Humanitext Reader

ホメロス · オデュッセイア §13.1-13.75

歓待の返礼とオデュッセウスの出航の準備

89 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスの語りを聞き終えたアルキノオス王はさらなる贈り物を提案し、翌日、オデュッセウスは盛大な宴と献酒ののち、ファイアケス人の船に乗ってついに帰郷の途に就く。

§13.1ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ, §13.2κηληθμῷ δʼ ἔσχοντο κατὰ μέγαρα σκιόεντα. §13.3τὸν δʼ αὖτʼ Ἀλκίνοος ἀπαμείβετο φώνησέν τε· §13.4ὦ Ὀδυσεῦ, ἐπεὶ ἵκευ ἐμὸν ποτὶ χαλκοβατὲς δῶ, §13.5ὑψερεφές, τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω §13.6ἂψ ἀπονοστήσειν, εἰ καὶ μάλα πολλὰ πέπονθας. §13.7ὑμέων δʼ ἀνδρὶ ἑκάστῳ ἐφιέμενος τάδε εἴρω, §13.8ὅσσοι ἐνὶ μεγάροισι γερούσιον αἴθοπα οἶνον §13.9αἰεὶ πίνετʼ ἐμοῖσιν, ἀκουάζεσθε δʼ ἀοιδοῦ. §13.10εἵματα μὲν δὴ ξείνῳ ἐϋξέστῃ ἐνὶ χηλῷ §13.11κεῖται καὶ χρυσὸς πολυδαίδαλος ἄλλα τε πάντα §13.12δῶρʼ, ὅσα Φαιήκων βουληφόροι ἐνθάδʼ ἔνεικαν· §13.13ἀλλʼ ἄγε οἱ δῶμεν τρίποδα μέγαν ἠδὲ λέβητα §13.14ἀνδρακάς· ἡμεῖς δʼ αὖτε ἀγειρόμενοι κατὰ δῆμον §13.15τισόμεθʼ· ἀργαλέον γὰρ ἕνα προικὸς χαρίσασθαι. §13.16ὣς ἔφατʼ Ἀλκίνοος, τοῖσιν δʼ ἐπιὴνδανε μῦθος. §13.17οἱ μὲν κακκείοντες ἔβαν οἶκόνδε ἕκαστος, §13.18ἦμος δʼ ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς, §13.19νῆάδʼ ἐπεσσεύοντο, φέρον δʼ εὐήνορα χαλκόν. §13.20καὶ τὰ μὲν εὖ κατέθηχʼ ἱερὸν μένος Ἀλκινόοιο, §13.21αὐτὸς ἰὼν διὰ νηὸς ὑπὸ ζυγά, μή τινʼ ἑταίρων §13.22βλάπτοι ἐλαυνόντων, ὁπότε σπερχοίατʼ ἐρετμοῖς. §13.23οἱ δʼ εἰς Ἀλκινόοιο κίον καὶ δαῖτʼ ἀλέγυνον. §13.24τοῖσι δὲ βοῦν ἱέρευσʼ ἱερὸν μένος Ἀλκινόοιο §13.25Ζηνὶ κελαινεφέϊ Κρονίδῃ, ὃς πᾶσιν ἀνάσσει. §13.26μῆρα δὲ κήαντες δαίνυντʼ ἐρικυδέα δαῖτα §13.27τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός, §13.28Δημόδοκος, λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεὺς §13.29πολλὰ πρὸς ἠέλιον κεφαλὴν τρέπε παμφανόωντα, §13.30δῦναι ἐπειγόμενος· δὴ γὰρ μενέαινε νέεσθαι. §13.31ὡς δʼ ὅτʼ ἀνὴρ δόρποιο λιλαίεται, ᾧ τε πανῆμαρ §13.32νειὸν ἀνʼ ἕλκητον βόε οἴνοπε πηκτὸν ἄροτρον· §13.33ἀσπασίως δʼ ἄρα τῷ κατέδυ φάος ἠελίοιο §13.34δόρπον ἐποίχεσθαι, βλάβεται δέ τε γούνατʼ ἰόντι· §13.35ὣς Ὀδυσῆʼ ἀσπαστὸν ἔδυ φάος ἠελίοιο. §13.36αἶψα δὲ Φαιήκεσσι φιληρέτμοισι μετηύδα, §13.37Ἀλκινόῳ δὲ μάλιστα πιφαυσκόμενος φάτο μῦθον· §13.38Ἀλκίνοε κρεῖον, πάντων ἀριδείκετε λαῶν, §13.39πέμπετέ με σπείσαντες ἀπήμονα, χαίρετε δʼ αὐτοί· §13.40ἤδη γὰρ τετέλεσται ἅ μοι φίλος ἤθελε θυμός, §13.41πομπὴ καὶ φίλα δῶρα, τά μοι θεοὶ Οὐρανίωνες §13.42ὄλβια ποιήσειαν· ἀμύμονα δʼ οἴκοι ἄκοιτιν §13.43νοστήσας εὕροιμι σὺν ἀρτεμέεσσι φίλοισιν. §13.44ὑμεῖς δʼ αὖθι μένοντες ἐϋφραίνοιτε γυναῖκας §13.45κουριδίας καὶ τέκνα· θεοὶ δʼ ἀρετὴν ὀπάσειαν §13.46παντοίην, καὶ μή τι κακὸν μεταδήμιον εἴη. §13.47ὣς ἔφαθʼ, οἱ δʼ ἄρα πάντες ἐπῄνεον ἠδʼ ἐκέλευον §13.48πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. §13.49καὶ τότε κήρυκα προσέφη μένος Ἀλκινόοιο· §13.50Ποντόνοε, κρητῆρα κερασσάμενος μέθυ νεῖμον §13.51πᾶσιν ἀνὰ μέγαρον, ὄφρʼ εὐξάμενοι Διὶ πατρὶ §13.52τὸν ξεῖνον πέμπωμεν ἑὴν ἐς πατρίδα γαῖαν. §13.53ὣς φάτο, Ποντόνοος δὲ μελίφρονα οἶνον ἐκίρνα, §13.54νώμησεν δʼ ἄρα πᾶσιν ἐπισταδόν· οἱ δὲ θεοῖσιν §13.55ἔσπεισαν μακάρεσσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν, §13.56αὐτόθεν