§12.390ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.
彼女(カリュプソ)は、案内者ヘルメス自身からそれを聞いたのだと言った。
§12.391αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, §12.392νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος
さて、私が船と海のところへと下りて行くと、私はそばに立って、あちこちの仲間たちを次々と激しく責め立てたが、何の策も見出すことはできなかった。
§12.393εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.
牛たちはすでに死んでしまっていたのだ。
§12.394τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον·
すると神々は、すぐに彼らに不吉な前兆をお見せになった。
§12.395εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει, §12.396ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.
剥いだ皮は這い動き、串に刺した肉は、焼けた肉も生の肉も、まるで牛の鳴き声のような声を立てた。
その後、六日間のあいだ、私の忠実な仲間たちは、ヘリオスの牛たちの中から最も優れたものを追い立てて、宴を催していた。
§12.399ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, §12.400καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων, §12.401ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ, §12.402ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.
しかし、クロノスの子ゼウスが七日目の日をもたらされたとき、そのとき、暴風を伴って吹き荒れていた風が止み、私たちは急いで船に乗り込み、広い海へと船出した、帆柱を立て、白い帆を高く引き上げて。
§12.403ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη §12.404φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα, §12.405δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων §12.406νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
しかし、私たちがその島を離れると、もはや他の大地は見えず、ただ天と海ばかりが見えるばかりとなったとき、まさにそのとき、クロノスの子は黒雲を中ろの窪んだ船の上に留め置かれ、その下で海は暗く閉ざされた。
§12.407ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον·
船はそれほど長い間は走らなかった。
αἶψα γὰρ ἦλθε §12.408κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων, §12.409ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα
というのも、すぐに激しい暴風を伴って吹き荒れる、吠え猛る西風がやって来て、風の突風が、帆柱を支える二本の索を両方とも引きちぎった。
帆柱は後ろへと倒れ、すべての用具が船底の閼伽だまりへと崩れ落ちた。
ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ §12.412πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε §12.413πάντʼ ἄμυδις κεφαλῆς·
そして船尾にいた舵手の頭を帆柱が直撃し、彼の頭の骨をすべて一度に粉砕した。
ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς §12.414κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.
彼はまるで潜水夫のように甲板から真っ逆さまに落ち、その高貴な命は骨から去っていった。
§12.415Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν·
同時に、ゼウスは雷鳴を轟かせ、船に雷を落とされた。
§12.416ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, §12.417ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.
船はゼウスの雷に打たれて激しく揺れ動き、船内は硫黄の臭いで満たされ、仲間たちは船から投げ出された。
§12.418οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν §12.419κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.
彼らはカラスのように黒い船の周りで、波に揉まれて漂い、神は彼らから帰還の望みを奪い去られた。
§12.420αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους §12.421λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα, §12.422ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν.
しかし私は、波が竜骨から船壁を引き剥がすまで船の中を歩き回り、波は裸になった竜骨を運び去り、帆柱を竜骨に向けて叩き折った。
αὐτὰρ ἐπʼ αὐτῷ §12.423ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς·
しかし、その帆柱の上には、牛の皮で作られたバックステイ(後方支索)が掛かったままになっていた。
§12.424τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν, §12.425ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
私はそれによって竜骨と帆柱の両方を一つに縛り合わせ、その上に腰掛けて、破滅をもたらす風に流されていった。
§12.426ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων, §12.427ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ, §12.428ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
そこにおいて、実に西風は暴風を伴って吹き荒れるのを止め、代わりに南風がすぐに吹いてきて、私の心に苦痛をもたらした、再びあの恐るべきカリュブディスを通り過ぎることになるのではないかと。
§12.429παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι §12.430ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
一晩中、私は流され、日の出とともにスキュラの岩と恐るべきカリュブディスのところにやって来た。
§12.431ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ·
彼女(カリュブディス)は海の塩水を吸い込んでいるところであった。
しかし私は、高く跳び上がって大きな野いちじくの木にしがみつき、コウモリのようにそれにぶら下がっていた。
οὐδέ πῃ εἶχον §12.434οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι·
どこにも足をしっかりと踏みしめることも、登ることもできなかった。
§12.435ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι, §12.436μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
根は遠く深く、枝ははるか高くに伸び、長く巨大な枝がカリュブディスに影を落としていたからである。
私は、彼女が再び帆柱と竜骨を吐き出してくれるまで、弛まず耐え忍んだ。
ἐελδομένῳ δέ μοι ἦλθον §12.439ὄψʼ·
待ち望む私のもとに、それらは遅くになって現れた。
ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη §12.440κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν, §12.441τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
裁判を求める若者たちの多くの争いごとを裁き終え、広場から夕食のために立ち上がる時間、まさにその時、あの材木(帆柱と竜骨)がカリュブディスから姿を現した。
§12.442ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι, §12.443μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα, §12.444ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
私は手足を下に向け、真っ逆さまに身を投げ、非常に長い材木のすぐ傍ら、その真ん中にドスンと落ちると、その上にまたがり、両手で水をかいて進んだ。
神々と人間の父(ゼウス)は、スキュラがもはや私を見つけることのないようにされた。
οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
さもなければ、私は無惨な死を免れ得なかっただろう。
§12.447ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ §12.448νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ
そこから私は九日間のあいだ漂流し、十日目の夜に神々は私をオギュギエ島へと漂着させた。
そこには、美しい髪の、恐るべき人間の言葉を話す女神カリュプソが暮らしており、彼女は私を愛し、手厚くもてなしてくれた。
τί τοι τάδε μυθολογεύω;
だが、なぜあなたにこれらのことを再び語る必要があろうか。
私は昨日、この館であなたと高貴な妃にすべてを語り尽くしたのだ。
ἐχθρὸν δέ μοί ἐστιν §12.453αὖτις ἀριζήλως εἰρημένα μυθολογεύειν.
一度はっきりと語られたことを、再び語り返すのは私にとって忌むべきことだから。