Humanitext Reader

ホメロス · オデュッセイア §12.324-12.389

ヘリオスの牛の屠殺と神々の怒り

87 / 173 箇所 · ギリシア語

要旨

オデュッセウスの制止にもかかわらず、嵐による食糧難に苦しむ仲間たちはエウリュロコスの扇動でヘリオスの聖なる牛を殺し、神々に捧げて食べてしまう。この暴挙を知ったヘリオスはゼウスに復讐を求め、ゼウスはオデュッセウスの船を海上で雷によって難破させることを約束する。

§12.324ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
私がこのように語ると、彼らの誇り高き心はそれに従った。
§12.325μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος §12.326γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
丸一ヶ月の間、南風が絶え間なく吹き、他のいかなる風もその後、東風と南風以外には生じなかった。
§12.327οἱ δʼ ἧος μὲν σῖτον ἔχον καὶ οἶνον ἐρυθρόν, §12.328τόφρα βοῶν ἀπέχοντο λιλαιόμενοι βιότοιο.
彼らは、食物と赤い酒がある間は、命を惜しんで、牛たちに手を触れずにいた。
§12.329ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα, §12.330καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ, §12.331ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο,
しかし、船の食糧がすべて尽き果て、余儀なく彷徨いながら獲物を追い求め、魚や鳥など、その手に引っかかるものは何でも、曲がった釣り針で釣ろうとした。
§12.332γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
飢えが彼らの腹を苛んでいたからである。
§12.333δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν §12.334εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
まさにそのとき、私は神々に祈るために島を奥へと進んで行った、どなたか帰還の道を示してくださらないかと。
§12.335ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους, §12.336χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο, §12.337ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν·
しかし、島を通って行って仲間たちの姿が見えなくなったとき、風の遮られる場所で手を清め、オリュンポスを領するすべての神々に祈りを捧げた。
§12.338οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
すると神々は、私の瞼の上に甘い眠りを注ぎ込まれた。
§12.339Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς·
その間にエウリュロコスが、仲間たちに禍々しい企てを切り出した。
§12.340κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
「たとえ多くの禍いに苦しんでいようとも、仲間たちよ、私の言葉を聞いてくれ。
§12.341πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, §12.342λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
哀れな死すべき人間にとって、いかなる死も忌まわしいものであるが、飢えによって死に、最期を迎えることこそは、最も哀れなことだ。
§12.343ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας §12.344ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
さあ、ヘリオスの牛たちの中から最も優れたものを追い立て、広い天を領する不死なる神々に犠牲として捧げよう。
§12.345εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν, §12.346αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν §12.347τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
もし私たちが祖国の地イタケに帰り着くことができたなら、直ちにヒュペリオンなるヘリオスのために豪華な神殿を建て、その中に、多くの素晴らしい奉納品を捧げよう。
§12.348εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων §12.349νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι, §12.350βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι, §12.351ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.
しかし、もし彼が角のまっすぐな牛たちのことで憤り、船を滅ぼそうと望み、他の神々もそれに加担するとしても、荒波を一口に飲み込んで一度に命を落とす方が、この荒れ果てた島で長く苦しみ衰えていくよりもましだ。
§12.352ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
」エウリュロコスがこのように語ると、他の仲間たちも賛同した。
§12.353αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας
するとすぐに彼らは、ヘリオスの牛たちの中から最も優れたものを近くから追い立てた。
§12.354ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο §12.355βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·
紺色の舳先の船から遠くない場所で、角の曲がった額の広い美しい牛たちが草を食んでいたからである。
§12.356τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν, §12.357φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο·
彼らは牛たちを取り囲み、神々に祈りを捧げた、梢の高い樫の木からみずみずしい若葉を摘み取って。
§12.358οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
頑丈な甲板の船の上に、もはや白い大麦が残っていなかったからである。
