Humanitext Reader

荷马 · 奥德赛 §18.284-18.357

求婚者的贡礼与女仆梅兰托的辱骂

第 131 段,共 173 段 · 希腊语

内容简介

求婚者们应佩涅洛佩的要求送来丰厚的礼物,她随之将礼物带回阁楼。随后,奥德修斯主动要求在大殿里照管火盆照明,却遭到无礼女仆梅兰托的辱骂,紧接着又受到求婚者欧律马科斯对其秃头的嘲弄。

§18.284τὴν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός, §18.285κούρη Ἰκαρίοιο, περίφρον Πηνελόπεια, §18.286δῶρα μὲν ὅς κʼ ἐθέλῃσιν Ἀχαιῶν ἐνθάδʼ ἐνεῖκαι, §18.287δέξασθʼ. οὐ γὰρ καλὸν ἀνήνασθαι δόσιν ἐστίν·
对此,欧佩特斯之子安提诺乌斯回答她道: “伊卡里奥斯的女儿,聪慧的佩涅洛佩啊,阿开亚人中若有人愿意把礼物带到这里,你就收下吧;因为拒绝赠礼并非美事。
§18.288ἡμεῖς δʼ οὔτʼ ἐπὶ ἔργα πάρος γʼ ἴμεν οὔτε πῃ ἄλλῃ, §18.289πρίν γέ σε τῷ γήμασθαι Ἀχαιῶν ὅς τις ἄριστος.
而我们在那之前绝不会回到自己的领地,也不会去别的地方,直到你嫁给阿开亚人中最优秀的那一位。
§18.290ὣς ἔφατʼ Ἀντίνοος, τοῖσιν δʼ ἐπιήνδανε μῦθος·
” 安提诺乌斯这样说着,他的话让大家都很满意。
§18.291δῶρα δʼ ἄρʼ οἰσέμεναι πρόεσαν κήρυκα ἕκαστος.
于是他们各自发出传令官去取礼物。
§18.292Ἀντινόῳ μὲν ἔνεικε μέγαν περικαλλέα πέπλον, §18.293ποικίλον· ἐν δʼ ἀρʼ ἔσαν περόναι δυοκαίδεκα πᾶσαι §18.294χρύσειαι, κληῗσιν ἐϋγνάμπτοις ἀραρυῖαι.
给安提诺乌斯送来了一件宽大而精美的披风,上面绣着花纹,上面共有十二个别针,全都是黄金铸成,配有弯曲得恰到好处的扣子。
§18.295ὅρμον δʼ Εὐρυμάχῳ πολυδαίδαλον αὐτίκʼ ἔνεικε. §18.296χρύσεον, ἠλέκτροισιν ἐερμένον ἠέλιον ὥς.
随即给欧律马科斯带来了一条工艺精湛的项链,那是黄金制成的,串着琥珀,亮如烈日。
§18.297ἕρματα δʼ Εὐρυδάμαντι δύω θεράποντες ἔνεικαν, §18.298τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.
两个仆人给欧律达马斯带来了双耳环,缀有三颗珠子,玲珑剔透,流光溢彩。
§18.299ἐκ δʼ ἄρα Πεισάνδροιο Πολυκτορίδαο ἄνακτος §18.300ἴσθμιον ἤνεικεν θεράπων, περικαλλὲς ἄγαλμα.
而从波吕克托尔之子裴桑德罗斯领主的府上,仆人带来了一条颈饰,是一件极美的首饰。
§18.301ἄλλο δʼ ἄρʼ ἄλλος δῶρον Ἀχαιῶν καλὸν ἔνεικεν.
其他阿开亚人也各自送来了别的精美礼物。
§18.302ἡ μὲν ἔπειτʼ ἀνέβαινʼ ὑπερώϊα δῖα γυναικῶν, §18.303τῇ δʼ ἄρʼ ἅμʼ ἀμφίπολοι ἔφερον περικαλλέα δῶρα
随后,那高贵的妇人便登上了阁楼,侍女们随同她一起,捧着那些精美的礼物。
§18.304οἱ δʼ εἰς ὀρχηστύν τε καὶ ἱμερόεσσαν ἀοιδὴν §18.305τρεψάμενοι τέρποντο, μένον δʼ ἐπὶ ἕσπερον ἐλθεῖν.
而求婚者们则转向舞蹈和迷人的歌声,以此寻欢作乐,等待着黄昏的来临。
§18.306τοῖσι δὲ τερπομένοισι μέλας ἐπὶ ἕσπερος ἦλθεν.
在他们的欢娱之中,黑夜降临了。
§18.307αὐτίκα λαμπτῆρας τρεῖς ἵστασαν ἐν μεγάροισιν, §18.308ὄφρα φαείνοιεν· περὶ δὲ ξύλα κάγκανα θῆκαν, §18.309αὖα πάλαι, περίκηλα, νέον κεκεασμένα χαλκῷ, §18.310καὶ δαΐδας μετέμισγον· ἀμοιβηδὶς δʼ ἀνέφαινον §18.311δμῳαὶ Ὀδυσσῆος ταλασίφρονος.
