Humanitext Reader

荷马 · 奥德赛 §15.1-15.73

雅典娜催促归国与特勒马科斯请求启程

第 103 段,共 173 段 · 希腊语

内容简介

雅典娜前往拉刻代蒙,警告特勒马科斯关于佩涅洛佩可能被迫改嫁以及求婚者设伏的消息,催促他尽快归国。特勒马科斯醒来后,向梅内劳斯请求准许其返乡。

§15.1ἡ δʼ εἰς εὐρύχορον Λακεδαίμονα Παλλὰς Ἀθήνη §15.2ᾤχετʼ, Ὀδυσσῆος μεγαθύμου φαίδιμον υἱὸν §15.3νόστου ὑπομνήσουσα καὶ ὀτρυνέουσα νέεσθαι.
而帕拉斯·雅典娜则前往幅员辽阔的拉刻代蒙,去提醒心胸宽广的奥德修斯那光荣的儿子关于他的归国,并催促他启程。
§15.4εὗρε δὲ Τηλέμαχον καὶ Νέστορος ἀγλαὸν υἱὸν §15.5εὕδοντʼ ἐν προδόμῳ Μενελάου κυδαλίμοιο, §15.6ἦ τοι Νεστορίδην μαλακῷ δεδμημένον ὕπνῳ· §15.7Τηλέμαχον δʼ οὐχ ὕπνος ἔχε γλυκύς, ἀλλʼ ἐνὶ θυμῷ §15.8νύκτα διʼ ἀμβροσίην μελεδήματα πατρὸς ἔγειρεν.
她发现特勒马科斯和内斯托尔那光荣的儿子正睡在光荣的梅内劳斯府邸的前廊里,那内斯托尔之子确实已被甘甜的睡意征服;特勒马科斯却无甜美睡眠,而在他心中,在这神圣的黑夜里,对父亲的思念使他难以入眠。
§15.9ἀγχοῦ δʼ ἱσταμένη προσέφη γλαυκῶπις Ἀθήνη· §15.10Τηλέμαχʼ, οὐκέτι καλὰ δόμων ἄπο τῆλʼ ἀλάλησαι, §15.11κτήματά τε προλιπὼν ἄνδρας τʼ ἐν σοῖσι δόμοισιν §15.12οὕτω ὑπερφιάλους·
青眸女神雅典娜站在他身旁,对他说道: “特勒马科斯啊,你实在不该再久久流连在外、远离家园,将你的财产和那些在你们府邸里的极其傲慢的男人们留在后方。
μή τοι κατὰ πάντα φάγωσι §15.13κτήματα δασσάμενοι, σὺ δὲ τηϋσίην ὁδὸν ἔλθῃς.
免得他们瓜分并吃光了你全部的财产,而让你这趟旅程徒劳无功。
§15.14ἀλλʼ ὄτρυνε τάχιστα βοὴν ἀγαθὸν Μενέλαον §15.15πεμπέμεν, ὄφρʼ ἔτι οἴκοι ἀμύμονα μητέρα τέτμῃς.
你该尽快催促那善战的梅内劳斯送你启程,好让你能在家里见到你那无瑕的母亲。
§15.16ἤδη γάρ ῥα πατήρ τε κασίγνητοί τε κέλονται §15.17Εὐρυμάχῳ γήμασθαι· ὁ γὰρ περιβάλλει ἅπαντας §15.18μνηστῆρας δώροισι καὶ ἐξώφελλεν ἔεδνα· §15.19μή νύ τι σεῦ ἀέκητι δόμων ἐκ κτῆμα φέρηται.
因为如今她的父亲和兄弟们都已在催促她嫁给欧律马科斯;因为他在所有求婚者中送礼最重,并且还在不断增加聘礼;免得她违背你的意愿,从府邸中带走任何财产。
§15.20οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός· §15.21κείνου βούλεται οἶκον ὀφέλλειν ὅς κεν ὀπυίῃ, §15.22παίδων δὲ προτέρων καὶ κουριδίοιο φίλοιο §15.23οὐκέτι μέμνηται τεθνηκότος οὐδὲ μεταλλᾷ.
因为你深知女人的胸怀里有着怎样的心:她只愿为娶她的那个人的家庭增添财富,至于她以前的孩子和她那死去的亲爱丈夫,他一旦死去,她便不再思念也不再过问。
§15.24ἀλλὰ σύ γʼ ἐλθὼν αὐτὸς ἐπιτρέψειας ἕκαστα §15.25δμῳάων ἥ τίς τοι ἀρίστη φαίνεται εἶναι, §15.26εἰς ὅ κέ τοι φήνωσι θεοὶ κυδρὴν παράκοιτιν.
所以你必须亲自回去,将一切托付给你认为最出色的女仆来打理,直到诸神为你指明一位高贵的妻子。
§15.27ἄλλο δέ τοί τι ἔπος ἐρέω, σὺ δὲ σύνθεο θυμῷ.
我还要告诉你另一件事,你且记在心里。
§15.28μνηστήρων σʼ ἐπιτηδὲς ἀριστῆες λοχόωσιν §15.29ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε παιπαλοέσσης. §15.30ἱέμενοι κτεῖναι, πρὶν πατρίδα γαῖαν ἱκέσθαι.
求求者中的首领们正故意伏击你,就在伊萨卡和崎岖的萨莫斯之间的海峡里,企图在你不曾回到祖国土地前将你杀害。
§15.31ἀλλὰ τά γʼ οὐκ ὀΐω· πρὶν καί τινα γαῖα καθέξει §15.32ἀνδρῶν μνηστήρων, οἵ τοι βίοτον κατέδουσιν.
但我认为这绝不会发生;在此之前,大地将会吞噬那些吞食你生计的求婚者中的某些人。
§15.33ἀλλὰ ἑκὰς νήσων ἀπέχειν εὐεργέα νῆα, §15.34νυκτὶ δʼ ὁμῶς πλείειν· πέμψει δέ τοι οὖρον ὄπισθεν §15.35ἀθανάτων ὅς τίς σε φυλάσσει τε ῥύεταί τε.
你只需让那造构精良的船只远离那些岛屿,并在夜间同样航行;而在众神中看顾并庇护你的那一位不死神明,会在你身后送来顺风。