§12.359αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, §12.360μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν §12.361δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
さて、彼らが祈りを捧げてから、牛を屠り、皮を剥ぎ、腿の骨を切り出し、それを二重にした脂肪で包み、その上に生肉の切れ端を載せた。
§12.362οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν, §12.363ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
燃え盛る犠牲の上に注ぐべき酒も彼らは持っておらず、代わりに水を注ぎつつ、内臓をすべて焙り焼きにした。
§12.364αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο, §12.365μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.
さて、腿の骨が燃え尽き、彼らが内臓を味わうと、他の肉を細かく切り刻み、串に通した。
§12.366καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος,
まさにそのとき、私の瞼から甘い眠りが飛び去った。
§12.367βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
私は速い船と海の浜辺の方へと歩みを進めた。
§12.368ἀλλʼ ὅτε δὴ σχεδὸν ἦα κιὼν νεὸς ἀμφιελίσσης, §12.369καὶ τότε με κνίσης ἀμφήλυθεν ἡδὺς ἀυτμή.
だが、歩みを進めて両側が丸い船の近くまでやって来たとき、まさにそのとき、脂の焦げる香ばしい匂いが私を包み込んだ。
§12.370οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν·
私は嘆きの声を上げ、不死なる神々に向かって大声で叫んだ。
§12.371Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, §12.372ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.
「父なるゼウスよ、そして常しえにまします他の恵み豊かな神々よ、あなた方は私を無慈悲な眠りに就かせ、実に見事な破滅へと導かれました。
§12.373οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.
私が離れている間に、仲間たちは大それた悪事を企ててしまったのです。
§12.374ὠκέα δʼ Ἠελίῳ Ὑπερίονι ἄγγελος ἦλθε §12.375Λαμπετίη τανύπεπλος, ὅ οἱ βόας ἔκταμεν ἡμεῖς.
」その間に、ヒュペリオンなるヘリオスのもとに、素早く使者がやって来た、長い裾の衣を着たランペティエが、私たちが牛たちを殺したことを告げに来たのだ。
§12.376αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ·
すると直ちにヘリオスは、心に激しい怒りを抱きつつ、不死なる神々に語りかけた。
§12.377Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, §12.378τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος,
「父なるゼウスよ、そして常しえにまします他の恵み豊かな神々よ、ラエルテスの子オデュッセウスの仲間たちを、どうか罰してください。
§12.379οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε
彼らは私の牛たちを不遜にも殺しました。
§12.380χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα, §12.381ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.
その牛たちは、私が星ちりばめた天へと昇って行くときも、天から再び大地へと戻って行くときも、いつも喜びとしていたものなのです。
§12.382εἰ δέ μοι οὐ τίσουσι βοῶν ἐπιεικέʼ ἀμοιβήν, §12.383δύσομαι εἰς Ἀίδαο καὶ ἐν νεκύεσσι φαείνω.
もし彼らが私に、牛たちのための相応の償いを支払わないのであれば、私はハデスの館へと下り、死者たちの間で輝くことにいたします。
§12.384τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·
」すると、雲を集めるゼウスが彼に答えて語りかけた。
§12.385Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε §12.386καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν·
「ヘリオスよ、そなたは不死なる神々の間、そして恵み豊かな大地の上の死すべき人間たちの間で輝き続けるがよい。
§12.387τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ §12.388τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
私はまばゆい雷をもって、奴らの速い船を深い海の真ん中で粉々に打ち砕いてくれよう。
§12.389ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·
」以上のことを、私は美しい髪のカリュプソから聞いた。

語釈・文法注

  1. 12.325μῆνα — 時間の継続を示す対格であり、「一ヶ月の間ずっと」という意味になる。
  2. 12.328βιότοιο — 現在分詞 λιλαιόμενοι(「熱望して」、原形 λιλαιομαι)が支配する属格。ここでの βίοτος は単に「生活」ではなく「生存」や「命」を指す。
  3. 12.334φήνειε — 動詞 φαίνω のアオリスト希求法3人称単数。条件文の帰結節を伴わない εἴ(εἴ τις...)とともに用いられ、「〜してくれないものかという期待」を表す従属節を形成している。
  4. 12.348βοῶν — 感情を表す分詞 χολωσάμενος(「憤って」)の原因・理由を示す属格。
  5. 12.383φαείνω — 接続法現在1人称単数、あるいは未来の意志を表す直説法。δύσομαι(未来形)と並置されており、冥界に下って「(太陽として)輝くつもりだ」というヘリオスの強い決意(脅し)を示している。

この箇所を引用する

ホメロス, オデュッセイア §12.324-12.389. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:12.324-12.389

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。