他们随即便在大殿里立起了三个火盆,以提供照明;并在周围放上干枯的木柴,这些木柴是早已枯干、非常干燥、刚用青铜斧劈开的,并掺入火把;轮流照亮着火光的,是坚忍的奥德修斯的女仆们。
αὐτὰρ ὁ τῇσιν §18.312αὐτὸς διογενῆς μετέφη πολύμητις Ὀδυσσεύς· §18.313δμῳαὶ Ὀδυσσῆος, δὴν οἰχομένοιο ἄνακτος, §18.314ἔρχεσθε πρὸς δώμαθʼ, ἵνʼ αἰδοίη βασίλεια· §18.315τῇ δὲ παρʼ ἠλάκατα στροφαλίζετε, τέρπετε δʼ αὐτὴν §18.316ἥμεναι ἐν μεγάρῳ, ἢ εἴρια πείκετε χερσίν· §18.317αὐτὰρ ἐγὼ τούτοισι φάος πάντεσσι παρέξω.
然而,对她们那神圣的、足智多谋的奥德修斯亲自开口说道: “很久未归的领主奥德修斯的女仆们啊,到那高贵的王后所在的内室里去吧;在她身边纺线吧,逗她开心,坐在大殿里,或者用双手梳理羊毛;而我,将为这里所有人提供光亮。
§18.318ἤν περ γάρ κʼ ἐθέλωσιν ἐΰθρονον Ἠῶ μίμνειν, §18.319οὔ τί με νικήσουσι· πολυτλήμων δὲ μάλʼ εἰμί.
因为即使他们想要等到那美丽宝座的黎明,他们也绝难倒我;因为我极其耐劳。
§18.320ὣς ἔφαθʼ, αἱ δʼ ἐγέλασσαν, ἐς ἀλλήλας δὲ ἴδοντο.
” 他这样说着,女仆们都笑了,并互相对视。
§18.321τὸν δʼ αἰσχρῶς ἐνένιπε Μελανθὼ καλλιπάρῃος, §18.322τὴν Δολίος μὲν ἔτικτε, κόμισσε δὲ Πηνελόπεια, §18.323παῖδα δὲ ὣς ἀτίταλλε, δίδου δʼ ἄρʼ ἀθύρματα θυμῷ· §18.324ἀλλʼ οὐδʼ ὣς ἔχε πένθος ἐνὶ φρεσὶ Πηνελοπείης, §18.325ἀλλʼ ἥ γʼ Εὐρυμάχῳ μισγέσκετο καὶ φιλέεσκεν.
那脸颊美丽的梅兰托无礼地叱责他,她是多利奥斯的女儿,由佩涅洛佩抚养长大,像亲生孩子一样疼爱她,并随她心意给她各种玩具;然而即便如此,她心里也毫不体贴佩涅洛佩的哀戚,反倒去跟欧律马科斯幽会并相爱。
§18.326ἥ ῥʼ Ὀδυσῆʼ ἐνένιπεν ὀνειδείοις ἐπέεσσιν· §18.327ξεῖνε τάλαν, σύ γέ τις φρένας ἐκπεπαταγμένος ἐσσί, §18.328οὐδʼ ἐθέλεις εὕδειν χαλκήϊον ἐς δόμον ἐλθών, §18.329ἠέ που ἐς λέσχην, ἀλλʼ ἐνθάδε πόλλʼ ἀγορεύεις, §18.330θαρσαλέως πολλοῖσι μετʼ ἀνδράσιν, οὐδέ τι θυμῷ §18.331ταρβεῖς·
她便用侮辱性的话语呵斥奥德修斯: “可怜的外邦人啊,你真是个神志不清的家伙,竟然不肯去铜匠的工坊睡觉,或是去某个聚会的场所,却在这里喋喋不休,在一众男子面前毫无惧色,心里一点也不害怕。
ἦ ῥά σε οἶνος ἔχει φρένας, ἤ νύ τοι αἰεὶ §18.332τοιοῦτος νόος ἐστίν· ὃ καὶ μεταμώνια βάζεις.
必定是酒水迷糊了你的神智,或者是你一直就是这种脾气,所以才胡言乱语。
§18.333ἦ ἀλύεις, ὅτι Ἶρον ἐνίκησας τὸν ἀλήτην;
你是因为打败了流浪汉伊罗斯,就得意忘形了吗?
§18.334μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ, §18.335ὅς τίς σʼ ἀμφὶ κάρη κεκοπὼς χερσὶ στιβαρῇσι §18.336δώματος ἐκπέμψῃσι, φορύξας αἵματι πολλῷ.
小心很快会有个比伊罗斯更厉害的人站出来,用一双粗壮的手痛击你的脑袋,把你打得鲜血淋漓,赶出大厅。
§18.337τὴν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· §18.338ἦ τάχα Τηλεμάχῳ ἐρέω, κύον, οἷʼ ἀγορεύεις, §18.339κεῖσʼ ἐλθών, ἵνα σʼ αὖθι διὰ μελεϊστὶ τάμῃσιν.