ἐξ ἑδρέων. ἀνὰ δʼ ἵστατο δῖος Ὀδυσσεύς, §13.57Ἀρήτῃ δʼ ἐν χειρὶ τίθει δέπας ἀμφικύπελλον, §13.58καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα· §13.59χαῖρέ μοι, ὦ βασίλεια, διαμπερές, εἰς ὅ κε γῆρας §13.60ἔλθῃ καὶ θάνατος, τά τʼ ἐπʼ ἀνθρώποισι πέλονται. §13.61αὐτὰρ ἐγὼ νέομαι· σὺ δὲ τέρπεο τῷδʼ ἐνὶ οἴκῳ §13.62παισί τε καὶ λαοῖσι καὶ Ἀλκινόῳ βασιλῆϊ. §13.63ὣς εἰπὼν ὑπὲρ οὐδὸν ἐβήσετο δῖος Ὀδυσσεύς, §13.64τῷ δʼ ἅμα κήρυκα προΐει μένος Ἀλκινόοιο, §13.65ἡγεῖσθαι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης· §13.66Ἀρήτη δʼ ἄρα οἱ δμῳὰς ἅμʼ ἔπεμπε γυναῖκας, §13.67τὴν μὲν φᾶρος ἔχουσαν ἐϋπλυνὲς ἠδὲ χιτῶνα, §13.68τὴν δʼ ἑτέρην χηλὸν πυκινὴν ἅμʼ ὄπασσε κομίζειν· §13.69ἡ δʼ ἄλλη σῖτόν τʼ ἔφερεν καὶ οἶνον ἐρυθρόν. §13.70αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, §13.71αἶψα τά γʼ ἐν νηῒ γλαφυρῇ πομπῆες ἀγαυοὶ §13.72δεξάμενοι κατέθεντο, πόσιν καὶ βρῶσιν ἅπασαν· §13.73κὰδ δʼ ἄρʼ Ὀδυσσῆϊ στόρεσαν ῥῆγός τε λίνον τε §13.74νηὸς ἐπʼ ἰκριόφιν γλαφυρῆς, ἵνα νήγρετον εὕδοι, §13.75πρυμνῆς· ἂν δὲ καὶ αὐτὸς ἐβήσετο καὶ κατέλεκτο
彼がこのように語ると、彼らは皆、静まり返って沈黙し、影深い大殿の中で、その言葉の魅力に心奪われてじっとしていた。するとアルキノオスが彼に答えて、声を上げて言った。「おお、オデュッセウスよ、そなたが我が青銅の床の、高い屋根の館に来たからには、そなたが再び道に迷って引き返すことなく、故郷へ帰れるものと私は思う、たとえそなたが非常に多くの苦難をなめたとしても。そして、お前たち一人一人に命じて、私はこのように語る、我が大殿で、長老たちの輝く葡萄酒を常に飲み、歌い手の歌に耳を傾ける者たちすべてよ。すでに異邦人のための衣は、よく磨かれた長持の中に置かれており、精巧に作られた黄金や、その他すべての贈り物が、ファイアケス人の議事官たちによってここに運ばれてきている。だが、さあ、彼に大きな三脚釜と大釜を一人一人に与えよう。我々は再び民の中から取り集めて我が身を償おう。一人が見返りもなくこれほど多くを無償で与えるのは困難だからな。」アルキノオスがこのように語ると、彼らにその言葉は気に入った。彼らは眠りにつくために、それぞれ自分の家へと帰っていった。早朝に生まれる、薔薇の指を持つ暁(エオス)が現れたとき、彼らは船へと急ぎ、男を勇気づける青銅を運んできた。そして、アルキノオスの神聖な力がそれらを注意深く配置し、自ら船の中を歩いて座席の下に置いた、仲間たちが櫂を急いで漕ぐときに、漕ぎ手の誰の邪魔にもならないように。それから彼らはアルキノオスの館へ行き、宴を準備した。アルキノオスの神聖な力が、彼らのために一頭の牛を犠牲に捧げた、すべてを支配する、黒雲をまとうクロノスの子ゼウスに。太腿の骨を焼いた後、彼らは素晴らしい宴を楽しみ、歓を尽くした。彼らの間では、神聖な歌い手、民に尊ばれるデモドコスが歌っていた。しかしオデュッセウスは、眩しく輝く太陽の方へ、何度も頭を巡らせていた、日が沈むのを待ち焦がれて。彼は本当に帰郷を熱望していたからである。それはちょうど、一日中、二頭の暗褐色の牛が休耕地で頑丈に組み立てられた犁を引っ張っている男が、夕食を待ち焦がれるかのようであった。彼にとって、夕食に行くために太陽の光が沈むのは喜ばしいことであり、歩くときに両膝が疲れ果てていようともそうである。そのように、オデュッセウスにとっても太陽の光が沈むのは待ち遠しいことであった。彼はすぐに、櫂を愛するファイアケス人たちに語りかけ、特にアルキノオスに自分の意志を明らかにして、このように言った。「尊きアルキノオスよ、万民の中で最も優れた主よ、献酒を捧げた後、私を無事に送り出してください。そして、あなた方ご自身も健やかであられますように。私の愛する心が望んでいたことは、今や全て成就いたしました、送り出しと、心のこもった贈り物とが。天の神々がこれらを私にとって祝福としてくださいますように。 Hendrix、そして私が帰郷して、家で非のうちどころのない妻と、無事な愛する者たちに再会できますように。あなた方はここに留まり、あなた方の娶った妻たちと子供たちを喜ばせてください。神々があらゆる徳を授けてくださり、民の間にいかなる災いも起こりませんように。」彼がこのように語ると、彼らは皆賛成し、異邦人を送り出すようにと促した、彼が道理にかなったことを語ったからである。そこで、アルキノオスの神聖な力が伝令官に言った。「ポントノオスよ、混酒器に酒を混ぜて、大殿のすべての人に配るがよい、我々が父ゼウスに祈りを捧げ、異邦人を彼の祖国の地へと送り出せるように。」彼がこのように語ると、ポントノオスは甘美な葡萄酒を混ぜ、順々にすべての人に配った。彼らは、広い天を支配する祝福された神々に献酒を捧げた、自分たちの座席に座ったままで。高貴なオデュッセウスは立ち上がり、アレテの手の中に両手の取っ手付きの杯を握らせ、彼女に声をかけ、翼ある言葉を語りかけた。「王妃よ、常に健やかであられますように、老いと死が訪れるまで。それらは人間に定められた運命なのですから。今、私は帰ります。あなたは、この館で子供たちや民、そしてアルキノオス王とともに楽しんでください。」このように言って、高貴なオデュッセウスは敷居を越えて出て行った。彼とともに、アルキノオスの神聖な力は伝令官を送り、快速船と海の波打ち際へと彼を案内させようとした。アレテもまた、女召使たちを彼とともに送った。一人には、よく洗濯された外套と下着を持たせ、もう一人には、頑丈な長持を運ぶように命じ、さらに別の一人は、食糧と赤い葡萄酒を運んだ。彼らが船と海へと下りて行ったとき、優れた送り手たちは、すぐにそれらを凹んだ船の中に受け取って配置した、すべての飲み物と食べ物を。そして彼らはオデュッセウスのために、敷物と亜麻布のシーツを敷いた、凹んだ船の甲板の上に、彼がぐっすり眠れるように、船尾のところに。彼自身も船に乗り込み、横たわった。

