Humanitext Reader

ホメロス · オデュッセイア §17.473-17.541

アンティノオスへの非難とペネロペイアの召喚命令

125 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスはアンティノオスの暴挙に天罰を求め、求婚者たちからもその無慈悲さを非難される。ペネロペイアは異邦人が打たれたことを聞いてアンティノオスを呪い、オデュッセウスの消息を直接尋ねるために異邦人を呼ぶようエウマイオスに命じる。

§17.473αὐτὰρ ἔμʼ Ἀντίνοος βάλε γαστέρος εἵνεκα λυγρῆς, §17.474οὐλομένης, ἣ πολλὰ κάκʼ ἀνθρώποισι δίδωσιν.
「しかし、アンティノオスは、人間に多くの災いをもたらす、あの忌まわしい、哀れな胃袋のために私を打ったのだ。
§17.475ἀλλʼ εἴ που πτωχῶν γε θεοὶ καὶ Ἐρινύες εἰσίν, §17.476Ἀντίνοον πρὸ γάμοιο τέλος θανάτοιο κιχείη.
だが、もしも物乞いにも神々や復讐の女神たち(エリニュエス)がいるならば、婚礼の前に死の結末がアンティノオスに訪れるように。
§17.477τὸν δʼ αὖτʼ Ἀντίνοος προσέφη, Εὐπείθεος υἱός·
」これに対して、エウペイトエスの子アンティノオスが彼に答えて言った。
§17.478ἔσθιʼ ἕκηλος, ξεῖνε, καθήμενος, ἢ ἄπιθʼ ἄλλῃ,
「異邦人よ、座って静かに食べるか、さもなくば他へ行け。
§17.479μή σε νέοι διὰ δώματʼ ἐρύσσωσʼ, οἷʼ ἀγορεύεις, §17.480ἢ ποδὸς ἢ καὶ χειρός, ἀποδρύψωσι δὲ πάντα.
お前の言うことのために、若者たちが家の中をお前を引きずり回し、足か手をつかんで、お前の体中をむしり取ることのないようにな。
§17.481ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ὑπερφιάλως νεμέσησαν·
」彼はこう言ったが、彼らは皆、甚だしく憤慨した。
§17.482ὧδε δέ τις εἴπεσκε νέων ὑπερηνορεόντων·
そして、傲慢な若者たちの一人がこのように言った。
§17.483Ἀντίνοʼ, οὐ μὲν κάλʼ ἔβαλες δύστηνον ἀλήτην,
「アンティノオスよ、不運な放浪者を打ったのは決して良くないことだ。
§17.484οὐλόμενʼ, εἰ δή πού τις ἐπουράνιος θεός ἐστιν.
破滅すべき者よ、もし本当に天上の神がおられるなら。
§17.485καί τε θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, §17.486παντοῖοι τελέθοντες, ἐπιστρωφῶσι πόληας, §17.487ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφορῶντες.
神々は、異国の異邦人に姿を変え、あらゆる姿となって、人間たちの不遜と秩序を見守りながら、都市を巡り歩くものだ。
§17.488ὣς ἄρʼ ἔφαν μνηστῆρες, ὁ δʼ οὐκ ἐμπάζετο μύθων.
」求婚者たちはそのように言ったが、彼は言葉を気に留めなかった。
§17.489Τηλέμαχος δʼ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξε §17.490βλημένου, οὐδʼ ἄρα δάκρυ χαμαὶ βάλεν ἐκ βλεφάροιϊν, §17.491ἀλλʼ ἀκέων κίνησε κάρη, κακὰ βυσσοδομεύων.
テレマコスは心の中に、打たれた父への大きな悲しみを募らせたが、まぶたから涙を地面に落とすことはなく、ただ黙って頭を振り、心の中で復讐を企てていた。
§17.492τοῦ δʼ ὡς οὖν ἤκουσε περίφρων Πηνελόπεια §17.493βλημένου ἐν μεγάρῳ, μετʼ ἄρα δμῳῇσιν ἔειπεν·
賢明なペネロペイアは、彼が館の中で打たれたことを聞くと、侍女たちの中で言った。
§17.494αἴθʼ οὕτως αὐτόν σε βάλοι κλυτότοξος Ἀπόλλων.
「名高い弓の引き手アポロンが、あなた自身をそのように打ってくださればよいのに。
§17.495τὴν δʼ αὖτʼ Εὐρυνόμη ταμίη πρὸς μῦθον ἔειπεν·
