§15.426κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο·
「私は、豊かに富むアリバスの娘です。
§15.427ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες §15.428ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες
しかし、タフィオスの海賊たちが私を誘拐したのです、野原から戻る途中に。
§15.429τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ·
そして彼らは私をここへ連れてきて、売り払いました、このお方の館へと。
ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
そして主人はふさわしい代価を支払いました。
§15.430τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη·
」すると、彼女と密かに交わっていた男が再び彼女に言った。
§15.431ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο, §15.432ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ
「それなら、今度は我々と一緒に故郷へ帰らないか、お前の父と母の高くそびえる館を見に、また彼ら自身に会うために。
§15.433αὐτούς τʼ; ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.
彼らはまだ健在で、富裕であると言われているのだから。
§15.434τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
」すると女が再び彼に言葉を返して答えた。
§15.435εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται, §15.436ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.
「それも可能でしょう、船乗りさんたち、もしあなた方が私に、私を無傷で故郷へと連れ帰ると、誓いによって固く約束してくださるなら。
§15.437ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.
」彼女がそう言うと、彼らは皆、彼女が命じた通りに誓いを立てた。
§15.438αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, §15.439τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ·
そして彼らが誓いを立てて終えると、女は再び彼らに言葉を返して語った。
§15.440σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν
「今は静かに。
あなた方の仲間の誰も私に言葉をかけてはなりません、道で出会っても、あるいは、泉のほとりであっても。
μή τις ποτὶ δῶμα γέροντι §15.443ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ §15.444δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.
誰かが館へ行って老人にそれを話し、老人が疑いを抱いて私を厳しい鎖で縛り上げ、あなた方に破滅を企てることのないように。
§15.445ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.
ただ心の中に計画を秘め、旅の物資の取引を急いでください。
そして船が生活物資で満たされたなら、すぐに館の私のもとへ知らせを届けてください。
§15.448οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ·
手元に入る限りの金も持って行きましょう。
§15.449καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.
また、船賃として別のものも喜んで差し上げましょう。
§15.450παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω, §15.451κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε·
というのも、私はあの主人の館で、彼の息子を育てているのです、とても賢く、外へ一緒について回る子を。
§15.452τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον §15.453ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.
その子を私が船に連れて行けば、あなた方が異国の言葉を話す人々に彼を売り払うとき、莫大な身代金をもたらすでしょう。
§15.454ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,
」彼女はこのように言って、美しい館へと立ち去った。
彼らは丸一年、我々の土地に留まりながら、窪んだ船の中で多くの財貨を取引して集めた。
§15.457ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι, §15.458καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.
そして、窪んだ船が帰途に就くために荷を満載したとき、彼らは女に知らせを届けるために使者を送った。
§15.459ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς §15.460χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.
知恵の回る男が、私の父の館へやって来た、琥珀を散りばめた金の首飾りを持って。
§15.461τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ §15.462χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο, §15.463ὦνον ὑπισχόμεναι·
館の中では、召使の女たちと尊い私の母が、それを手で触り、目で眺め、代価を支払おうと約束していた。
ὁ δὲ τῇ κατένευσε σιωπῇ.
その時、男は彼女に無言で目配せをした。
§15.464ἦ τοι ὁ καννεύσας κοίλην ἐπὶ νῆα βεβήκει,
目配せを終えると、男は窪んだ船へと戻って行った。
§15.465ἡ δʼ ἐμὲ χειρὸς ἑλοῦσα δόμων ἐξῆγε θύραζε.
彼女は私の手を取り、館から外へと連れ出した。
§15.466εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας §15.467ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.
彼女は前庭で、父に仕えていた宴会の客たちの杯やテーブルを見つけた。
§15.468οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν, §15.469ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ §15.470ἔκφερεν·
客たちは集会の席や人々の噂話へと出かけていたのだが、彼女はすぐに三つのゴブレットを衣の胸元に隠して持ち出した。
αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.
私は何も知らず、幼い無分別さで彼女について行った。
§15.471δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί·
太陽が沈み、すべての道が影に覆われた。
§15.472ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες,
私たちは急いで歩き、名高い港へと到着した。
§15.473ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.
そこにはフェニキア人たちの快速船があった。
彼らは乗船すると、湿った道を航海し始めた、私たち二人を乗せて。
ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.
そしてゼウスが順風を送ってくださった。
§15.476ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ·
私たちは六日間、昼も夜も航海を続けた。
§15.477ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, §15.478τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα, §15.479ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.
しかし、クロノスの子ゼウスが七日目をもたらしたとき、矢を喜ぶアルテミスがその女を射抜き、彼女は海鳥のように船底のビルジにドサリと落ちた。
αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ·
私は心に悲しみを抱いて一人残された。
§15.482τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ, §15.483ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.
風と波が彼らをイタケへと近づけ、そこでラエルテスが自分の財産で私を買い取ったのだ。
§15.484οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.
このようにして、私はこの土地を自分の目で見る(住む)ことになったのだ。
§15.485τὸν δʼ αὖ διογενὴς Ὀδυσεὺς ἠμείβετο μύθῳ·
」これに対して、神聖なオデュッセウスが言葉を返して答えた。
§15.486Εὔμαιʼ, ἦ μάλα δή μοι ἐνὶ φρεσὶ θυμὸν ὄρινας §15.487ταῦτα ἕκαστα λέγων, ὅσα δὴ πάθες ἄλγεα θυμῷ.
「エウマイオスよ、君が心に被ったこれらすべての苦難を語るのを聞いて、私の魂は本当に揺さぶられた。
§15.488ἀλλʼ ἦ τοι σοὶ μὲν παρὰ καὶ κακῷ ἐσθλὸν ἔθηκε
しかし、ゼウスはあなたに対して、災いの傍らに幸いをも置いてくださった。
§15.489Ζεύς, ἐπεὶ ἀνδρὸς δώματʼ ἀφίκεο πολλὰ μογήσας
なぜなら、あなたは多くの苦難を経験した後に、優しい主人の館にたどり着いたのだから。
主人はあなたに食べ物と飲み物をねんごろに与えてくれ、あなたは良い生活を送っている。
αὐτὰρ ἐγώ γε
しかし、私はと言えば……」