語釈・文法注

  1. §13.5τῷ σʼ οὔ τι παλιμπλαγχθέντα γʼ ὀΐω — 「それゆえ(τῷ)、私はあなた(σε)が道に迷って彷徨う(παλιμπλαγχθέντα)ことなく[帰国するだろう]と思う(ὀΐω)」の構造。τῷ は指示代名詞の与格で、前行の ἐπεὶ 節を受けて「それゆえに」という副詞的機能。παλιμπλαγχθέντα は ἀπονοστήσειν の主語である σʼ(σε)に一致する分詞。
  2. §13.14ἀγειρόμενοι κατὰ δῆμον τισόμεθʼ — 「我々は民の間で徴収して(ἀγειρόμενοι κατὰ δῆμον)、[自らその費用を]補填しよう(τισόμεθʼ)」の意。ここでの τισόμεθʼ は、他者への「復讐」ではなく、自らの損失を埋め合わせる・償いを受けるという中動相の意味で使われている。
  3. §13.34βλάβεται δέ τε γούνατʼ ἰόντι — 「(夕食のために)歩いて帰る者(ἰόντι, 与格分詞)の膝が、疲労でがくがくになる(βλάβεται)」の意。βλάβεται はここでは「損なわれる」「動きを阻まれる」の意で、長い一日の労働のあとの疲労を表現する。ἰόντι は関係代名詞的に機能する与格(影響の与格)。

この箇所を引用する

ホメロス, オデュッセイア §13.1-13.75. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:13.1-13.75

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。