Humanitext Reader

ホメロス · オデュッセイア §18.284-18.357

求婚者たちの贈り物とメラントーによる罵倒

131 / 173 箇所 · ギリシア語

要旨

ペネロペイアの要求に応じて求婚者たちが豪華な贈り物を持ち寄り、彼女はそれらを持って上の部屋へと退く。その後、オデュッセウスは館の灯火台を自分が管理すると申し出るが、無礼な侍女メラントーから罵倒され、さらに求婚者エウリュマコスからも頭髪の薄さを嘲笑される。

§18.284τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός,
これに対し、エウペイテスの息子アンティノオスが言った。
§18.285κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, §18.286δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι, §18.287δέξασθʼ.
「イカリオスの娘よ、賢明なペネロペイアよ、アカイア人のうち、ここに贈り物を持ち寄ることを望む者がいるなら、誰であってもそれを受け取りなさい。
οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
贈り物を拒むのは、良いことではないから。
§18.288ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ, §18.289πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
しかし私たちは、自分の領地へも、他のどこへも、それまでは戻るつもりはない、あなたがアカイア人のうち最も優れた者と結婚するまでは。
§18.290ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
」アンティノオスはそのように語り、彼らはその言葉を気に入った。
§18.291δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
そして、めいめいが贈り物を持ち寄るために伝令を送った。
§18.292Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον, §18.293ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι §18.294χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
アンティノオスには、大きくて非常に美しい衣が運ばれた、美しく飾られたもので、そこには全部で十二個のピンがついていた、いずれも黄金製で、よく曲がった留め金がついていた。
§18.295ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε. §18.296χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
エウリュマコスには、すぐに精巧に作られた首飾りが運ばれた、黄金製で、琥珀が散りばめられ、太陽のように輝いていた。
§18.297ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν, §18.298τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
エウリュダマスには、二人の従者が一対の耳飾りを持ってきた、三つのビーズが揺れる精巧なもので、そこから大いなる輝きが放たれていた。
§18.299ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος §18.300ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
ポリュクトルの息子ペイサンドロス君主からは、従者が首飾りを持ってきた、極めて美しい宝物であった。
§18.301ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
アカイア人の他の者たちも、めいめいに美しい贈り物を持ち寄った。
§18.302ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν,
その後、女たちの中で気高い彼女は上の部屋へと上っていった。
§18.303τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
侍女たちが彼女と一緒に、あの非常に美しい贈り物を持って運んだ。
§18.304οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν §18.305τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
一方、彼らは踊りと魅力的な歌へと興じて楽しみ、夕暮れが訪れるのを待っていた。
§18.306τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
彼らが楽しんでいるうちに、暗い夕暮れが訪れた。
§18.307αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν, §18.308ὄφρα φαείνοιεν·
彼らはすぐに、館の中に三つの灯火台を立てた、光を照らすために。
περὶ δὲ ξύλα κάγκανα θῆκαν, §18.309αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ,
そして、その周囲に乾いた薪を置いた、ずっと前に枯れて、よく乾いた、青銅の斧で割られたばかりの薪を。
§18.310καὶ δαΐδας μετέμισγον·
さらに松明を混ぜ入れた。
ἀμοιβηδὶς δʼ ἀνέφαινον §18.311δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος.
そして交代で火をかき立て、照らし出したのは、心気強いオデュッセウスの女奴隷たちであった。
αὐτὰρ ὁ τῇσιν §18.312αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς·
しかし、彼女たちに神託を受けた、知略に長けたオデュッセウス自ら語りかけた。
§18.313δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος, §18.314ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια·
「長く留守にしている主君オデュッセウスの女奴隷たちよ、敬うべき王妃がいる部屋へと行きなさい。
§18.315τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν §18.316ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν·
彼女のそばで糸を紡ぎ、彼女を慰めなさい、館の中に座り、あるいは手で羊毛を梳きながら。
§18.317αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
しかし私は、彼ら全員のために明かりを提供しよう。
§18.318ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν, §18.319οὔ τί με νικήσουσι·
たとえ彼らが美しき玉座の暁まで待ちたいと望もうとも、私を打ち負かすことはできない。
πολυτλήμων δὲ μάλʼ εἰμί.
私は非常に辛抱強いのだから。
§18.320ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
」彼はこう言った。 彼女たちは笑い、お互いを見合わせた。
§18.321τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος, §18.322τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια, §18.323παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ·