§15.36αὐτὰρ ἐπὴν πρώτην ἀκτὴν Ἰθάκης ἀφίκηαι, §15.37νῆα μὲν ἐς πόλιν ὀτρῦναι καὶ πάντας ἑταίρους, §15.38αὐτὸς δὲ πρώτιστα συβώτην εἰσαφικέσθαι, §15.39ὅς τοι ὑῶν ἐπίουρος, ὁμῶς δέ τοι ἤπια οἶδεν.
当你一抵达伊萨卡的第一处海岸,便催促船只和所有的伙伴们前往城里,你本人则要最先去到那猪倌处,他是你猪群的看守者,同时也对你心怀忠诚。
§15.40ἔνθα δὲ νύκτʼ ἀέσαι· τὸν δʼ ὀτρῦναι πόλιν εἴσω §15.41ἀγγελίην ἐρέοντα περίφρονι Πηνελοπείῃ, §15.42οὕνεκά οἱ σῶς ἐσσὶ καὶ ἐκ Πύλου εἰλήλουθας.
你且在那里宿夜;并催促他进城,向聪慧的佩涅洛佩传达口信,告知她你已平安,且已从皮洛斯归来。
§15.43ἡ μὲν ἄρʼ ὣς εἰποῦσʼ ἀπέβη πρὸς μακρὸν Ὄλυμπον, §15.44αὐτὰρ ὁ Νεστορίδην ἐξ ἡδέος ὕπνου ἔγειρεν §15.45λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν· §15.46ἔγρεο, Νεστορίδη Πεισίστρατε, μώνυχας ἵππους §15.47ζεῦξον ὑφʼ ἅρματʼ ἄγων, ὄφρα πρήσσωμεν ὁδοῖο.
” 她说完,便朝着高耸的奥林波斯离去,而他则用脚踢了踢那内斯托尔之子,将他从甜美的睡梦中唤醒,并对他说道: “醒来吧,内斯托尔之子佩西斯特拉托斯,把单蹄的骏马驾在战车上,让我们赶路前行。
§15.48τὸν δʼ αὖ Νεστορίδης Πεισίστρατος ἀντίον ηὔδα· §15.49Τηλέμαχʼ, οὔ πως ἔστιν ἐπειγομένους περ ὁδοῖο §15.50νύκτα διὰ δνοφερὴν ἐλάαν· τάχα δʼ ἔσσεται ἠώς.
” 内斯托尔之子佩西斯特拉托斯则回答他道: “特勒马科斯啊,无论我们怎样急于赶路,也绝无法在漆黑的夜里驱车前行;黎明很快就会到来。
§15.51ἀλλὰ μένʼ εἰς ὅ κε δῶρα φέρων ἐπιδίφρια θήῃ §15.52ἥρως Ἀτρείδης, δουρικλειτὸς Μενέλαος, §15.53καὶ μύθοις ἀγανοῖσι παραυδήσας ἀποπέμψῃ.
所以且等待着,直到那阿特柔斯之子、名震枪坛的英雄梅内劳斯,带来礼物并安置在车座上,并用亲切的言语安慰我们、送我们启程。
§15.54τοῦ γάρ τε ξεῖνος μιμνήσκεται ἤματα πάντα §15.55ἀνδρὸς ξεινοδόκου, ὅς κεν φιλότητα παράσχῃ.
因为一位客人会终生铭记向他展现出情谊的款待之人。
§15.56ὣς ἔφατʼ, αὐτίκα δὲ χρυσόθρονος ἤλυθεν Ἠώς.
” 他这样说着,金宝座的黎明女神顿时临凡。
§15.57ἀγχίμολον δέ σφʼ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος, §15.58ἀνστὰς ἐξ εὐνῆς, Ἑλένης πάρα καλλικόμοιο.
而那善战的梅内劳斯此时也已临近,他刚刚从丽发海伦的身旁,从床榻上起身。
§15.59τὸν δʼ ὡς οὖν ἐνόησεν Ὀδυσσῆος φίλος υἱός, §15.60σπερχόμενός ῥα χιτῶνα περὶ χροῒ σιγαλόεντα §15.61δῦνεν, καὶ μέγα φᾶρος ἐπὶ στιβαροῖς βάλετʼ ὤμοις §15.62ἥρως, βῆ δὲ θύραζε, παριστάμενος δὲ προσηύδα §15.63Τηλέμαχος, φίλος υἱὸς Ὀδυσσῆος θείοιο· §15.64Ἀτρεΐδη Μενέλαε διοτρεφές, ὄρχαμε λαῶν, §15.65ἤδη νῦν μʼ ἀπόπεμπε φίλην ἐς πατρίδα γαῖαν· §15.66ἤδη γάρ μοι θυμὸς ἐέλδεται οἴκαδʼ ἱκέσθαι.
当奥德修斯那亲爱的儿子察觉到他时,便赶忙在身上穿起那件闪亮的衣裳,英雄将宽大的斗篷披在他那壮实的肩膀上,迈步走到门外,站在他身旁,神圣奥德修斯的亲爱之子特勒马科斯对他说道: “阿特柔斯之子梅内劳斯,宙斯育佑的人民领袖啊,现在请打发我回到我亲爱的祖国土地去吧;因为现在我的心中已极度渴望归家。
§15.67τὸν δʼ ἠμείβετʼ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος· §15.68Τηλέμαχʼ, οὔ τί σʼ ἐγώ γε πολὺν χρόνον ἐνθάδʼ ἐρύξω §15.69ἱέμενον νόστοιο· νεμεσσῶμαι δὲ καὶ ἄλλῳ §15.70ἀνδρὶ ξεινοδόκῳ, ὅς κʼ ἔξοχα μὲν φιλέῃσιν, §15.71ἔξοχα δʼ ἐχθαίρῃσιν· ἀμείνω δʼ αἴσιμα πάντα.
” 那善战的梅内劳斯随即回答他说: “特勒马科斯啊,我绝不会在此久久挽留你,既然你如此渴望归国;我也同样反感那些待客时或显露出过分的殷勤、或表现出过分冷淡的款待者;凡事适度才是最好。
§15.72ἶσόν τοι κακόν ἐσθʼ, ὅς τʼ οὐκ ἐθέλοντα νέεσθαι §15.73ξεῖνον ἐποτρύνει καὶ ὃς ἐσσύμενον κατερύκει.
这同样是一件坏事:既包括驱赶不想离去的客人,也包括挽留急于启程的来宾。 ”