」これに対して、家政婦エウリュノメが彼女に答えて言った。
§17.496εἰ γὰρ ἐπʼ ἀρῇσιν τέλος ἡμετέρῃσι γένοιτο· §17.497οὐκ ἄν τις τούτων γε ἐΰθρονον Ἠῶ ἵκοιτο.
「もし私たちの祈りに成就がもたらされるならば、この者たちのうち、美しい玉座の『暁』に達する者は一人もいないでしょうに。
§17.498τὴν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
」これに再び賢明なペネロペイアが言った。
§17.499μαῖʼ, ἐχθροὶ μὲν πάντες, ἐπεὶ κακὰ μηχανόωνται·
「ばあやよ、彼らは皆、悪事を企んでいるのだから敵なのだ。
§17.500Ἀντίνοος δὲ μάλιστα μελαίνῃ κηρὶ ἔοικε.
だがアンティノオスは、とりわけ黒い死の運命に似ている。
§17.501ξεῖνός τις δύστηνος ἀλητεύει κατὰ δῶμα §17.502ἀνέρας αἰτίζων·
不運な異邦人が家の中を彷徨い、人々から施しを求めていた。
ἀχρημοσύνη γὰρ ἀνώγει·
必要が彼を駆り立てたのだ。
§17.503ἔνθʼ ἄλλοι μὲν πάντες ἐνέπλησάν τʼ ἔδοσάν τε, §17.504οὗτος δὲ θρήνυι πρυμνὸν βάλε δεξιὸν ὦμον.
そこでは、他のすべての者たちが彼の袋を満たし、与えたが、この男だけは、足載せ台で彼の右肩の背中を打ったのだ。
§17.505ἡ μὲν ἄρʼ ὣς ἀγόρευε μετὰ δμῳῇσι γυναιξίν, §17.506ἡμένη ἐν θαλάμῳ·
」彼女は寝室に座り、召使いの女たちの中でそのように語っていた。
ὁ δʼ ἐδείπνεε δῖος Ὀδυσσεύς·
その間、高貴なオデュッセウスは食事をしていた。
§17.507ἡ δʼ ἐπὶ οἷ καλέσασα προσηύδα δῖον ὑφορβόν·
彼女は高貴な豚飼いを近くに呼んで言った。
§17.508ἔρχεο, δῖʼ Εὔμαιε, κιὼν τὸν ξεῖνον ἄνωχθι
「行っておくれ、高貴なエウマイオスよ、行ってあの異邦人にここへ来るように言っておくれ。
§17.509ἐλθέμεν, ὄφρα τί μιν προσπτύξομαι ἠδʼ ἐρέωμαι §17.510εἴ που Ὀδυσσῆος ταλασίφρονος ἠὲ πέπυσται §17.511ἢ ἴδεν ὀφθαλμοῖσι·
私が彼に挨拶をし、不撓不屈のオデュッセウスのことをもしや聞いたか、あるいは自らの目で見たかを尋ねるために。
πολυπλάγκτῳ γὰρ ἔοικε.
彼は多くを彷徨ってきた者のように見えるから。
§17.512τὴν δʼ ἀπαμειβόμενος προσέφης, Εὔμαιε συβῶτα
」豚飼いエウマイオスよ、お前は彼女に答えて言った。
§17.513εἰ γάρ τοι, βασίλεια, σιωπήσειαν Ἀχαιοί·
「后よ、アカイア人たちが静かにしてくれさえすれば!
§17.514οἷʼ ὅ γε μυθεῖται, θέλγοιτό κέ τοι φίλον ἦτορ.
彼が語るようなことは、あなたの愛する心を魅了するでしょう。
§17.515τρεῖς γὰρ δή μιν νύκτας ἔχον, τρία δʼ ἤματʼ ἔρυξα §17.516ἐν κλισίῃ·
私は三日三晩、彼を小屋に引き留めました。
πρῶτον γὰρ ἔμʼ ἵκετο νηὸς ἀποδράς·
船から逃れて最初に私のところへ来たからです。
§17.517ἀλλʼ οὔ πω κακότητα διήνυσεν ἣν ἀγορεύων.
しかし、彼は自らの受けてきた苦難をまだ語り尽くしていません。
§17.518ὡς δʼ ὅτʼ ἀοιδὸν ἀνὴρ ποτιδέρκεται, ὅς τε θεῶν ἒξ §17.519ἀείδει δεδαὼς ἔπεʼ ἱμερόεντα βροτοῖσι, §17.520τοῦ δʼ ἄμοτον μεμάασιν ἀκουέμεν, ὁππότʼ ἀείδῃ· §17.521ὣς ἐμὲ κεῖνος ἔθελγε παρήμενος ἐν μεγάροισι.
人が、神々から教えを受けて人間に快い言葉を歌う歌い手を見つめ、彼が歌うときにはいつでも絶え間なく聴きたいと切望するのと同じように、その男は館の中で私のそばに座り、私を魅了したのです。