” 足智多谋的奥德修斯狠狠地瞪着她说道: “贱人,我这就去告诉特勒马科斯你说的话,到他那边去,好让他当场把你碎尸万段。
§18.340ὣς εἰπὼν ἐπέεσσι διεπτοίησε γυναῖκας.
” 他这番话,让女仆们吓得魂飞魄散。
§18.341βὰν δʼ ἴμεναι διὰ δῶμα, λύθεν δʼ ὑπὸ γυῖα ἑκάστης §18.342ταρβοσύνῃ· φὰν γάρ μιν ἀληθέα μυθήσασθαι.
她们纷纷穿过大殿离去,每个人都吓得双腿发软;因为她们认为他说的是真话。
§18.343αὐτὰρ ὁ πὰρ λαμπτῆρσι φαείνων αἰθομένοισιν §18.344ἑστήκειν ἐς πάντας ὁρώμενος· ἄλλα δέ οἱ κῆρ §18.345ὥρμαινε φρεσὶν ᾗσιν, ἅ ῥʼ οὐκ ἀτέλεστα γένοντο.
而他则站在燃烧着的火盆旁照明,注视着众人;但在他的心中,正思量着别的事情,而这些事情决不会落空。
§18.346μνηστῆρας δʼ οὐ πάμπαν ἀγήνορας εἴα Ἀθήνη §18.347λώβης ἴσχεσθαι θυμαλγέος, ὄφρʼ ἔτι μᾶλλον §18.348δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος.
然而雅典娜绝不容许那些傲慢的求婚者们停止那令人痛心的侮辱,好让痛苦深深地渗入拉埃尔特斯之子奥德修斯的心中。
§18.349τοῖσιν δʼ Εὐρύμαχος, Πολύβου πάϊς, ἦρχʼ ἀγορεύειν, §18.350κερτομέων Ὀδυσῆα· γέλω δʼ ἑτάροισιν ἔτευχε. §18.351κέκλυτέ μευ, μνηστῆρες ἀγακλειτῆς βασιλείης, §18.352ὄφρʼ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
在他们之中,波吕博斯之子欧律马科斯带头挑起话头,嘲弄奥德修斯;并给同伴们制造了笑料: “请听我说,光荣王后的求婚者们,好让我说出我胸中之意。
§18.353οὐκ ἀθεεὶ ὅδʼ ἀνὴρ Ὀδυσήϊον ἐς δόμον ἵκει· §18.354ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ §18.355κὰκ κεφαλῆς, ἐπεὶ οὔ οἱ ἔνι τρίχες οὐδʼ ἠβαιαί.
并非没有神意,这男子才来到奥德修斯的殿堂;无论如何,我觉得这火把的光芒就像是从他身上散发出来的,也就是从他的头上,因为他头上一根头发也没有,哪怕是一丁点。
§18.356ἦ ῥʼ, ἅμα τε προσέειπεν Ὀδυσσῆα πτολίπορθον· §18.357ξεῖνʼ, ἦ ἄρ κʼ ἐθέλοις θητευέμεν, εἴ σʼ ἀνελοίμην,
” 他说着,随即转头对那毁城者奥德修斯说道: “外邦人啊,如果我收留你,你可愿意当个雇工,

词汇与语法注释

  1. 18.287δέξασθʼ — 具有命令意义的不定式(δέξασθαι),对第二人称单数主语(佩涅洛佩)表达命令。
  2. 18.289πρίν γέ σε τῷ γήμασθαι — 连词 πρίν 后接宾格主语(σε)和不定式(γήμασθαι)。指示代词 τῷ 作为关系代词 ὅς τις 的先行词。
  3. 18.334μή τίς τοι τάχα Ἴρου ἀμείνων ἄλλος ἀναστῇ — 独立句中 μή 后接虚拟语气(ἀναστῇ),表示否定性的担忧或警告(“小心别让其他人站出来”)。
  4. 18.354ἔμπης μοι δοκέει δαίδων σέλας ἔμμεναι αὐτοῦ / κὰκ κεφαλῆς — κὰκ κεφαλῆς 是 κατά 接属格(κεφαλῆς)的缩略形式。属格代词 αὐτοῦ 修饰 κεφαλῆς,意为“从他自己的头上”。δαιδῶν σέλας 是不定式从句的主语。

引用这一段

荷马, 奥德赛 §18.284-18.357. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:18.284-18.357

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。