§13.76σιγῇ·
静静地。
τοὶ δὲ καθῖζον ἐπὶ κληῗσιν ἕκαστοι §13.77κόσμῳ, πεῖσμα δʼ ἔλυσαν ἀπὸ τρητοῖο λίθοιο.
他们各就各位坐在桨座上,从凿空的石头上解开缆绳。
§13.78εὖθʼ οἱ ἀνακλινθέντες ἀνερρίπτουν ἅλα πηδῷ, §13.79καὶ τῷ νήδυμος ὕπνος ἐπὶ βλεφάροισιν ἔπιπτε, §13.80νήγρετος, ἥδιστος, θανάτῳ ἄγχιστα ἐοικώς.
当他们向后倾身、用桨划动海水时,甜美的睡意便落在了他的眼睑上,那是不醒的、最甘甜的、极像死亡的沉睡。
§13.81ἡ δʼ, ὥς τʼ ἐν πεδίῳ τετράοροι ἄρσενες ἵπποι, §13.82πάντες ἅμʼ ὁρμηθέντες ὑπὸ πληγῇσιν ἱμάσθλης, §13.83ὑψόσʼ ἀειρόμενοι ῥίμφα πρήσσουσι κέλευθον, §13.84ὣς ἄρα τῆς πρύμνη μὲν ἀείρετο, κῦμα δʼ ὄπισθε §13.85πορφύρεον μέγα θῦε πολυφλοίσβοιο θαλάσσης.
而船——犹如平原上的四匹公马,在皮鞭的抽打下一齐向前奔驰,昂首腾跃、迅速地在道路上疾驰,那船尾同样高高扬起,在它的身后,喧嚣的大海掀起巨大的紫色波涛,汹涌澎湃。
§13.86ἡ δὲ μάλʼ ἀσφαλέως θέεν ἔμπεδον· οὐδέ κεν ἴρηξ §13.87κίρκος ὁμαρτήσειεν, ἐλαφρότατος πετεηνῶν.
它极其平稳地安全疾驰,哪怕是飞鸟中最迅捷的猎鹰,也无法与它并肩齐飞。
§13.88ὣς ἡ ῥίμφα θέουσα θαλάσσης κύματʼ ἔταμνεν, §13.89ἄνδρα φέρουσα θεοῖς ἐναλίγκια μήδεʼ ἔχοντα· §13.90ὃς πρὶν μὲν μάλα πολλὰ πάθʼ ἄλγεα ὃν κατὰ θυμὸν §13.91ἀνδρῶν τε πτολέμους ἀλεγεινά τε κύματα πείρων, §13.92δὴ τότε γʼ ἀτρέμας εὗδε, λελασμένος ὅσσʼ ἐπεπόνθει.
它就这样轻快地飞驰,劈开海浪,载着这位拥有神明般智慧的男子;他此前曾在心中遭受了极其沉重的痛苦,穿行于人间的战火与痛苦的波涛之中,而此时他却安然入睡,忘却了所经历的一切痛苦。
§13.93εὖτʼ ἀστὴρ ὑπερέσχε φαάντατος, ὅς τε μάλιστα §13.94ἔρχεται ἀγγέλλων φάος Ἠοῦς ἠριγενείης, §13.95τῆμος δὴ νήσῳ προσεπίλνατο ποντοπόρος νηῦς.
当最明亮的星辰升起时——它最常前来宣告那早生的、玫瑰色手指的黎明之光—— 就在那时,在大海中航行的船只逼近了岛屿。
§13.96Φόρκυνος δέ τίς ἐστι λιμήν, ἁλίοιο γέροντος, §13.97ἐν δήμῳ Ἰθάκης· δύο δὲ προβλῆτες ἐν αὐτῷ §13.98ἀκταὶ ἀπορρῶγες, λιμένος ποτιπεπτηυῖαι, §13.99αἵ τʼ ἀνέμων σκεπόωσι δυσαήων μέγα κῦμα §13.100ἔκτοθεν· ἔντοσθεν δέ τʼ ἄνευ δεσμοῖο μένουσι §13.101νῆες ἐΰσσελμοι, ὅτʼ ἂν ὅρμου μέτρον ἵκωνται.
