§15.426κούρη δʼ εἴμʼ Ἀρύβαντος ἐγὼ ῥυδὸν ἀφνειοῖο· §15.427ἀλλά μʼ ἀνήρπαξαν Τάφιοι ληΐστορες ἄνδρες §15.428ἀγρόθεν ἐρχομένην, πέρασαν δέ τε δεῦρʼ ἀγαγόντες §15.429τοῦδʼ ἀνδρὸς πρὸς δώμαθʼ· ὁ δʼ ἄξιον ὦνον ἔδωκε.
‘我是富有且财源滚滚的阿律巴斯的女儿;但是塔菲亚的强盗在我从田里回来的路上将我拐走,带到这里卖给了这位主人的家;而主人付出了相应的身价。
§15.430τὴν δʼ αὖτε προσέειπεν ἀνήρ, ὃς ἐμίσγετο λάθρη· §15.431ἦ ῥά κε νῦν πάλιν αὖτις ἅμʼ ἡμῖν οἴκαδʼ ἕποιο, §15.432ὄφρα ἴδῃ πατρὸς καὶ μητέρος ὑψερεφὲς δῶ §15.433αὐτούς τʼ;
’ 那与她暗中交欢的男人便又对她说: ‘那么现在你愿意和我们一起重返故乡吗,去看看你父母那高耸的宅邸,也看看他们本人?
ἦ γὰρ ἔτʼ εἰσὶ καὶ ἀφνειοὶ καλέονται.
因为他们确实还活着,并且依然被称为富人。
§15.434τὸν δʼ αὖτε προσέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ· §15.435εἴη κεν καὶ τοῦτʼ, εἴ μοι ἐθέλοιτέ γε, ναῦται, §15.436ὅρκῳ πιστωθῆναι ἀπήμονά μʼ οἴκαδʼ ἀπάξειν.
’ 女人随后回答他,用言语回话道: ‘这也是可能的,水手们,只要你们愿意向我起誓,会安全无恙地将我带回故乡。
§15.437ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπώμνυον ὡς ἐκέλευεν.
’ 她这样说,他们便都按照她的吩咐起誓。
§15.438αὐτὰρ ἐπεί ῥʼ ὄμοσάν τε τελεύτησάν τε τὸν ὅρκον, §15.439τοῖς δʼ αὖτις μετέειπε γυνὴ καὶ ἀμείβετο μύθῳ· §15.440σιγῇ νῦν, μή τίς με προσαυδάτω ἐπέεσσιν §15.441ὑμετέρων ἑτάρων, ξυμβλήμενος ἢ ἐν ἀγυιῇ, §15.442ἤ που ἐπὶ κρήνῃ· μή τις ποτὶ δῶμα γέροντι §15.443ἐλθὼν ἐξείπῃ, ὁ δʼ ὀϊσάμενος καταδήσῃ §15.444δεσμῷ ἐν ἀργαλέῳ, ὑμῖν δʼ ἐπιφράσσετʼ ὄλεθρον.
当他们宣誓完毕并完成了誓言后,女人再次对他们说,用言语回话道: ‘现在请保持安静;你们的同伴中任何人都不要用言语搭理我,无论是在街上相遇,还是在泉水旁;免得有人去到宅邸告诉那个老人,而他起疑,用痛苦的锁链把我绑起来,并为你们策划毁灭之灾。
§15.445ἀλλʼ ἔχετʼ ἐν φρεσὶ μῦθον, ἐπείγετε δʼ ὦνον ὁδαίων.
你们要把这个计划记在心里,赶快买足回程的货物。
§15.446ἀλλʼ ὅτε κεν δὴ νηῦς πλείη βιότοιο γένηται, §15.447ἀγγελίη μοι ἔπειτα θοῶς ἐς δώμαθʼ ἱκέσθω· §15.448οἴσω γὰρ καὶ χρυσόν, ὅτις χʼ ὑποχείριος ἔλθῃ· §15.449καὶ δέ κεν ἄλλʼ ἐπίβαθρον ἐγὼν ἐθέλουσά γε δοίην.
但当船上装满生活必需品时,就立刻派人将消息传到我府上来;因为凡是我能拿到的黄金,我都将带走;而且我还乐意给你们其他的船资作为报酬。
§15.450παῖδα γὰρ ἀνδρὸς ἑῆος ἐνὶ μεγάροις ἀτιτάλλω, §15.451κερδαλέον δὴ τοῖον, ἅμα τροχόωντα θύραζε· §15.452τόν κεν ἄγοιμʼ ἐπὶ νηός, ὁ δʼ ὑμῖν μυρίον ὦνον §15.453ἄλφοι, ὅπῃ περάσητε κατʼ ἀλλοθρόους ἀνθρώπους.
