§15.215ὣς ἄρα φωνήσας ἔλασεν καλλίτριχας ἵππους §15.216ἂψ Πυλίων εἰς ἄστυ, θοῶς δʼ ἄρα δώμαθʼ ἵκανε.
彼はそう語って、美しいたてがみの馬たちを駆った、ピュロス人の町へ引き返し、速やかに(自分の)館に着いた。
§15.217Τηλέμαχος δʼ ἑτάροισιν ἐποτρύνων ἐκέλευσεν·
テレマコスは仲間たちを促して命じた。
「仲間たちよ、黒い船に道具を配置せよ、そして私たち自身も乗り込み、旅路を急ごう。
§15.220ὣς ἔφαθʼ, οἱ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδʼ ἐπίθοντο,
」彼はこう言った。 彼らは彼の言葉をよく聞き、それに従った。
§15.221αἶψα δʼ ἄρʼ εἴσβαινον καὶ ἐπὶ κληῗσι καθῖζον.
すぐに乗り込んで、櫂座に座った。
§15.222ἦ τοι ὁ μὲν τὰ πονεῖτο καὶ εὔχετο, θῦε δʼ Ἀθήνῃ §15.223νηῒ πάρα πρυμνῇ· σχεδόθεν δέ οἱ ἤλυθεν ἀνὴρ §15.224τηλεδαπός, φεύγων ἐξ Ἄργεος ἄνδρα κατακτάς, §15.225μάντις·
さて、彼がその仕事に励み、祈り、船尾の傍らでアテナに犠牲を捧げていたところ、そこへ彼のもとへ一人の男が近づいてきた、遠い国から来た男で、アルゴスで人を殺して逃亡してきた、予言者であった。
ἀτὰρ γενεήν γε Μελάμποδος ἔκγονος ἦεν,
血統としては彼はメランプスの子孫であった。
§15.226ὃς πρὶν μέν ποτʼ ἔναιε Πύλῳ ἔνι, μητέρι μήλων, §15.227ἀφνειὸς Πυλίοισι μέγʼ ἔξοχα δώματα ναίων·
そのメランプスは、かつて羊の母なるピュロスに住み、ピュロス人の中でも富裕であり、きわめて優れた館に住んでいた。
§15.228δὴ τότε γʼ ἄλλων δῆμον ἀφίκετο, πατρίδα φεύγων §15.229Νηλέα τε μεγάθυμον, ἀγαυότατον ζωόντων,
だがその時、彼は祖国を逃れて他国の人々の土地へ赴いた、気高いネレウス、存命する者のうちで最も高貴な者を避けて。
ὁ δὲ τῆος ἐνὶ μεγάροις Φυλάκοιο §15.232δεσμῷ ἐν ἀργαλέῳ δέδετο, κρατέρʼ ἄλγεα πάσχων §15.233εἵνεκα Νηλῆος κούρης ἄτης τε βαρείης, §15.234τήν οἱ ἐπὶ φρεσὶ θῆκε θεὰ δασπλῆτις Ἐρινύς.
その間、メランプスはピュラコスの館で辛い枷に縛られ、激しい苦痛を舐めていた、ネレウスの娘のため、また恐るべき女神エリニュスが彼の心に吹き込んだ、重い狂気のために。
§15.235ἀλλʼ ὁ μὲν ἔκφυγε κῆρα καὶ ἤλασε βοῦς ἐριμύκους §15.236ἐς Πύλον ἐκ Φυλάκης καὶ ἐτίσατο ἔργον ἀεικὲς §15.237ἀντίθεον Νηλῆα, κασιγνήτῳ δὲ γυναῖκα §15.238ἠγάγετο πρὸς δώμαθʼ.
しかし彼は死の運命を逃れ、低くうなる牛たちをピュラケからピュロスへと追い、神のごときネレウスの不当な仕打ちに対して報復し、兄弟のために妻を館へと連れ帰った。
ὁ δʼ ἄλλων ἵκετο δῆμον,
そして自身は他国の人々の土地、馬を育てるアルゴスへと赴いた。
§15.239Ἄργος ἐς ἱππόβοτον· τόθι γάρ νύ οἱ αἴσιμον ἦεν §15.240ναιέμεναι πολλοῖσιν ἀνάσσοντʼ Ἀργείοισιν
そこが彼の定められた場所であったから、多くのアルゴス人を支配しながら住まうことが。
§15.241ἔνθα δʼ ἔγημε γυναῖκα καὶ ὑψερεφὲς θέτο δῶμα, §15.242γείνατο δʼ Ἀντιφάτην καὶ Μάντιον, υἷε κραταιώ.
そこで彼は妻を娶り、屋根の高い館を建て、アンティパテスとマンティオスという、二人の強い息子をもうけた。
アンティパテスは気高いオイクレスをもうけ、オイクレスは民を奮い立たせるアムピアラオスをもうけた。
そのアムピアラオスを、アイギスを持つゼウスとアポロンは心から愛し、あらゆる愛情を注いだ。
οὐδʼ ἵκετο γήραος οὐδόν, §15.247ἀλλʼ ὄλετʼ ἐν Θήβῃσι γυναίων εἵνεκα δώρων.
彼は老いの敷居に達することなく、女の贈り物のためにテーバイで滅びた。
§15.248τοῦ δʼ υἱεῖς ἐγένοντʼ Ἀλκμαίων Ἀμφίλοχός τε.