在伊塔卡的国度里,有一个港口,属于海中老人福耳库斯;港内有两处突出的、陡峭的悬崖,向港口合拢,它们能阻挡外侧狂风掀起的巨浪;而在内侧,当装备精良的船只进入锚地边界时,无需系缆便可安然停泊。
§13.102αὐτὰρ ἐπὶ κρατὸς λιμένος τανύφυλλος ἐλαίη, §13.103ἀγχόθι δʼ αὐτῆς ἄντρον ἐπήρατον ἠεροειδές, §13.104ἱρὸν νυμφάων αἱ νηϊάδες καλέονται.
在港湾的尽头,有一棵枝繁叶茂的奥利弗树,在它附近,有一个可爱而幽暗的洞穴,供奉着被称为水仙的宁芙女神们。
洞里有石制的混酒器和双耳罐,蜜蜂就在那里酿造花蜜。
§13.107ἐν δʼ ἱστοὶ λίθεοι περιμήκεες, ἔνθα τε νύμφαι §13.108φάρεʼ ὑφαίνουσιν ἁλιπόρφυρα, θαῦμα ἰδέσθαι· §13.109ἐν δʼ ὕδατʼ ἀενάοντα.
洞中还有极长的石制织机,宁芙们在上面织造海紫色的衣袍,令人叹为观止;洞中还有源源不断的泉水。
δύω δέ τέ οἱ θύραι εἰσίν, §13.110αἱ μὲν πρὸς Βορέαο καταιβαταὶ ἀνθρώποισιν, §13.111αἱ δʼ αὖ πρὸς Νότου εἰσὶ θεώτεραι· οὐδέ τι κείνῃ §13.112ἄνδρες ἐσέρχονται, ἀλλʼ ἀθανάτων ὁδός ἐστιν.
它有两个入口,朝北的一个供凡人下行,朝南的一个则更为神圣,凡人绝不能从此进入,那是永生诸神的通道。
§13.113ἔνθʼ οἵ γʼ εἰσέλασαν, πρὶν εἰδότες· ἡ μὲν ἔπειτα §13.114ἠπείρῳ ἐπέκελσεν, ὅσον τʼ ἐπὶ ἥμισυ πάσης, §13.115σπερχομένη· τοῖον γὰρ ἐπείγετο χέρσʼ ἐρετάων·
他们驶入了早已熟悉的这处港湾;接着,船只借着疾驶的势头,在沙滩上搁浅了足有半个船身:因为划桨者的双臂使出了极大的力量。
§13.116οἱ δʼ ἐκ νηὸς βάντες ἐϋζύγου ἤπειρόνδε §13.117πρῶτον Ὀδυσσῆα γλαφυρῆς ἐκ νηὸς ἄειραν §13.118αὐτῷ σύν τε λίνῳ καὶ ῥήγεϊ σιγαλόεντι, §13.119κὰδ δʼ ἄρʼ ἐπὶ ψαμάθῳ ἔθεσαν δεδμημένον ὕπνῳ, §13.120ἐκ δὲ κτήματʼ ἄειραν, ἅ οἱ Φαίηκες ἀγαυοὶ §13.121ὤπασαν οἴκαδʼ ἰόντι διὰ μεγάθυμον Ἀθήνην.
他们从排好座位的船上登上陆地,首先将奥德修斯从中空的船里抬了出来,连同他那细麻的床单和精美的毯子,将他安放在沙滩上,他依然在沉睡中沉醉;接着,他们搬出了高贵的斐阿基亚人们因心怀宽广的雅典娜而赐予他归途的财宝。
§13.122καὶ τὰ μὲν οὖν παρὰ πυθμένʼ ἐλαίης ἀθρόα θῆκαν §13.123ἐκτὸς ὁδοῦ, μή πώς τις ὁδιτάων ἀνθρώπων, §13.124πρίν γʼ Ὀδυσῆʼ ἔγρεσθαι, ἐπελθὼν δηλήσαιτο· §13.125αὐτοὶ δʼ αὖτʼ οἶκόνδε πάλιν κίον.