因为我在那家主人的厅堂里抚育着他的儿子,那是一个如此机灵的孩子,平时总跟我一起到外面跑;我会把他带到船上来,当你们把他卖给说异国语言的人时,他会给你们换来无法估量的身价。
§15.454ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς δώματα καλά,
’ 她说完这些话,便回到了美丽的宅邸。
而他们整整一年的时间都留在我们这里,在深邃的船上买卖了许多生活货物。
§15.457ἀλλʼ ὅτε δὴ κοίλη νηῦς ἤχθετο τοῖσι νέεσθαι, §15.458καὶ τότʼ ἄρʼ ἄγγελον ἧκαν, ὃς ἀγγείλειε γυναικί.
但当那只深凹的船装满货物准备启航时,他们便派了一个使者,去向那个女人报信。
§15.459ἤλυθʼ ἀνὴρ πολύϊδρις ἐμοῦ πρὸς δώματα πατρὸς §15.460χρύσεον ὅρμον ἔχων, μετὰ δʼ ἠλέκτροισιν ἔερτο.
一个非常精明的男人来到了我父亲的宅邸,拿着一条金项链,上面镶嵌着琥珀。
§15.461τὸν μὲν ἄρʼ ἐν μεγάρῳ δμῳαὶ καὶ πότνια μήτηρ §15.462χερσίν τʼ ἀμφαφόωντο καὶ ὀφθαλμοῖσιν ὁρῶντο, §15.463ὦνον ὑπισχόμεναι· ὁ δὲ τῇ κατένευσε σιωπῇ.
在厅堂里,女仆们和我尊贵的母亲用手摸着,用眼睛看着它,并答应买下它;而那人默默地朝她(腓尼基女人)点头示意。
点头示意后,他便回到了深凹的船上,她拉起我的手,把我带出了宅邸。
§15.466εὗρε δʼ ἐνὶ προδόμῳ ἠμὲν δέπα ἠδὲ τραπέζας §15.467ἀνδρῶν δαιτυμόνων, οἵ μευ πατέρʼ ἀμφεπένοντο.
她在前门走廊里发现了那些父亲款待的赴宴客人们留下的杯子和桌子。
§15.468οἱ μὲν ἄρʼ ἐς θῶκον πρόμολον, δήμοιό τε φῆμιν, §15.469ἡ δʼ αἶψα τρίʼ ἄλεισα κατακρύψασʼ ὑπὸ κόλπῳ §15.470ἔκφερεν· αὐτὰρ ἐγὼν ἑπόμην ἀεσιφροσύνῃσι.
客人们已经去往民会席位和人们交谈的地方了,但她迅速把三个高脚杯藏在怀里带了出来;我因为年幼无知,便跟着她走。
§15.471δύσετό τʼ ἠέλιος, σκιόωντό τε πᾶσαι ἀγυιαί· §15.472ἡμεῖς δʼ ἐς λιμένα κλυτὸν ἤλθομεν ὦκα κιόντες, §15.473ἔνθʼ ἄρα Φοινίκων ἀνδρῶν ἦν ὠκύαλος νηῦς.
太阳落山,所有的街道都变黑了;我们快步走到了那座著名的港口,那里停泊着腓尼基人快速航行的船只。
§15.474οἱ μὲν ἔπειτʼ ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα, §15.475νὼ ἀναβησάμενοι· ἐπὶ δὲ Ζεὺς οὖρον ἴαλλεν.
随后他们登船,在水路上航行,把我们两个带上了船;宙斯送来了顺风。
§15.476ἑξῆμαρ μὲν ὁμῶς πλέομεν νύκτας τε καὶ ἦμαρ· §15.477ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, §15.478τὴν μὲν ἔπειτα γυναῖκα βάλʼ Ἄρτεμις ἰοχέαιρα, §15.479ἄντλῳ δʼ ἐνδούπησε πεσοῦσʼ ὡς εἰναλίη κήξ.
我们一连六天,不分昼夜地航行;但当克罗诺斯之子宙斯带来第七天时,喜爱射箭的阿尔忒弥斯射中了那个女人,她像海鸥一样坠落,沉闷地跌入船底的积水中。
§15.480καὶ τὴν μὲν φώκῃσι καὶ ἰχθύσι κύρμα γενέσθαι §15.481ἔκβαλον· αὐτὰρ ἐγὼ λιπόμην ἀκαχήμενος ἦτορ· §15.482τοὺς δʼ Ἰθάκῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ, §15.483ἔνθα με Λαέρτης πρίατο κτεάτεσσιν ἑοῖσιν.
他们把她扔出船外,成了海豹和鱼类的饵食,而我独自留下,心中充满了悲伤;风和水将他们带到了伊萨卡附近,在那里拉尔特斯用他自己的财富买下了我。
§15.484οὕτω τήνδε τε γαῖαν ἐγὼν ἴδον ὀφθαλμοῖσι.
我就这样用自己的眼睛看到了这片土地。