頬の美しいメラントーが、彼を激しく罵った、彼女はドリオスがもうけた娘であったが、ペネロペイアが育て、わが子のように慈しみ、心の望むままにおもちゃを与えていた。
§18.324ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης, §18.325ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
それなのに彼女は、ペネロペイアの悲しみを心にとどめることもせず、エウリュマコスと交わり、彼を愛していた。
§18.326ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν·
彼女がオデュッセウスを侮辱的な言葉で罵った。
§18.327ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί, §18.328οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών, §18.329ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις, §18.330θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ §18.331ταρβεῖς·
「哀れな異邦人よ、お前は本当に頭が狂ってしまった男だ、鍛冶屋の家に行って眠ろうともせず、あるいはどこかたまり場へも行かず、ここで長々と喋り、多くの男たちの間で不敵に振る舞い、心の中で少しも恐れていない。
ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ §18.332τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
確かに酒がお前の理性を奪っているのか、それともお前はいつもそのような考えで、だからこそ無駄なことを口走るのか。
§18.333ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
浮浪者イロスに勝ったからといって、のぼせ上がっているのか。
§18.334μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, §18.335ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι §18.336δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
すぐにイロスよりも優れた別の男が立ち上がり、力強い手でお前の頭の周りを打ち据えて、血だらけにしてこの館から追い出すことになるかもしれないぞ。
§18.337τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·
」彼女を鋭く睨みつけ、知略に長けたオデュッセウスが言った。
§18.338ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις,
「牝犬め、お前がしゃべっていることを、すぐにテレマコスに告げてやる、あそこへ行ってな。
§18.339κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
そうすれば、お前をその場で切り刻んでくれるだろう。
§18.340ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
」このように語って、彼は言葉によって女たちを怯えさせた。
§18.341βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης §18.342ταρβοσύνῃ·
彼女たちは館を通って出ていき、恐怖のあまりめいめいの膝の力が抜けた。
φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
彼が本気で言っていると思ったからである。
§18.343αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν §18.344ἑστήκειν ἐς πάντας ὁρώμενος·
一方、彼は燃え盛る灯火台の傍らで明かりを灯しながら、皆を見つめつつ立っていた。
ἄλλα δέ οἱ κῆρ §18.345ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
しかし、彼の心は別のことを思い巡らせており、それらは決して実現せずに終わることはなかった。
§18.346μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη
しかしアテナは、傲慢な求婚者たちが侮辱を控えることを全く許さなかった。
§18.347λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον §18.348δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
それは、よりいっそうラエルテスの息子オデュッセウスの心に怒りが沁みるようにするためであった。
§18.349τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν, §18.350κερτομέων Ὀδυσῆα·
彼らのうち、ポリュボスの息子エウリュマコスが話を切り出し、オデュッセウスを嘲笑った。
γέλω δʼ ἑτάροισιν ἔτευχε.
そして仲間たちに笑いを提供した。
§18.351κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, §18.352ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
「高名な王妃に求婚する者たちよ、私の言葉を聞くがよい、胸の中の心が私に命じることを告げるために。
§18.353οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει·
神の意志なくして、この男がオデュッセウスの館に来たのではない。
§18.354ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ
いずれにせよ、松明の輝きは彼自身から、その頭から放たれているように見える。
§18.355κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
髪の毛が一本も残っていないのだから。
§18.356ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον·
」こう言って、彼は同時に都市の破壊者オデュッセウスに呼びかけた。
§18.357ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
「異邦人よ、もし私が雇ってやるなら、召使として働きたいか、

語釈・文法注

  1. 18.287δέξασθʼ — 命令の意味で用いられている不定詞(δέξασθαι)。主語の2人称単数(ペネロペイア)に対する命令を表す。
  2. 18.289πρίν γέ σε τῷ γήμασθαι — 接続詞 πρίν に対格主語(σε)と不定詞(γήμασθαι)が続く構成。指示代名詞 τῷ は関係代名詞 ὅς τις の先行詞として機能している。
  3. 18.334μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ — 独立節における μή +接続法(ἀναστῇ)で、否定の懸念や警告を表す(「〜しないように気をつけよ」)。
  4. 18.354ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ / κὰκ κεφαλῆς — κὰκ κεφαλῆς は κατά +属格(κεφαλῆς)の縮約形。属格 αὐτοῦ は κεφαλῆς に係り、「彼自身の頭から」の意。δαιδῶν σέλας が不定詞句の主語である。

この箇所を引用する

ホメロス, オデュッセイア §18.284-18.357. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:18.284-18.357

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。