§12.324ὣς ἐφάμην, τοῖσιν δʼ ἐπεπείθετο θυμὸς ἀγήνωρ.
我这样说,他们那高傲的心便顺从了。
§12.325μῆνα δὲ πάντʼ ἄλληκτος ἄη Νότος, οὐδέ τις ἄλλος §12.326γίγνετʼ ἔπειτʼ ἀνέμων εἰ μὴ Εὖρός τε Νότος τε.
整整一个月,南风一刻不停地吹着,此外再无其他风吹起,除了东风和南风。
当他们还有粮食和红酒时,珍视生命,不肯去碰那些牛群。
§12.329ἀλλʼ ὅτε δὴ νηὸς ἐξέφθιτο ἤια πάντα, §12.330καὶ δὴ ἄγρην ἐφέπεσκον ἀλητεύοντες ἀνάγκῃ, §12.331ἰχθῦς ὄρνιθάς τε, φίλας ὅ τι χεῖρας ἵκοιτο, §12.332γναμπτοῖς ἀγκίστροισιν, ἔτειρε δὲ γαστέρα λιμός·
但当船上的口粮全部吃光,迫于无奈,他们开始四处游荡寻找猎物,或是鱼,或是鸟,凡能落入其手中的,用弯曲的鱼钩捕猎,因饥饿折磨着他们的肚子。
§12.333δὴ τότʼ ἐγὼν ἀνὰ νῆσον ἀπέστιχον, ὄφρα θεοῖσιν §12.334εὐξαίμην, εἴ τίς μοι ὁδὸν φήνειε νέεσθαι.
就在那时,我走向岛屿深处,为了向神明祈祷,企盼哪位神明能为我指明归途。
§12.335ἀλλʼ ὅτε δὴ διὰ νήσου ἰὼν ἤλυξα ἑταίρους, §12.336χεῖρας νιψάμενος, ὅθʼ ἐπὶ σκέπας ἦν ἀνέμοιο, §12.337ἠρώμην πάντεσσι θεοῖς οἳ Ὄλυμπον ἔχουσιν· §12.338οἱ δʼ ἄρα μοι γλυκὺν ὕπνον ἐπὶ βλεφάροισιν ἔχευαν.
可是,当我穿过岛屿、避开伙伴们之后,在一处避风的地方洗净双手,向所有拥有奥林波斯的神明祈祷;而他们,却将甘甜的睡眠倾注在我的睫毛之上。
§12.339Εὐρύλοχος δʼ ἑτάροισι κακῆς ἐξήρχετο βουλῆς· §12.340κέκλυτέ μευ μύθων κακά περ πάσχοντες ἑταῖροι.
与此同时,欧律洛科斯向同伴们提出了邪恶的计策: “伙伴们啊,尽管我们正遭受灾难,但请听听我的话。
§12.341πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, §12.342λιμῷ δʼ οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν.
对于可怜的凡人来说,所有的死亡都是可憎的,但因饥饿而死并迎来命运的终结,则是最可悲的。
§12.343ἀλλʼ ἄγετʼ, Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας §12.344ῥέξομεν ἀθανάτοισι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν.
来吧,让我们把赫利奥斯最优秀的牛只赶来,祭祀那主宰广阔天空的永生神明。
§12.345εἰ δέ κεν εἰς Ἰθάκην ἀφικοίμεθα, πατρίδα γαῖαν, §12.346αἶψά κεν Ἠελίῳ Ὑπερίονι πίονα νηὸν §12.347τεύξομεν, ἐν δέ κε θεῖμεν ἀγάλματα πολλὰ καὶ ἐσθλά.
若我们能回到祖国土地伊萨卡,我们定会立即为许珀里翁之子赫利奥斯建造一座富丽的庙宇,在其中陈设许多精美珍贵的奉献之物。
§12.348εἰ δὲ χολωσάμενός τι βοῶν ὀρθοκραιράων §12.349νῆʼ ἐθέλῃ ὀλέσαι, ἐπὶ δʼ ἕσπωνται θεοὶ ἄλλοι, §12.350βούλομʼ ἅπαξ πρὸς κῦμα χανὼν ἀπὸ θυμὸν ὀλέσσαι, §12.351ἢ δηθὰ στρεύγεσθαι ἐὼν ἐν νήσῳ ἐρήμῃ.
但若他因这些直角牛而发怒,意图毁灭我们的船只,且其他神明也表示顺从,我宁愿在波涛中张口喝水、一朝丧命,也不愿在这荒凉的岛屿上久久地受尽折磨而死。
§12.352ὣς ἔφατʼ Εὐρύλοχος, ἐπὶ δʼ ᾔνεον ἄλλοι ἑταῖροι.
” 欧律洛科斯如此说道,其余的同伴也都表示赞同。
§12.353αὐτίκα δʼ Ἠελίοιο βοῶν ἐλάσαντες ἀρίστας §12.354ἐγγύθεν, οὐ γὰρ τῆλε νεὸς κυανοπρῴροιο §12.355βοσκέσκονθʼ ἕλικες καλαὶ βόες εὐρυμέτωποι·
他们随即将赫利奥斯最优秀的牛只从近处赶来,因为在离那艘黑漆船首的船只不远处,那些步态蹒跚、额头宽阔的漂亮牛群正在那里吃草。
§12.356τὰς δὲ περίστησάν τε καὶ εὐχετόωντο θεοῖσιν, §12.357φύλλα δρεψάμενοι τέρενα δρυὸς ὑψικόμοιο· §12.358οὐ γὰρ ἔχον κρῖ λευκὸν ἐυσσέλμου ἐπὶ νηός.
