§15.145ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
彼らは馬をつなぎ、彩色された戦車に乗り込んだ。
§15.146ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
そして前庭と、音の響く廊下から外へと馬を駆り出した。
§15.147τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος, §15.148οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι, §15.149ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
ブロンドのメネラオス、アトレウスの子が彼らの後を追って行き、右手には心をとろけさせる蜜のように甘いワインを携え、黄金の杯に注いで、彼らが(神々に)献酒を捧げてから旅立てるように。
§15.150στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα·
彼は馬たちの前に立ち、杯を捧げ持って語りかけた。
§15.151χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν
「達者でな、若者たちよ。
§15.152εἰπεῖν·
そして民の牧者ネストルにもよろしく伝えてくれ。
ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν, §15.153ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
実に彼は私にとって父親のように優しかったのだ、アカイアの子らがトロイアで戦っていた間。
§15.154τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」思慮深いテレマコスが彼に答えて言った。
「ゼウスに育まれしお方よ、本当におっしゃる通り、私たちは行き着いたなら、これらすべてを語り尽くしましょう。
αἲ γὰρ ἐγὼν ὣς §15.157νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ, §15.158εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης §15.159ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
願わくは、私自身もイタケに帰還して、我が家でオデュッセウスに巡り会うことができ、お前からありとあらゆる親切なもてなしを受けて帰ってきたのだと、多くの優れた宝物を携えて戻ったのだと語りたいものです。
§15.160ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, §15.161αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον, §15.162ἥμερον ἐξ αὐλῆς·
」彼がそう語ったとき、右手に鳥が飛んできた、庭から奪った飼い慣らされた巨大な白いガチョウを爪にかけた鷲であった。
οἱ δʼ ἰΰζοντες ἕποντο §15.163ἀνέρες ἠδὲ γυναῖκες·
人々(男たちも女たちも)は叫び声を上げながらそれを追いかけた。
ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν §15.164δεξιὸς ἤϊξε πρόσθʼ ἵππων·
鷲は彼らの近くに来ると、馬たちの前を右手にサッと横切った。
οἱ δὲ ἰδόντες §15.165γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
彼らはそれを見て喜び、皆の胸の中で心が温まった。
§15.166τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων·
ネストルの子ペイシストラトスが彼らに語り始めた。
「ゼウスに育まれしメネラオスよ、民の指導者よ、よく考えてください、神がこの兆しを示されたのは私たち二人のためなのか、それともあなたご自身のためなのか。
」彼はこう言った。 アレスに愛されしメネラオスは思案した、どのようにして適切に考え、彼に答えるべきかを。
§15.171τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον·
しかし、長い衣のヘレネが彼に先んじて言葉を発した。
§15.172κλῦτέ μευ·
「私の言うことを聞きなさい。
αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ §15.173ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
不死なる神々が私の心に投げ込まれた通りに、また私が成就すると信じる通りに予言しましょう。
§15.174ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ §15.175ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε, §15.176ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς §15.177οἴκαδε νοστήσει καὶ τίσεται·
この鷲が、山からやって来て、家で大切に育てられていたガチョウをさらって行ったように、彼の生まれ故郷である山から、そのようにオデュッセウスも、多くの苦難を舐め、多くを彷徨った末に、我が家へと帰還して復讐を果たすでしょう。
ἠὲ καὶ ἤδη §15.178οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
あるいは彼はすでに我が家におり、求婚者たち全員に破滅の種を蒔いているのです。
§15.179τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα·
」思慮深いテレマコスが彼女に答えて言った。
§15.180οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης·
「ヘラの夫である激しく轟くゼウスが、今まさにそのようにしてくださるように。
§15.181τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
そうすれば、私はあちらでもあなたを神のように崇めて祈るでしょう。
§15.182ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν·
」彼はそう言い、馬たちに鞭を当てた。
οἱ δὲ μάλʼ ὦκα §15.183ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
馬たちは極めて速く、意気込んで町を通り抜け、平野へと突進した。
§15.184οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
彼らは一日中、両側から軛を揺らしながら進んだ。
§15.185δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
太陽が沈み、すべての道が影に覆われた。
彼らはペライに行き着き、ディオクレスの館に至った、アルペイオスが産んだ子である、オルティロコスの息子の。
§15.188ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
そこで彼らは夜を明かし、彼は彼らをもてなした。
§15.189ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §15.190ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον,
朝早く生まれる、薔薇の指を持つ暁(エオス)が現れたとき、彼らは馬をつなぎ、彩色された戦車に乗り込んだ。
§15.191ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
そして前庭と、音の響く廊下から外へと馬を駆り出した。
§15.192μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.
(ペイシストラトスは)鞭を当てて馬を走らせ、二頭は嫌がることなく駆けた。
§15.193αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον·
やがてすぐに彼らは、ピュロスのそびえ立つ町に着いた。
§15.194καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν·
そしてその時、テレマコスはネストルの息子に語りかけた。
「ネストルの息子よ、あなたが約束して、私の頼みをかなえてくれるでしょうか。
ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι §15.197ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν·
私たちは父親たちの親交によって、代々からの客客たる間柄であり、また同い年でもあります。
§15.198ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
この旅は、私たちの心をさらに一つに結びつけてくれるでしょう。
§15.199μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ, §15.200μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ §15.201ἱέμενος φιλέειν·
ゼウスに育まれしお方よ、私を船の脇を通り過ぎて連れて行かず、まさにその場に残してください、あの老人が、私をもてなそうと切望して、私の意志に反して館に引き留めないように。
ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
私は一刻も早く着かねばならないのです。
§15.202ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ, §15.203ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
」彼はこう言った。 ネストルの子は、心の中で熟考した、どのようにして適切に約束をかなえるべきかを。
§15.204ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι·
思案するうちに、彼にとってこれがより得策であると思われた。
§15.205στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης, §15.206νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα, §15.207ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε·
彼は馬たちを快速の船と海辺の方へ向け、船尾に、メネラオスが彼に与えた美しい贈り物、衣服や黄金を取り出して載せた。
§15.208καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
そして彼を急かしながら、翼ある言葉をかけた。
§15.209σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους, §15.210πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι.
「さあ、急いで船に乗り、すべての仲間に命じるのだ、私が家に帰り着き、老人に知らせてしまう前に。
§15.211εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν·
私は心と魂の中で、このことをよく知っているからだ。
§15.212οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει,
あの者の激しい気性は並大抵ではなく、お前を放しはしないだろう。
§15.213ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι
それどころか、自ら呼びにここへやって来るだろう。
§15.214ἂψ ἰέναι κενεόν·
そして彼は手ぶらで帰ることはない。
μάλα γὰρ κεχολώσεται ἔμπης.
いずれにせよ、彼は大いに腹を立てるだろうから。 」