Humanitext Reader

荷马 · 奥德赛 §15.145-15.214

鹰攫鹅之兆与特勒马科斯自皮洛斯启航

第 105 段,共 173 段 · 希腊语

内容简介

特勒马科斯与佩西斯特拉托斯离开斯巴达踏上归途。途中出现老鹰攫大鹅的吉兆,海伦将其解读为奥德修斯即将归国复仇。抵达皮洛斯附近后,特勒马科斯为免受内斯托尔的热情挽留而耽搁行程,请求佩西斯特拉托斯直接送他回船,后者欣然相助使其迅速做好启航准备。

§15.145ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον, §15.146ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου.
他们套上马匹,登上了彩绘的战车,驱车驶出了前庭和发出宏大回响的廊檐。
§15.147τοὺς δὲ μετʼ Ἀτρεΐδης ἔκιε ξανθὸς Μενέλαος, §15.148οἶνον ἔχων ἐν χειρὶ μελίφρονα δεξιτερῆφι, §15.149ἐν δέπαϊ χρυσέῳ, ὄφρα λείψαντε κιοίτην.
金发梅内劳斯,阿特柔斯之子跟在他们后面走去,他右手端着蜜甜如心的美酒,盛在黄金杯里,好让他们在启程前献祭奠酒。
§15.150στῆ δʼ ἵππων προπάροιθε, δεδισκόμενος δὲ προσηύδα· §15.151χαίρετον, ὦ κούρω, καὶ Νέστορι ποιμένι λαῶν §15.152εἰπεῖν· ἦ γὰρ ἐμοί γε πατὴρ ὣς ἤπιος ἦεν, §15.153ἧος ἐνὶ Τροίῃ πολεμίζομεν υἷες Ἀχαιῶν.
他伫立在马匹前,举杯祝愿着对他们说道: “二位年轻人,祝你们平安,也请代我向人民的牧者内斯托尔致意;因为当我们在特洛伊作战时,他对我就像父亲一样温和。
§15.154τὸν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §15.155καὶ λίην κείνῳ γε, διοτρεφές, ὡς ἀγορεύεις, §15.156πάντα τάδʼ ἐλθόντες καταλέξομεν· αἲ γὰρ ἐγὼν ὣς §15.157νοστήσας Ἰθάκηνδε, κιχὼν Ὀδυσῆʼ ἐνὶ οἴκῳ, §15.158εἴποιμʼ ὡς παρὰ σεῖο τυχὼν φιλότητος ἁπάσης §15.159ἔρχομαι, αὐτὰρ ἄγω κειμήλια πολλὰ καὶ ἐσθλά.
” 聪慧的特勒马科斯随之回答他说: “宙斯育佑的王啊,诚如你所说,我们一到那里,就会向他悉数转达这一切;但愿我在回到伊萨卡、在府邸中寻见奥德修斯时,也能对他诉说,我是如何在你这里得到了极其温厚的款待然后带着这么多精美贵重的珍宝归来。
§15.160ὣς ἄρα οἱ εἰπόντι ἐπέπτατο δεξιὸς ὄρνις, §15.161αἰετὸς ἀργὴν χῆνα φέρων ὀνύχεσσι πέλωρον, §15.162ἥμερον ἐξ αὐλῆς· οἱ δʼ ἰΰζοντες ἕποντο §15.163ἀνέρες ἠδὲ γυναῖκες· ὁ δέ σφισιν ἐγγύθεν ἐλθὼν §15.164δεξιὸς ἤϊξε πρόσθʼ ἵππων· οἱ δὲ ἰδόντες §15.165γήθησαν, καὶ πᾶσιν ἐνὶ φρεσὶ θυμὸς ἰάνθη.
” 正当他说话时,一只大鸟飞过他们的右侧,那是一只老鹰,爪子里抓着一只巨大的白鹅,那是在庭院里驯养的;男人们和妇人们大声呼喊着在后面追赶;而那鹰飞近他们身旁,在马匹前方向右掠过;他们看见了都十分高兴,每个人的胸中都感到一阵欣喜。
§15.166τοῖσι δὲ Νεστορίδης Πεισίστρατος ἤρχετο μύθων· §15.167φράζεο δή, Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, §15.168ἢ νῶϊν τόδʼ ἔφηνε θεὸς τέρας ἦε σοὶ αὐτῷ.
内斯托尔之子佩西斯特拉托斯首先对他们开口说道: “宙斯育佑的梅内劳斯,人民的领袖啊,请想一想,神示现这个兆头,是向我们两人还是向你自己?
§15.169ὣς φάτο, μερμήριξε δʼ ἀρηΐφιλος Μενέλαος, §15.170ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας.
” 他这样说,而深受阿瑞斯喜爱的梅内劳斯陷入了沉思,思索着该如何顺理成章地给他解答。
§15.171τὸν δʼ Ἑλένη τανύπεπλος ὑποφθαμένη φάτο μῦθον· §15.172κλῦτέ μευ· αὐτὰρ ἐγὼ μαντεύσομαι, ὡς ἐνὶ θυμῷ §15.173ἀθάνατοι βάλλουσι καὶ ὡς τελέεσθαι ὀΐω.
然而,长袍曳地的海伦抢先一步开口说道: “听我说,我要作预言,正如不死的神明放入我心中的那样,也如我所认为的即将实现的那样。
§15.174ὡς ὅδε χῆνʼ ἥρπαξʼ ἀτιταλλομένην ἐνὶ οἴκῳ §15.175ἐλθὼν ἐξ ὄρεος, ὅθι οἱ γενεή τε τόκος τε, §15.176ὣς Ὀδυσεὺς κακὰ πολλὰ παθὼν καὶ πόλλʼ ἐπαληθεὶς §15.177οἴκαδε νοστήσει καὶ τίσεται· ἠὲ καὶ ἤδη §15.178οἴκοι, ἀτὰρ μνηστῆρσι κακὸν πάντεσσι φυτεύει.
就像这只鹰,离开了他繁育和成长所在的群山,飞来攫走了在这家里喂养的白鹅一样,奥德修斯在历经磨难、四处漂泊之后,也终将回到家园,实施惩罚;或者他甚至已经在家里,正为所有的求婚者策划着灾难。
