, δαΐδων ὕπο λαμπομενάων, §19.49ἔνθα πάρος κοιμᾶθʼ, ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι·
” 他这样说着,特勒马科斯穿过大殿离去,在燃烧着的火炬照耀下,前往内室睡觉,那是他以前当甜美的睡眠袭来时经常入睡的地方。
§19.50ἔνθʼ ἄρα καὶ τότʼ ἔλεκτο καὶ Ἠῶ δῖαν ἔμιμνεν.
当时他也在那里躺下,等待着神圣的黎明。
然而,高贵的奥德修斯留在大殿里,与雅典娜一同谋划着对求婚者的杀戮。
睿智的佩内洛佩从内室走了出来,她宛如阿耳忒弥斯或是金色的阿佛洛狄忒。
§19.55τῇ παρὰ μὲν κλισίην πυρὶ κάτθεσαν, ἔνθʼ ἄρʼ ἐφῖζε, §19.56δινωτὴν ἐλέφαντι καὶ ἀργύρῳ· ἥν ποτε τέκτων §19.57ποίησʼ Ἰκμάλιος, καὶ ὑπὸ θρῆνυν ποσὶν ἧκε §19.58προσφυέʼ ἐξ αὐτῆς, ὅθʼ ἐπὶ μέγα βάλλετο κῶας.
在火旁,人们为她安置了一把椅子,她便坐在那里,那是一把用象牙和银子精工雕琢的椅子,曾由工匠伊克马利奥斯制作,并在其下为她的双脚配了一个与之相连的足凳,上面铺着一张巨大的羊皮。
§19.59ἔνθα καθέζετʼ ἔπειτα περίφρων Πηνελόπεια.
随后,睿智的佩内洛佩便坐在那里。
§19.60ἦλθον δὲ δμῳαὶ λευκώλενοι ἐκ μεγάροιο.
白臂的女仆们也从大殿里走了出来。
§19.61αἱ δʼ ἀπὸ μὲν σῖτον πολὺν ᾕρεον ἠδὲ τραπέζας §19.62καὶ δέπα, ἔνθεν ἄρʼ ἄνδρες ὑπερμενέοντες ἔπινον· §19.63πῦρ δʼ ἀπὸ λαμπτήρων χαμάδις βάλον, ἄλλα δʼ ἐπʼ αὐτῶν §19.64νήησαν ξύλα πολλά, φόως ἔμεν ἠδὲ θέρεσθαι.
她们收拾起大量的食物、桌子,以及那些傲慢的男人们曾用以饮酒的杯盏;她们把明灯里的火炭倒在地上,并在其上堆起许多新的柴薪,用以照明和取暖。