Humanitext Reader

ホメロス · オデュッセイア §15.1-15.73

アテナの帰国勧告とテレマコスの出立の願い

103 / 173 箇所 · ギリシア語

要旨

アテナはスパルタに赴き、テレマコスにペネロペイアの危急と求婚者の待ち伏せを告げて早期帰国を促す。目覚めたテレマコスは、引き留めるペイシストラトスを説得して夜明けを待ち、現れたメネラオスに即座の出発を願い出る。

§15.1ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη §15.2ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν §15.3νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
そして、パラス・アテナは広々としたラケダイモンへと向かった、意気高きオデュッセウスの輝かしい息子に、帰国を促し、出発を急がせるために。
§15.4εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν §15.5εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο, §15.6ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ· §15.7Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ §15.8νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
彼女は、テレマコスとネストルの輝かしい息子が、名高きメネラオスの館の前庭で眠っているのを見出した。 まさにネストルの子は心地よい眠りに屈していたが、テレマコスには甘い眠りも訪れず、ただ心の中で、神聖な夜を通じて、父親への想いが彼を目覚めさせていた。
§15.9ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη·
彼の近くに立ち、輝く目のアテナは彼に語りかけた。
§15.10Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι, §15.11κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν §15.12οὕτω ὑπερφιάλους·
「テレマコスよ、これ以上、お前の館から遠く離れて彷徨うのは良くない、財産を置き去りにし、お前の館にそのような傲慢極まりない男たちを残したままでは。
μή τοι κατὰ πάντα φάγωσι §15.13κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
彼らが分け合ってすべての財産を食い尽くし、お前の旅が無駄になってしまわぬように。
§15.14ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον §15.15πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
いや、一刻も早く、戦に強いメネラオスに送り出してくれるよう促すがよい、非の打ちどころのない母親がまだ家にいるうちに出会いえるように。
§15.16ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται §15.17Εὐρυμάχῳ γήμασθαι·
すでに彼女の父親も兄弟たちも、彼女にエウリュマコスと結婚するよう促しているのだ。
ὁ γὰρ περιβάλλει ἅπαντας §15.18μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα·
彼は他のすべての求婚者たちを贈り物で圧倒し、婚資をさらに積み増しているからだ。
§15.19μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
お前の意志に反して、館から財産が持ち去られることがないように。
§15.20οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός·
お前は女の胸の中にある心がどのようなものか知っているだろう。
§15.21κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ, §15.22παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο §15.23οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
女は、自分を妻とする男の家を豊かにすることを望み、亡くなった前の子供たちや、愛する先夫のことは、もはや思い出すこともなく、尋ねることもないのだ。
§15.24ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα §15.25δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι, §15.26εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
だから、お前自身が帰って、お前にとって最も信頼できる女召使に、すべての管理を委ねるがよい、神々がお前に輝かしい妻を示してくださるその時まで。
§15.27ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.
もう一つ、お前に言葉を告げよう、心に深く留めておくがよい。
§15.28μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν §15.29ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης. §15.30ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
求婚者たちの首領どもが、お前を狙って待ち伏せしている、イタケと、険しいサモスの間の海峡で、お前が祖国の地にたどり着く前に、お前を殺そうと待ち構えているのだ。
§15.31ἀλλὰ τά γʼ οὐκ ὀΐω·
だが、そのようなことにはならぬと私は思う。
πρὶν καί τινα γαῖα καθέξει §15.32ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
その前に、お前の財産を食い潰している求婚者の男たちのうち、誰かが地に葬られるだろう。
§15.33ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα, §15.34νυκτὶ δʼ ὁμῶς πλείειν·
ただ、島々から十分に距離を置いて、よく作られた船を進めるがよい、夜の間も同じように航海せよ。
πέμψει δέ τοι οὖρον ὄπισθεν §15.35ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
お前を守り救ってくださる不死の神の誰かが、後ろから順風を送ってくださるだろう。
§15.36αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι, §15.37νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους, §15.38αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι, §15.39ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
そして、お前がイタケの最初の岬に到着したなら、船とすべての仲間たちを都市へと急がせ、お前自身はまず何よりも先に豚飼いのところへ行くがよい、彼は、お前の豚たちの番人であり、同時にお前に忠実な男だ。
§15.40ἔνθα δὲ νύκτʼ ἀέσαι·
そこで夜を明かすがよい。
τὸν δʼ ὀτρῦναι πόλιν εἴσω §15.41ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, §15.42οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
そして、彼を都市の中へと遣わし、思慮深いペネロペイアに、お前が無事であり、ピュロスから帰ってきたという知らせを告げさせるのだ。
§15.43ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον,
」彼女はそう語ると、高いオリンポスへと去っていった。
§15.44αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν §15.45λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν·
一方、テレマコスはネストルの子を心地よい眠りから覚まそうと、足で突ついて揺り動かし、彼にこう言葉をかけた。
§15.46ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους §15.47ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
「起きよ、ネストルの子ペイシストラトスよ、一づめの馬たちを戦車に繋ぎ、連れて行くのだ、私たちが旅を急げるように。
§15.48τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα·
」ネストルの子ペイシストラトスは彼に答えてこう言った。
§15.49Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο §15.50νύκτα διὰ δνοφερὴν ἐλάαν·
「テレマコスよ、いくら旅を急いでいるからといって、暗い夜の間を駆けていくことはできない。
τάχα δʼ ἔσσεται ἠώς.
すぐに夜は明けるだろう。
§15.51ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ §15.52ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος, §15.53καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
だから、英雄アトレウスの子、槍で名高いメネラオスが、贈り物を運んできて戦車の上に乗せてくれ、穏やかな言葉を語って送り出してくれるまで待つがよい。
§15.54τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα §15.55ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
客人は、親切をもてなしてくれた主人のことを、生涯にわたっていつまでも忘れないものなのだから。
§15.56ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
」彼がそう言うと、すぐに黄金の玉座の暁の女神がやって来た。
§15.57ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος, §15.58ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
戦に強いメネラオスは、美しい髪のヘレネの傍らの寝床から起き上がり、彼らの近くにやって来た。
§15.59τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός, §15.60σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα §15.61δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις
オデュッセウスの愛する息子は、彼の姿に気づくと、急いで輝くチュニックを体にまとい、英雄はその頑強な肩に大きなマントを掛けた。
§15.62ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα §15.63Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο·
そして、彼は外へと歩み出て、その傍らに立って語りかけた、高貴なオデュッセウスの愛する息子、テレマコスは。
§15.64Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, §15.65ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν·
「ゼウスに育まれしアトレウスの子メネラオスよ、民の指導者よ、今こそ、私を愛する祖国の地へと送り出してください。
§15.66ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.
私の心は、すでに我が家へと帰ることを切望しているのです。
§15.67τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος·
」戦に強いメネラオスは彼に答えてこう言った。
§15.68Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω §15.69ἱέμενον νόστοιο·
「テレマコスよ、帰国を熱望しているお前を、私はここでこれ以上引き留めるつもりはない。
νεμεσσῶμαι δὲ καὶ ἄλλῳ §15.70ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν, §15.71ἔξοχα δʼ ἐχθαίρῃσιν·
私は、度を越してもてなしたり、度を越して嫌ったりする、そのようなもてなし手には憤りを感じるのだ。
ἀμείνω δʼ αἴσιμα πάντα.
何事も適度が最も良い。
§15.72ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι §15.73ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
帰りたがっていない客人を無理に送り出すのも、急いでいる客人を引き留めるのも、同じように悪いことなのだから。 」