词汇与语法注释

  1. §15.3νόστου ὑπομνήσουσα — 将来分词 `ὑπομνήσουσα`(源自 `ὑπομιμνήσκω`)表示目的(为了提醒)。属格 `νόστου` 作为此分词的宾语。
  2. §15.12κατὰ πάντα φάγωσι — 介词 `κατά` 与虚拟语气动词 `φάγωσι` 构成了复合动词 `καταφάγωσι`(吃光、吞噬)的分离现象(tmesis),中间插入了 `πάντα`,表示“全部吃光”。
  3. §15.33ἀπέχειν — 此不定式用作命令语气(命令不定式),主语为第二人称单数的特勒马科斯。随后的不定式如 `πλείειν` (§15.34)、`ὀτρῦναι` (§15.37) 和 `εἰσαφικέσθαι` (§15.38) 也均为相同的命令不定式用法。
  4. §15.47πρήσσωμεν ὁδοῖο — 虚拟语气 `πρήσσωμεν` 由表示目的的连词 `ὄφρα` 引导。属格 `ὁδοῖο`(`ὁδός` 的史诗属格形式)是部分属格或空间属格,表示前进的路线或进程(“在旅途中赶路”)。
  5. §15.49οὔ πως ἔστιν ... ἐλάαν — 无人称句式 `οὔ πως ἔστιν`(绝不可能……)与动词 `ἐλάω`(驱车、前进)的不定式 `ἐλάαν` 连用表示不可能。该不定式的逻辑主语是宾格现在分词 `ἐπειγομένους`(表示“急于赶路的人们”,即特勒马科斯与佩西斯特拉托斯)。

引用这一段

荷马, 奥德赛 §15.1-15.73. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:15.1-15.73

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。