彼の息子としてアルクマイオンとアムピロコスが生まれた。
§15.249Μάντιος αὖ τέκετο Πολυφείδεά τε Κλεῖτόν τε·
一方、マンティオスはポリュペイデスとクレイトスをもうけた。
しかし、クレイトスは黄金の玉座の暁が連れ去った、その美しさのために、不死なる神々の間にいられるように。
§15.252αὐτὰρ ὑπέρθυμον Πολυφείδεα μάντιν Ἀπόλλων §15.253θῆκε βροτῶν ὄχʼ ἄριστον, ἐπεὶ θάνεν Ἀμφιάραος·
一方、誇り高いポリュペイデスを、アポロンは予言者とし、アムピアラオスが死んだのちは、定命の者のうちで最も優れた者とした。
§15.254ὅς ῥʼ Ὑπερησίηνδʼ ἀπενάσσατο πατρὶ χολωθείς,
彼は父親に怒り、ヒュペレシアへと移り住んだ。
§15.255ἔνθʼ ὅ γε ναιετάων μαντεύετο πᾶσι βροτοῖσιν.
そこで彼は暮らしながら、すべての定命の者たちに予言を行っていた。
§15.256τοῦ μὲν ἄρʼ υἱὸς ἐπῆλθε, Θεοκλύμενος δʼ ὄνομʼ ἦεν,
その彼の息子が近づいてきた、名はテオクリュメノスといった。
§15.257ὃς τότε Τηλεμάχου πέλας ἵστατο· τὸν δʼ ἐκίχανεν §15.258σπένδοντʼ εὐχόμενόν τε θοῇ παρὰ νηῒ μελαίνῃ,
彼はそのときテレマコスの近くに立ち、彼が快速の黒い船の傍らで献酒を捧げ、祈っているところに行き当たった。
§15.259καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
そして彼に声をかけ、翼ある言葉を語りかけた。
§15.260ὦ φίλʼ, ἐπεί σε θύοντα κιχάνω τῷδʼ ἐνὶ χώρῳ, §15.261λίσσομʼ ὑπὲρ θυέων καὶ δαίμονος, αὐτὰρ ἔπειτα §15.262σῆς τʼ αὐτοῦ κεφαλῆς καὶ ἑταίρων, οἵ τοι ἕπονται,
「友よ、この場所であなたが犠牲を捧げているところに行き当たったのだから、捧げ物と神にかけて、またさらにはあなた自身の命と、あなたに従う仲間たちにかけて懇願する。
§15.263εἰπέ μοι εἰρομένῳ νημερτέα μηδʼ ἐπικεύσῃς·
尋ねる私に真実を語ってくれ、隠さないでくれ。
§15.264τίς πόθεν εἶς ἀνδρῶν;
あなたは誰で、どこから来たのか。
πόθι τοι πόλις ἠδὲ τοκῆες;
あなたの町と親はどこにあるのか。
§15.265τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」思慮深いテレマコスが彼に答えて言った。
§15.266τοιγὰρ ἐγώ τοι, ξεῖνε, μάλʼ ἀτρεκέως ἀγορεύσω.
「客人よ、それでは私はあなたに極めて正確に語りましょう。
私はイタケの生まれで、私の父はオデュッセウスです、かつて彼がいたならばですが。
νῦν δʼ ἤδη ἀπέφθιτο λυγρῷ ὀλέθρῳ.
今や彼はすでに悲惨な死を遂げて滅びました。
それゆえ今、私は仲間たちを連れ、黒い船に乗って、長らく行方知れずの父の消息を尋ねにやって来たのです。
§15.271τὸν δʼ αὖτε προσέειπε Θεοκλύμενος θεοειδής·
」神のごときテオクリュメノスが再び彼に言った。
πολλοὶ δὲ κασίγνητοί τε ἔται τε §15.274Ἄργος ἀνʼ ἱππόβοτον, μέγα δὲ κρατέουσιν Ἀχαιῶν.
馬を育てるアルゴスには、多くの兄弟や親族がおり、彼らはアカイア人の間で大きな権力を持っている。
§15.275τῶν ὑπαλευάμενος θάνατον καὶ κῆρα μέλαιναν §15.276φεύγω, ἐπεί νύ μοι αἶσα κατʼ ἀνθρώπους ἀλάλησθαι.
彼らからの死と黒い死の運命を避けて、私は逃げている、人々の間を彷徨うことが今の私の運命だからだ。
§15.277ἀλλά με νηὸς ἔφεσσαι, ἐπεί σε φυγὼν ἱκέτευσα,
どうか私を船に乗せてほしい、逃れてきた私はあなたに懇願するのだから。
§15.278μή με κατακτείνωσι·
彼らが私を殺さないように。
διωκέμεναι γὰρ ὀΐω.
追手が追ってくると思うのだ。
§15.279τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」思慮深いテレマコスが彼に答えて言った。
§15.280οὐ μὲν δή σʼ ἐθέλοντά γʼ ἀπώσω νηὸς ἐΐσης,
「望んでいるあなたを、均整の取れた船から追い払うことなど決してしません。
§15.281ἀλλʼ ἕπευ·
さあ、ついて来なさい。
αὐτὰρ κεῖθι φιλήσεαι, οἷά κʼ ἔχωμεν.
あちらでは、私たちが持てる限りのもてなしをしましょう。
§15.282ὣς ἄρα φωνήσας οἱ ἐδέξατο χάλκεον ἔγχος, §15.283καὶ τό γʼ ἐπʼ ἰκριόφιν τάνυσεν νεὸς ἀμφιελίσσης·
」彼はこう言って、彼から青銅の槍を受け取り、それを両側が湾曲した船の甲板の上に置いた。
§15.284ἂν δὲ καὶ αὐτὸς νηὸς ἐβήσετο ποντοπόροιο.
そして彼自身も、海を行く船に乗り込んだ。