語釈・文法注

  1. §15.3νόστου ὑπομνήσουσα — 未来分詞 `ὑπομνήσουσα`(動詞 `ὑπομιμνήσκω`)は、目的(〜するために)を表す。属格 `νόστου` は、この分詞が取る目的語としての働きを持つ。
  2. §15.12κατὰ πάντα φάγωσι — 前置詞 `κατά` と接続法動詞 `φάγωσι` は、複合動詞 `καταφάγωσι` が分離して間に名詞などが挟まれたtmesis(語分離)の事例であり、「すべてを食い尽くす」という意味を表す。
  3. §15.33ἀπέχειν — この不定詞は、命令の意味で用いられている(命令の不定詞)。主語は二人称単数のテレマコスであり、これに続く `πλείειν` (§15.34), `ὀτρῦναι` (§15.37), `εἰσαφικέσθαι` (§15.38) などもすべて同様の命令不定詞である。
  4. §15.47πρήσσωμεν ὁδοῖο — 接続法 `πρήσσωμεν` は目的を示す接続詞 `ὄφρα` に導かれている。属格 `ὁδοῖο`(ὁδός のホメロス方言形)は、進む経路や旅の進行の範囲を示す部分属格・空間属格である(「道を進める」、「旅を急ぐ」)。
  5. §15.49οὔ πως ἔστιν ... ἐλάαν — 非人称構文 `οὔ πως ἔστιν`(どうしても〜できない)が、動詞 `ἐλάω`(駆ける、進む)の不定詞 `ἐλάαν` を伴って不可能を表現している。不定詞の意味上の主語は、対格の現在分詞 `ἐπειγομένους`(旅を急ぐ者たち、すなわちテレマコスとペイシストラトス)である。

この箇所を引用する

ホメロス, オデュッセイア §15.1-15.73. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:15.1-15.73

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。