伙伴们将牛群围住,向神明祈祷,摘下高耸橡树上的嫩叶作祭;因为在甲板坚固的船上,已没有了白大麦。
§12.359αὐτὰρ ἐπεί ῥʼ εὔξαντο καὶ ἔσφαξαν καὶ ἔδειραν, §12.360μηρούς τʼ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν §12.361δίπτυχα ποιήσαντες, ἐπʼ αὐτῶν δʼ ὠμοθέτησαν.
随后,当他们祈祷完毕、将牛宰杀并剥皮之后,他们割下股骨,用肥油包裹,折成双层,并在上面放上生肉片。
§12.362οὐδʼ εἶχον μέθυ λεῖψαι ἐπʼ αἰθομένοις ἱεροῖσιν, §12.363ἀλλʼ ὕδατι σπένδοντες ἐπώπτων ἔγκατα πάντα.
他们也没有酒可以浇在燃烧的祭肉上,只能用水奠酒,将所有的内脏烤熟。
§12.364αὐτὰρ ἐπεὶ κατὰ μῆρʼ ἐκάη καὶ σπλάγχνα πάσαντο, §12.365μίστυλλόν τʼ ἄρα τἆλλα καὶ ἀμφʼ ὀβελοῖσιν ἔπειραν.
待到股骨烧尽、他们尝过内脏之后,便把剩余的肉切成碎块,穿在烤肉叉上。
§12.366καὶ τότε μοι βλεφάρων ἐξέσσυτο νήδυμος ὕπνος, §12.367βῆν δʼ ἰέναι ἐπὶ νῆα θοὴν καὶ θῖνα θαλάσσης.
就在那时,甜蜜的睡眠从我的睫毛间退去,我便动身前往那艘轻快的船和大海的沙滩。
可是,当我走近那艘双舷弯曲的船时,登时一股烤肉油脂的香气向我扑鼻而来。
§12.370οἰμώξας δὲ θεοῖσι μέγʼ ἀθανάτοισι γεγώνευν· §12.371Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, §12.372ἦ με μάλʼ εἰς ἄτην κοιμήσατε νηλέι ὕπνῳ.
我痛哭失声,向着永生的众神大声呼喊: “父亲宙斯啊,以及其他永存的福乐众神,你们竟用这无情的睡眠将我引入了灭顶之灾。
§12.373οἱ δʼ ἕταροι μέγα ἔργον ἐμητίσαντο μένοντες.
而留守的伙伴们,却趁机策划了这桩滔天的罪行。
” 与此同时,使者迅速来到了许珀里翁之子赫利奥斯身旁,那身着长袍的兰佩蒂亚,向他禀报我们杀害了牛群的消息。
§12.376αὐτίκα δʼ ἀθανάτοισι μετηύδα χωόμενος κῆρ· §12.377Ζεῦ πάτερ ἠδʼ ἄλλοι μάκαρες θεοὶ αἰὲν ἐόντες, §12.378τῖσαι δὴ ἑτάρους Λαερτιάδεω Ὀδυσῆος, §12.379οἵ μευ βοῦς ἔκτειναν ὑπέρβιον, ᾗσιν ἐγώ γε §12.380χαίρεσκον μὲν ἰὼν εἰς οὐρανὸν ἀστερόεντα, §12.381ἠδʼ ὁπότʼ ἂψ ἐπὶ γαῖαν ἀπʼ οὐρανόθεν προτραποίμην.
随即,他满腔怒火地向永生的众神说道: “父亲宙斯啊,以及其他永存的福乐众神,请惩罚拉厄耳忒斯之子奥德修斯的那些同伴吧,他们狂妄地杀害我的牛群,而我无论是在走向繁星闪烁的天空时,还是从天际返回大地时,都曾满心欢喜。
倘若他们不为我的牛群做出应有的赔偿,我将下沉到哈得斯的阴府,在死者之中发出光芒。
§12.384τὸν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· §12.385Ἠέλιʼ, ἦ τοι μὲν σὺ μετʼ ἀθανάτοισι φάεινε §12.386καὶ θνητοῖσι βροτοῖσιν ἐπὶ ζείδωρον ἄρουραν· §12.387τῶν δέ κʼ ἐγὼ τάχα νῆα θοὴν ἀργῆτι κεραυνῷ §12.388τυτθὰ βαλὼν κεάσαιμι μέσῳ ἐνὶ οἴνοπι πόντῳ.
” 聚云者宙斯回答他道: “赫利奥斯啊,你且继续在永生神明中,以及在大地母亲之上的凡人之中照耀吧;至于那些人,我很快就会用闪亮的霹雳,在酒红色的海洋中央将其击得粉碎。
§12.389ταῦτα δʼ ἐγὼν ἤκουσα Καλυψοῦς ἠυκόμοιο·
” 这些事,是我从美丽秀发的卡吕普索那里听来的;