§12.390ἡ δʼ ἔφη Ἑρμείαο διακτόρου αὐτὴ ἀκοῦσαι.
她说她自己是从传信神使赫尔墨斯那里听来的。
§12.391αὐτὰρ ἐπεί ῥʼ ἐπὶ νῆα κατήλυθον ἠδὲ θάλασσαν, §12.392νείκεον ἄλλοθεν ἄλλον ἐπισταδόν, οὐδέ τι μῆχος §12.393εὑρέμεναι δυνάμεσθα, βόες δʼ ἀποτέθνασαν ἤδη.
当我下到船旁和海边时,我挨个站在他们身旁斥责他们,但却毫无对策,无法寻得,而牛只已经死去了。
§12.394τοῖσιν δʼ αὐτίκʼ ἔπειτα θεοὶ τέραα προύφαινον· §12.395εἷρπον μὲν ῥινοί, κρέα δʼ ἀμφʼ ὀβελοῖσι μεμύκει, §12.396ὀπταλέα τε καὶ ὠμά, βοῶν δʼ ὣς γίγνετο φωνή.
神明随即向他们显现了异兆:兽皮在地上爬行,串在烤肉叉上的肉发出鸣叫,无论是烤熟的还是生的,都发出了如同牛一般的鸣叫。
§12.397ἑξῆμαρ μὲν ἔπειτα ἐμοὶ ἐρίηρες ἑταῖροι §12.398δαίνυντʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας· §12.399ἀλλʼ ὅτε δὴ ἕβδομον ἦμαρ ἐπὶ Ζεὺς θῆκε Κρονίων, §12.400καὶ τότʼ ἔπειτʼ ἄνεμος μὲν ἐπαύσατο λαίλαπι θύων, §12.401ἡμεῖς δʼ αἶψʼ ἀναβάντες ἐνήκαμεν εὐρέι πόντῳ, §12.402ἱστὸν στησάμενοι ἀνά θʼ ἱστία λεύκʼ ἐρύσαντες.
随后的整整六天里,我忠实的同伴们赶来赫利奥斯最优秀的牛群,尽情宴饮;但当克罗诺斯之子宙斯带来第七天时,狂风终于停止了肆虐,我们随即登船,驶入广阔的大海,树起桅杆,拉起白色的船帆。
§12.403ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, οὐδέ τις ἄλλη §12.404φαίνετο γαιάων, ἀλλʼ οὐρανὸς ἠδὲ θάλασσα, §12.405δὴ τότε κυανέην νεφέλην ἔστησε Κρονίων §12.406νηὸς ὕπερ γλαφυρῆς, ἤχλυσε δὲ πόντος ὑπʼ αὐτῆς.
然而,当我们离开那座岛屿,再无其他陆地现出,唯有天空与海洋,克罗诺斯之子在凹陷的船只上方降下黑云,海面因它而变得一片昏暗。
§12.407ἡ δʼ ἔθει οὐ μάλα πολλὸν ἐπὶ χρόνον· αἶψα γὰρ ἦλθε §12.408κεκληγὼς Ζέφυρος μεγάλῃ σὺν λαίλαπι θύων, §12.409ἱστοῦ δὲ προτόνους ἔρρηξʼ ἀνέμοιο θύελλα §12.410ἀμφοτέρους· ἱστὸς δʼ ὀπίσω πέσεν, ὅπλα τε πάντα §12.411εἰς ἄντλον κατέχυνθʼ.
船只航行了没多久,因为很快呼啸的西风伴着猛烈狂风席卷而来,狂风吹断了桅杆的两根支索,桅杆向后倒下,所有的船具都跌落进船底的积水中。
ὁ δʼ ἄρα πρυμνῇ ἐνὶ νηὶ §12.412πλῆξε κυβερνήτεω κεφαλήν, σὺν δʼ ὀστέʼ ἄραξε §12.413πάντʼ ἄμυδις κεφαλῆς·
在船尾,倒下的桅杆砸中舵手的头部,将他的头骨全部砸碎。
ὁ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς §12.414κάππεσʼ ἀπʼ ἰκριόφιν, λίπε δʼ ὀστέα θυμὸς ἀγήνωρ.
他如同一位潜水员般从甲板上跌落,他高贵的身躯离开了骨骸。
§12.415Ζεὺς δʼ ἄμυδις βρόντησε καὶ ἔμβαλε νηὶ κεραυνόν· §12.416ἡ δʼ ἐλελίχθη πᾶσα Διὸς πληγεῖσα κεραυνῷ, §12.417ἐν δὲ θεείου πλῆτο, πέσον δʼ ἐκ νηὸς ἑταῖροι.
与此同时,宙斯雷声大作,将霹雳击向船只;船只在宙斯霹雳的击打下剧烈震颤,船舱里充满了硫磺的气味,伙伴们纷纷落入海中。
§12.418οἱ δὲ κορώνῃσιν ἴκελοι περὶ νῆα μέλαιναν §12.419κύμασιν ἐμφορέοντο, θεὸς δʼ ἀποαίνυτο νόστον.
他们如同海鸦一般,在黑色的船只周围顺着波涛漂流,神明夺去了他们的归途。
§12.420αὐτὰρ ἐγὼ διὰ νηὸς ἐφοίτων, ὄφρʼ ἀπὸ τοίχους §12.421λῦσε κλύδων τρόπιος, τὴν δὲ ψιλὴν φέρε κῦμα, §12.422ἐκ δέ οἱ ἱστὸν ἄραξε ποτὶ τρόπιν.