§17.522φησὶ δʼ Ὀδυσσῆος ξεῖνος πατρώϊος εἶναι, §17.523Κρήτῃ ναιετάων, ὅθι Μίνωος γένος ἐστίν.
彼はオデュッセウスの父祖代々の客人であると主張しており、ミノスの一族がいるクレーテーに住んでいると言います。
§17.524ἔνθεν δὴ νῦν δεῦρο τόδʼ ἵκετο πήματα πάσχων, §17.525προπροκυλινδόμενος·
そこから、彼は今、前へ前へと転がり落ちるようにして、災難に遭いながらここへやって来ました。
στεῦται δʼ Ὀδυσῆος ἀκοῦσαι, §17.526ἀγχοῦ, Θεσπρωτῶν ἀνδρῶν ἐν πίονι δήμῳ, §17.527ζωοῦ·
そして、オデュッセウスが近くのテスプローティアーの肥沃な地方で生きておられるのを聞いたと言い張っています。
πολλὰ δʼ ἄγει κειμήλια ὅνδε δόμονδε.
彼は多くの宝を我が家へ持ち帰る途中だとのことです。
§17.528τὸν δʼ αὖτε προσέειπε περίφρων Πηνελόπεια·
」これに再び賢明なペネロペイアが言った。
§17.529ἔρχεο, δεῦρο κάλεσσον, ἵνʼ ἀντίον αὐτὸς ἐνίσπῃ.
「行って、彼をここへ呼んでおくれ。 彼自身が目の前で直接語るように。
§17.530οὗτοι δʼ ἠὲ θύρῃσι καθήμενοι ἑψιαάσθων. §17.531ἢ αὐτοῦ κατὰ δώματʼ, ἐπεί σφισι θυμὸς ἐΰφρων.
そして、彼らは門のところに座ってであれ、ここ家の中でであれ、楽しんでおればよい。 彼らの心は陽気なのだから。
§17.532αὐτῶν μὲν γὰρ κτήματʼ ἀκήρατα κεῖτʼ ἐνὶ οἴκῳ, §17.533σῖτος καὶ μέθυ ἡδύ·
なぜなら、彼ら自身の財産は家の中で損なわれずに置かれており、パンも甘い酒もある。
τὰ μὲν οἰκῆες ἔδουσιν, §17.534οἱ δʼ εἰς ἡμέτερον πωλεύμενοι ἤματα πάντα, §17.535βοῦς ἱερεύοντες καὶ ὄϊς καὶ πίονας αἶγας, §17.536εἰλαπινάζουσιν πίνουσί τε αἴθοπα οἶνον,
それらは彼らの召使いたちが食べているが、彼ら自身は日ごと私たちの家に通ってきて、牛や羊や肥えた山羊を屠り、宴会をしては、きらめくワインを無駄に飲んでいる。
§17.537μαψιδίως· τὰ δὲ πολλὰ κατάνεται.
そして、多くのものが浪費されている。
οὐ γὰρ ἔπʼ ἀνήρ, §17.538οἷος Ὀδυσσεὺς ἔσκεν, ἀρὴν ἀπὸ οἴκου ἀμῦναι.
オデュッセウスのような、家から災厄を追い払う男がいないからだ。
§17.539εἰ δʼ Ὀδυσεὺς ἔλθοι καὶ ἵκοιτʼ ἐς πατρίδα γαῖαν, §17.540αἶψά κε σὺν ᾧ παιδὶ βίας ἀποτίσεται ἀνδρῶν.
しかし、もしオデュッセウスが戻って祖国の地に到着するならば、すぐに自分の息子とともに男たちの暴虐に復讐するでしょう。
§17.541ὣς φάτο, Τηλέμαχος δὲ μέγʼ ἔπταρεν, ἀμφὶ δὲ δῶμα
」彼女がこのように語ると、テレマコスが大きなくしゃみをし、館中が響き渡った。

語釈・文法注

  1. 17.476κιχείη — 願望を表現する希求法(optative of wish)で、主節において接続詞(εἴθε や εἰ γάρ など)を伴わずに用いられ、アンティノオスへの呪い、あるいは死が彼に追いつくことへの強い祈願を表している。
  2. 17.512προσέφης, Εὔμαιε συβῶτα — 叙事詩の語り手が、作中の人物であるエウマイオスに直接語りかける二人称アポストロフィ(呼格)の語形。これは『オデュッセイア』において忠実な豚飼いエウマイオスに対する語り手の親密さと敬意を示す独特の文体的特徴である。
  3. 17.525στεῦται — 不定詞(ἀκοῦσαι)を伴い、「確言する」「言いはる」「主張する」の意味を担う。放浪者がオデュッセウスの消息を確かに聞いたと自信を持って主張している状態を示している。

この箇所を引用する

ホメロス, オデュッセイア §17.473-17.541. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:17.473-17.541

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。