§15.179τὴν δʼ αὖ Τηλέμαχος πεπνυμένος ἀντίον ηὔδα· §15.180οὕτω νῦν Ζεὺς θείη, ἐρίγδουπος πόσις Ἥρης· §15.181τῷ κέν τοι καὶ κεῖθι θεῷ ὣς εὐχετοῴμην.
” 聪慧的特勒马科斯随之回答他说: “但愿赫拉那雷声隆隆的丈夫宙斯,现在就成全这一切;若是那样,即使在遥远的家乡,我也要把你当做神明来祈祷感激。
§15.182ἦ καὶ ἐφʼ ἵπποιϊν μάστιν βάλεν· οἱ δὲ μάλʼ ὦκα §15.183ἤϊξαν πεδίονδε διὰ πτόλιος μεμαῶτες.
” 他说罢,用皮鞭抽打着双马;它们便极其迅猛地冲向平原,满怀斗志地穿过了城街。
§15.184οἱ δὲ πανημέριοι σεῖον ζυγὸν ἀμφὶς ἔχοντες.
它们整天拉扯着颈上的轭具,并肩向前。
§15.185δύσετό τʼ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί· §15.186ἐς Φηρὰς δʼ ἵκοντο Διοκλῆος ποτὶ δῶμα, §15.187υἱέος Ὀρτιλόχοιο, τὸν Ἀλφειὸς τέκε παῖδα.
太阳西沉,所有的街道都被阴影笼罩;他们来到了斐赖,在奥耳提洛科斯之子迪奥克勒斯的府邸投宿,阿尔斐俄斯曾生育了这位后人。
§15.188ἔνθα δὲ νύκτʼ ἄεσαν ὁ δὲ τοῖς πὰρ ξείνια θῆκεν.
他们在那里安歇了一夜,主人给他们呈上了丰盛的款待。
§15.189ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §15.190ἵππους τε ζεύγνυντʼ ἀνά θʼ ἅρματα ποικίλʼ ἔβαινον, §15.191ἐκ δʼ ἔλασαν προθύροιο καὶ αἰθούσης ἐριδούπου·
当那清晨初升、玫瑰指尖的黎明女神现身时,他们套上马匹,登上了彩绘的战车,驱车驶出了前庭和发出宏大回响的廊檐。
§15.192μάστιξεν δʼ ἐλάαν, τὼ δʼ οὐκ ἄκοντε πετέσθην.
他挥鞭催马,那一双骏马也毫无怨言地飞奔起来。
§15.193αἶψα δʼ ἔπειθʼ ἵκοντο Πύλου αἰπὺ πτολίεθρον· §15.194καὶ τότε Τηλέμαχος προσεφώνεε Νέστορος υἱόν· §15.195Νεστορίδη, πῶς κέν μοι ὑποσχόμενος τελέσειας §15.196μῦθον ἐμόν;
转眼之间,他们便到达了皮洛斯那巍峨的城下;就在那时,特勒马科斯对内斯托尔之子说道: “内斯托尔之子啊,你怎能向我承诺,并成全我的愿望呢?
ξεῖνοι δὲ διαμπερὲς εὐχόμεθʼ εἶναι §15.197ἐκ πατέρων φιλότητος, ἀτὰρ καὶ ὁμήλικές εἰμεν· §15.198ἥδε δʼ ὁδὸς καὶ μᾶλλον ὁμοφροσύνῃσιν ἐνήσει.
因我们先辈们的交情,我们已终生为友,而且我们俩年纪相仿;这趟旅程更会使我们在心灵上紧密相依。
§15.199μή με παρὲξ ἄγε νῆα, διοτρεφές, ἀλλὰ λίπʼ αὐτοῦ, §15.200μή μʼ ὁ γέρων ἀέκοντα κατάσχῃ ᾧ ἐνὶ οἴκῳ §15.201ἱέμενος φιλέειν· ἐμὲ δὲ χρεὼ θᾶσσον ἱκέσθαι.
宙斯育佑的朋友啊,请不要带我越过我的船只,就在这里让我下车,免得那老人一心想要款待我,违背我的意愿把我留在他家里;但我必须尽快归去。
§15.202ὣς φάτο, Νεστορίδης δʼ ἄρʼ ἑῷ συμφράσσατο θυμῷ, §15.203ὅππως οἱ κατὰ μοῖραν ὑποσχόμενος τελέσειεν.
” 他这样说,内斯托尔之子便在心中思忖,如何成全他的托付。
§15.204ὧδε δέ οἱ φρονέοντι δοάσσατο κέρδιον εἶναι· §15.205στρέψʼ ἵππους ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης, §15.206νηῒ δʼ ἐνὶ πρύμνῃ ἐξαίνυτο κάλλιμα δῶρα, §15.207ἐσθῆτα χρυσόν τε, τά οἱ Μενέλαος ἔδωκε· §15.208καί μιν ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
他思虑着,觉得这样办更为妥当:他转过马头奔向那艘快船和海滩,在船尾上卸下了梅内劳斯赠送给他的精美礼物,那些华服与黄金;他催促着他,用长了翅膀的话语对他说道: “现在快些登船,并吩咐你的全体同伴,在我回到家里向那老人禀报之前。
§15.209σπουδῇ νῦν ἀνάβαινε κέλευέ τε πάντας ἑταίρους, §15.210πρὶν ἐμὲ οἴκαδʼ ἱκέσθαι ἀπαγγεῖλαί τε γέροντι. §15.211εὖ γὰρ ἐγὼ τόδε οἶδα κατὰ φρένα καὶ κατὰ θυμόν· §15.212οἷος κείνου θυμὸς ὑπέρβιος, οὔ σε μεθήσει, §15.213ἀλλʼ αὐτὸς καλέων δεῦρʼ εἴσεται, οὐδέ ἕ φημι §15.214ἂψ ἰέναι κενεόν·
因为我心里非常清楚,我的灵府明白:那老人的脾气过于执拗,他绝不肯放你走,而是会亲自到这里来邀请你,而且我认为他绝不会空手而归;因为无论如何他都会怒气冲天。
μάλα γὰρ κεχολώσεται ἔμπης.