而我则在船舱中来回走动,直到波浪把船肋从龙骨上剥离,波涛卷着那光秃秃的龙骨,桅杆朝龙骨折断。
αὐτὰρ ἐπʼ αὐτῷ §12.423ἐπίτονος βέβλητο, βοὸς ῥινοῖο τετευχώς· §12.424τῷ ῥʼ ἄμφω συνέεργον, ὁμοῦ τρόπιν ἠδὲ καὶ ἱστόν, §12.425ἑζόμενος δʼ ἐπὶ τοῖς φερόμην ὀλοοῖς ἀνέμοισιν.
但在其上挂着一根牛皮制成的后支索;我用它将龙骨与桅杆紧紧绑在一起,坐在上面,被那毁灭性的狂风吹送着漂流。
§12.426ἔνθʼ ἦ τοι Ζέφυρος μὲν ἐπαύσατο λαίλαπι θύων, §12.427ἦλθε δʼ ἐπὶ Νότος ὦκα, φέρων ἐμῷ ἄλγεα θυμῷ, §12.428ὄφρʼ ἔτι τὴν ὀλοὴν ἀναμετρήσαιμι Χάρυβδιν.
此时,西风终于停止了肆虐,但南风随之迅速吹来,给我的心灵带来痛苦,这意味着我还要重新面对那可怕的卡律布狄斯。
§12.429παννύχιος φερόμην, ἅμα δʼ ἠελίῳ ἀνιόντι §12.430ἦλθον ἐπὶ Σκύλλης σκόπελον δεινήν τε Χάρυβδιν.
我整夜漂流,伴着旭日东升,我来到了斯库拉的岩石和可怕的卡律布狄斯身旁。
§12.431ἡ μὲν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ· §12.432αὐτὰρ ἐγὼ ποτὶ μακρὸν ἐρινεὸν ὑψόσʼ ἀερθείς, §12.433τῷ προσφὺς ἐχόμην ὡς νυκτερίς.
她正在吞吸着咸咸的海水;而我则向上跃起,攀住那棵高大的野无花果树,像一只蝙蝠般紧紧贴在上面。
οὐδέ πῃ εἶχον §12.434οὔτε στηρίξαι ποσὶν ἔμπεδον οὔτʼ ἐπιβῆναι· §12.435ῥίζαι γὰρ ἑκὰς εἶχον, ἀπήωροι δʼ ἔσαν ὄζοι, §12.436μακροί τε μεγάλοι τε, κατεσκίαον δὲ Χάρυβδιν.
我根本无法站稳脚步,也无法向上攀爬;因为树根深藏在远下方,树枝悬挂在高处,它们又长又大,遮蔽了整个卡律布狄斯。
§12.437νωλεμέως δʼ ἐχόμην, ὄφρʼ ἐξεμέσειεν ὀπίσσω §12.438ἱστὸν καὶ τρόπιν αὖτις· ἐελδομένῳ δέ μοι ἦλθον §12.439ὄψʼ·
我坚持不懈地紧抓不放,直到她再次吐出桅杆和龙骨;在我极度的渴望中,它们终于迟迟现身。
ἦμος δʼ ἐπὶ δόρπον ἀνὴρ ἀγορῆθεν ἀνέστη §12.440κρίνων νείκεα πολλὰ δικαζομένων αἰζηῶν, §12.441τῆμος δὴ τά γε δοῦρα Χαρύβδιος ἐξεφαάνθη.
就在审判争讼青年诸多纠纷的判官做出裁决、从集市起身回家吃晚饭的时分,那些木材终于从卡律布狄斯深处显现出来。
§12.442ἧκα δʼ ἐγὼ καθύπερθε πόδας καὶ χεῖρε φέρεσθαι, §12.443μέσσῳ δʼ ἐνδούπησα παρὲξ περιμήκεα δοῦρα, §12.444ἑζόμενος δʼ ἐπὶ τοῖσι διήρεσα χερσὶν ἐμῇσι.
我放开双手双脚,从高处坠下,扑通一声落在长长木材旁的中间水面上,我骑在木材上,用双手划水前进。
§12.445Σκύλλην δʼ οὐκέτʼ ἔασε πατὴρ ἀνδρῶν τε θεῶν τε §12.446εἰσιδέειν· οὐ γάρ κεν ὑπέκφυγον αἰπὺν ὄλεθρον.
人类与神明之父不让斯库拉发现我,否则我绝难逃脱那悲惨的毁灭。
§12.447ἔνθεν δʼ ἐννῆμαρ φερόμην, δεκάτῃ δέ με νυκτὶ §12.448νῆσον ἐς Ὠγυγίην πέλασαν θεοί, ἔνθα Καλυψὼ §12.449ναίει ἐυπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα, §12.450ἥ μʼ ἐφίλει τʼ ἐκόμει τε.
自那以后我漂流了九天,在第十天的夜里,神明将我送到了奥古吉亚岛,那里居住着秀发美丽、声音动听的可畏女神卡吕普索,她关爱我、照料我。
τί τοι τάδε μυθολογεύω;
可我为何还要向你们重述这些呢?