Humanitext Reader

ホメロス · オデュッセイア §13.76-13.150

オデュッセウスのイタケ上陸とポセイドンの怒り

90 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスを乗せたパイアケス人の船は、彼が深い眠りにあるうちにイタケに到着し、ポルキュスの港にあるオリーブの木の根元に彼と財宝を残して去る。ポセイドンはオデュッセウスの帰還に憤慨し、ゼウスの同意を得てパイアケス人の船への報復を企てる。

§13.76σιγῇ·
静かに。
τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι §13.77κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
そして彼らはめいめい順序正しく櫂座に座り、穴の開いた石から係留綱を解いた。
§13.78εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ, §13.79καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε,
彼らが身を後ろにもたせて櫂で海水を跳ね上げると、彼のまぶたには、甘い眠りが落ちてきた。
§13.80νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
覚めることなき、最も心地よい、死に極めてよく似た眠りが。
§13.81ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι, §13.82πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης, §13.83ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον, §13.84ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε §13.85πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
まるで平原で、四頭立ての牡馬たちが、鞭の打撃のもとに一斉に駆け出し、高く身を躍らせて速やかに道を進むかのように、そのように船尾は持ち上がり、背後では、騒がしい海の、大きくうねる紫色の波が荒れ狂っていた。
§13.86ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον·
船はきわめて安全に、揺るぎなく走った。
οὐδέ κεν ἴρηξ §13.87κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
鳥の中で最も素早い鷹でさえ、並んで飛ぶことはできなかっただろう。
§13.88ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν, §13.89ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα·
そのように船は速やかに走りながら、海の波を切り裂き、神々に似た知恵を持つ男を運んでいた。
§13.90ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν §13.91ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, §13.92δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
かつては自分の心の中で非常に多くの苦痛を経験し、男たちの戦いや、辛い波を切り抜けてきた男だが、その時は、自分が被ったすべてのことを忘れて、静かに眠っていた。
§13.93εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα §13.94ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης, §13.95τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
最も輝かしい星、すなわち、早く生まれる薔薇の指の暁の光を告げに真っ先に来る星が上ったとき、そのときまさに、海を行く船は島に近づいた。
§13.96Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος, §13.97ἐν δήμῳ Ἰθάκης·
海の老人ポルキュスの港と呼ばれる港が、イタケの国にある。
δύο δὲ προβλῆτες ἐν αὐτῷ §13.98ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι, §13.99αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα §13.100ἔκτοθεν·
そこには二つの突き出た切り立った崖が、港に向かって身を潜めるように突き出ており、それらは外からの、激しい風による大きな波を遮る。
ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι §13.101νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.
そして内側では、しっかりと艤装された船が、係留地の境界に達したとき、係留索なしで留まる。
§13.102αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη, §13.103ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, §13.104ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
また、港の入り口には、葉の茂ったオリーブの木があり、その近くには、水浴びをする妖精たちと呼ばれるニンフたちの神聖な、愛らしく薄暗い洞窟がある。
§13.105ἐν δὲ κρητῆρές τε καὶ ἀμφιφορῆες ἔασιν §13.106λάϊνοι· ἔνθα δʼ ἔπειτα τιθαιβώσσουσι μέλισσαι.
その中には、石の混和用鉢や両取手付きの瓶があり、そこでは蜂たちが蜜を蓄えている。
§13.107ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι §13.108φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι·
また、中には非常に長い石の織機があり、そこでニンフたちが、見るも驚くべき海紫色の衣を織っている。
§13.109ἐν δʼ ὕδατʼ ἀενάοντα.
中には絶え間なく流れる水がある。
δύω δέ τέ οἱ θύραι εἰσίν,
そしてそこには二つの入り口がある。
§13.110αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν, §13.111αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι·
一方は北風に面しており、人間が下りていくためのものであり、他方は南風に面しており、より神聖なものである。
οὐδέ τι κείνῃ §13.112ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.
そこを人間が入ることはなく、不死の神々の道である。
§13.113ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες·
彼らは、前もって知っていたその場所に船を乗り入れた。
ἡ μὲν ἔπειτα §13.114ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης, §13.115σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·