他们把这些财宝堆放在奥利弗树的根部,避开道路,以免某个过路人在奥德修斯醒来之前走来将其窃取;然后他们自己便启程返回家园。
οὐδʼ ἐνοσίχθων §13.126λήθετʼ ἀπειλάων, τὰς ἀντιθέῳ Ὀδυσῆϊ §13.127πρῶτον ἐπηπείλησε, Διὸς δʼ ἐξείρετο βουλήν· §13.128Ζεῦ πάτερ, οὐκέτʼ ἐγώ γε μετʼ ἀθανάτοισι θεοῖσι §13.129τιμήεις ἔσομαι, ὅτε με βροτοὶ οὔ τι τίουσιν, §13.130Φαίηκες, τοί πέρ τοι ἐμῆς ἔξ εἰσι γενέθλης.
然而,撼地之神并没有忘记他最初对神一样的奥德修斯所发出的威胁,于是向宙斯询问其意旨: “父神宙斯啊,如果凡人都不敬重我,那么我在不死的神明中将不再享有尊荣,何况那些斐阿基亚人,他们本是我的后代。
§13.131καὶ γὰρ νῦν Ὀδυσῆʼ ἐφάμην κακὰ πολλὰ παθόντα §13.132οἴκαδʼ ἐλεύσεσθαι· νόστον δέ οἱ οὔ ποτʼ ἀπηύρων §13.133πάγχυ, ἐπεὶ σὺ πρῶτον ὑπέσχεο καὶ κατένευσας.
因为我曾以为奥德修斯会在历经许多苦难后回到家园;我从未彻底剥夺他的归途,因为您最初已经允诺并点头同意。
§13.134οἱ δʼ εὕδοντʼ ἐν νηῒ θοῇ ἐπὶ πόντον ἄγοντες §13.135κάτθεσαν εἰν Ἰθάκῃ, ἔδοσαν δέ οἱ ἄσπετα δῶρα, §13.136χαλκόν τε χρυσόν τε ἅλις ἐσθῆτά θʼ ὑφαντήν, §13.137πόλλʼ, ὅσʼ ἂν οὐδέ ποτε Τροίης ἐξήρατʼ Ὀδυσσεύς, §13.138εἴ περ ἀπήμων ἦλθε, λαχὼν ἀπὸ ληΐδος αἶσαν.
但他们却趁他睡在飞快的船上时,渡海将他运送,安放在伊塔卡,还赠予他无数的礼物,足够的青铜、黄金以及织造的衣物,这些礼物的丰厚程度,哪怕奥德修斯无恙归来、分得特洛伊战利品,也绝不可能带回这么多。
§13.139τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεὺς· §13.140ὢ πόποι, ἐννοσίγαιʼ εὐρυσθενές, οἷον ἔειπες.
” 聚云者宙斯回答他说道: “唉,神力无边的撼地之神啊,你这是说哪里话!
§13.141οὔ τί σʼ ἀτιμάζουσι θεοί· χαλεπὸν δέ κεν εἴη §13.142πρεσβύτατον καὶ ἄριστον ἀτιμίῃσιν ἰάλλειν.
神明们决不会不敬重你;要以侮辱的方式来伤害最年长、最优秀的神,那将是件难事。
§13.143ἀνδρῶν δʼ εἴ πέρ τίς σε βίῃ καὶ κάρτεϊ εἴκων §13.144οὔ τι τίει. σοὶ δʼ ἐστὶ καὶ ἐξοπίσω τίσις αἰεί.
但如果人类中有谁凭恃着力量和强权而不敬重你,你以后随时都可以进行报复。
§13.145ἔρξον ὅπως ἐθέλεις καί τοι φίλον ἔπλετο θυμῷ.
按照你的意愿行事吧,只要能让你的心感到快意。