词汇与语法注释

  1. 15.149λείψαντε κιοίτην — 该分词与动词均为双数形式(dual),指代特勒马科斯与佩西斯特拉托斯两人。连词 ὄφρα 引导目的状语从句(为了……),因主句动词(ἔκιε)为过去时,故从句使用希求法动词 κιοίτην(κίω 的现在时希求法第三人称双数)。分词 λείψαντε(λείβω 的不定过去时主动分词、主格双数阳性)表示动作的先后顺序或伴随状况,译为“在献酒祭神之后(再行启程)”。
  2. 15.156αἲ γὰρ ἐγὼν ὣς ... εἴποιμʼ — 表示愿望的语气词 αἲ γάρ(εἰ γάρ 的荷马方言等方言形式)后接独立的希求法动词 εἴποιμι,表达可实现的愿望(“但愿我能……”)。副词 ὣς(如此地)承接上文梅内劳斯的热情好客,并由接下来的 ὡς 从句(第158–159行)作进一步的具体阐述,即“但愿我能说:我已经……”。
  3. 15.168ἢ νῶϊν ... ἦε σοὶ αὐτῷ — 该句引入了一个选择性的直接疑问句(ἢ... ἦε...“是向我们两个……还是向你自己……”)。νῶϊν 是第一人称双数与格形式,指代特勒马科斯与佩西斯特拉托斯两人(“向我们两个”)。这种直接并列间接思考内容的句式体现了荷马史诗的古朴特征,并在后文第170行中被间接疑问句 ὅππως... ὑποκρίναιτο 重新概括。
  4. 15.170ὅππως οἱ κατὰ μοῖραν ὑποκρίναιτο νοήσας — 在间接疑问连词 ὅππως 引导的从句中,因主句动词(μερμήριξε)为过去时,故使用希求法动词 ὑποκρίναιτο。此处的与格代词 οἱ 并非指代主语梅内劳斯自身(间接反身),而是作为第三人称单数与格,指代提出问题的佩西斯特拉托斯(“向他(解答)”),这是最自然的解读。
  5. 15.195πῶς κέν μοι ὑποσχόμενος τελέσειας μῦθον ἐμόν; — 短语 πῶς κεν 连用希求法动词(τελέσειας)用于表达客气或委婉的请求(“你怎能……成全我呢?”)。分词 ὑποσχόμενος(ὑπισχνέομαι 的不定过去时中间态分词、主格单数阳性)表示主要动作之前的前提或手段,意为“在承诺之后(成全我的请求)”。

引用这一段

荷马, 奥德赛 §15.145-15.214. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:15.145-15.214

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。