すると船は、漕ぎ手たちの手の勢いに押されて、その全長の大半まで、勢いよく陸に乗り上げた。
§13.116οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε §13.117πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν §13.118αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι,
彼らは座席の整った船から陸に上がり、まず最初に、オデュッセウスを中空の船から抱え上げた、彼自身の、麻のシートや輝く掛け布団とともに。
§13.119κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ,
そして彼らは、眠りに打ち勝たれている彼を、砂浜の上にそっと置いた。
§13.120ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ §13.121ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
また、気高いパイアケス人たちが、度量の大きいアテネのおかげで、彼が帰郷する際にと与えてくれた財宝を運び出した。
§13.122καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν §13.123ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων,
そして彼らはそれらをオリーブの木の根元に、道から離してまとめて置いた。
§13.124πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο·
旅人の誰かが、オデュッセウスが目覚める前にやって来て、それらを損なうことがないように。
§13.125αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον.
そして彼ら自身は再び家へと戻っていった。
οὐδʼ ἐνοσίχθων §13.126λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ §13.127πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν·
しかし、大地を揺るがす神は、かつて神のごときオデュッセウスに対して発した脅しを忘れておらず、ゼウスの意向を尋ねた。
§13.128Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι §13.129τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν,
「父ゼウスよ、死すべき人間たちが私を全く敬わないとき、私はもはや不死の神々の間で尊敬されることはないでしょう。
§13.130Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
パイアケス人たちは、私の血筋に連なる者たちなのですから。
§13.131καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα §13.132οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων
というのも、私はオデュッセウスが多くの災難を被った末に家に帰るだろうと言いましたが、彼の帰郷を完全に奪うことはしませんでした。
§13.133πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
あなたが最初に約束し、頷かれたからです。
§13.134οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες §13.135κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα,
しかし彼らは、彼が眠っている間に、素早い船で海を渡って運び、イタケに降ろし、数限りない贈り物を彼に与えました。
§13.136χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν,
青銅、黄金、そして織られた衣類を十分に。
§13.137πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς, §13.138εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
それらは、もしオデュッセウスが戦利品から自分の分け前を得て、無事に帰還していたとしても、トロイアから決して持ち帰ることはできなかったほど多くのものです。
§13.139τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς·
」雲を集めるゼウスは彼に答えて言った。
§13.140ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
「おお、何ということだ、広い力を持つ大地を揺るがす神よ、何ということを言うのか。
§13.141οὔ τί σʼ ἀτιμάζουσι θεοί·
神々があなたを軽んじることなどない。
χαλεπὸν δέ κεν εἴη §13.142πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
最長老であり最も優れた神を侮辱をもって悩ませることは、困難なことだろう。
§13.143ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων §13.144οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
しかし、もし人間の中に、自らの力と強さにうぬぼれてあなたを敬わない者がいるなら、あなたには後々までいつでも復讐の手立てがある。
§13.145ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
あなたの望むように、あなたの心にかなうようにするがよい。
§13.146τὸν δʼ ἠμείβετʼ ἔπειτα Ποσειδάων ἐνοσίχθων·
」すると、大地を揺るがすポセイドンが彼に答えた。
§13.147αἶψά κʼ ἐγὼν ἔρξαιμι, κελαινεφές, ὡς ἀγορεύεις·
「黒雲をまとう者よ、お前の言う通り、私はすぐにでもそうしたい。
§13.148ἀλλὰ σὸν αἰεὶ θυμὸν ὀπίζομαι ἠδʼ ἀλεείνω.
しかし私は常にあなたの御心を恐れ、避けているのだ。
§13.149νῦν αὖ Φαιήκων ἐθέλω περικαλλέα νῆα, §13.150ἐκ πομπῆς ἀνιοῦσαν, ἐν ἠεροειδέϊ πόντῳ
今、私はパイアケス人たちの非常に美しい船が、送行から帰る途中で、薄暗い海の上にあるのを(打ち砕きたいと思っている)」

語釈・文法注

  1. 13.78ἀνακλινθέντες — 受動分詞でありながら、ここでは「(上体を)後ろにもたせかける」という能動的な動作のニュアンス、すなわち漕ぎ手が櫂を引くために身体を後ろに倒す仕草を表している。
  2. 13.81ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι — 船を表す女性単数主格の代名詞 `ἡ`(§13.81)が提示された後、長大な馬の比喩が挿入され、実際の主節の動詞を伴う節は `ὣς ἄρα τῆς...`(§13.84)以下で再開されるという、大きな離隔(hyperbaton)を伴うホメロス特有の統語法である。

この箇所を引用する

ホメロス, オデュッセイア §13.76-13.150. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:13.76-13.150

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。