Humanitext Reader

ホメロス · オデュッセイア §12.192-12.257

スキュラとカリュブディスの通過と仲間の犠牲

85 / 173 箇所 · ギリシア語

要旨

オデュッセウス一行はセイレンの誘惑を乗り越えるが、その直後にスキュラとカリュブディスの待ち受ける狭路に差し掛かり、スキュラによって6人の仲間が犠牲になる。

§12.192ὣς φάσαν ἱεῖσαι ὄπα κάλλιμον·
彼女たちは美しい声を放ってこのように歌った。
αὐτὰρ ἐμὸν κῆρ §12.193ἤθελʼ ἀκουέμεναι, λῦσαί τʼ ἐκέλευον ἑταίρους §12.194ὀφρύσι νευστάζων·
しかし私の心はそれを聞くことを望み、仲間たちに解いてくれと命じた、眉を動かして合図しながら。
οἱ δὲ προπεσόντες ἔρεσσον.
だが彼らは身を乗り出して櫂を漕いだ。
§12.195αὐτίκα δʼ ἀνστάντες Περιμήδης Εὐρύλοχός τε §12.196πλείοσί μʼ ἐν δεσμοῖσι δέον μᾶλλόν τε πίεζον.
するとすぐにペリメデスとエウリュロコスが立ち上がり、さらに多くの縄で私を縛り、よりいっそうきつく締めつけた。
§12.197αὐτὰρ ἐπεὶ δὴ τάς γε παρήλασαν, οὐδʼ ἔτʼ ἔπειτα §12.198φθογγῆς Σειρήνων ἠκούομεν οὐδέ τʼ ἀοιδῆς, §12.199αἶψʼ ἀπὸ κηρὸν ἕλοντο ἐμοὶ ἐρίηρες ἑταῖροι, §12.200ὅν σφιν ἐπʼ ὠσὶν ἄλειψʼ, ἐμέ τʼ ἐκ δεσμῶν ἀνέλυσαν.
しかし、彼女たちを通り過ぎて、もはやそれからはセイレンたちの声も歌も聞こえなくなったとき、すぐに心優しい仲間たちは私の耳から蜜蝋を取り除き、彼らの耳に私が塗ったものだが、私を縄から解き放ってくれた。
§12.201ἀλλʼ ὅτε δὴ τὴν νῆσον ἐλείπομεν, αὐτίκʼ ἔπειτα §12.202καπνὸν καὶ μέγα κῦμα ἴδον καὶ δοῦπον ἄκουσα.
しかし、あの島を離れるやいなや、その直後に私は煙と大きな波を目にし、激しい轟音を聞いた。
§12.203τῶν δʼ ἄρα δεισάντων ἐκ χειρῶν ἔπτατʼ ἐρετμά, §12.204βόμβησαν δʼ ἄρα πάντα κατὰ ῥόον·
すると彼らは恐怖に怯え、その手から櫂が飛び去り、それらはすべて流れに沿って音を立てた。
ἔσχετο δʼ αὐτοῦ
そして船はその場に止まった。
§12.205νηῦς, ἐπεὶ οὐκέτʼ ἐρετμὰ προήκεα χερσὶν ἔπειγον.
彼らがもはや前に進めるための櫂を両手で押し進めなくなったからだ。
§12.206αὐτὰρ ἐγὼ διὰ νηὸς ἰὼν ὤτρυνον ἑταίρους §12.207μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον·
一方、私は船の中を歩き回り、仲間たちのそばに立って、一人ひとりの男を優しい言葉で励ました。
§12.208ὦ φίλοι, οὐ γάρ πώ τι κακῶν ἀδαήμονές εἰμεν·
「友よ、私たちは決して苦難を知らないわけではない。
§12.209οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν, ἢ ὅτε Κύκλωψ §12.210εἴλει ἐνὶ σπῆι γλαφυρῷ κρατερῆφι βίηφιν·
この禍いは、あのキクロプスがその強力な力で私たちを深い洞窟に閉じ込めたときよりも、決して大きくはない。
§12.211ἀλλὰ καὶ ἔνθεν ἐμῇ ἀρετῇ, βουλῇ τε νόῳ τε,
しかし、そこからさえも、私の勇気と、計略と、知恵によって私たちは逃れたのだ。
§12.212ἐκφύγομεν, καί που τῶνδε μνήσεσθαι ὀίω.
そしていつかこのことも思い出すことになると私は思う。
§12.213νῦν δʼ ἄγεθʼ, ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
さあ今、私が言う通りに、みなで従おう。
§12.214ὑμεῖς μὲν κώπῃσιν ἁλὸς ῥηγμῖνα βαθεῖαν §12.215τύπτετε κληίδεσσιν ἐφήμενοι, αἴ κέ ποθι Ζεὺς §12.216δώῃ τόνδε γʼ ὄλεθρον ὑπεκφυγέειν καὶ ἀλύξαι·
お前たちは櫂で、深い海の砕ける波を漕ぎ手座に座りながら叩くのだ、どうかゼウスがこの破滅を逃れて免れることを許してくださるように。
§12.217σοὶ δέ, κυβερνῆθʼ, ὧδʼ ἐπιτέλλομαι·
そして舵取りよ、お前にはこのように命じる。
ἀλλʼ ἐνὶ θυμῷ §12.218βάλλευ, ἐπεὶ νηὸς γλαφυρῆς οἰήια νωμᾷς.
これを心にしっかりと留めよ、お前は深い船の舵を操っているのだから。
§12.219τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς ἔεργε
あの煙と波の外側に、船を遠ざけておけ。
§12.220νῆα, σὺ δὲ σκοπέλου ἐπιμαίεο, μή σε λάθῃσι §12.221κεῖσʼ ἐξορμήσασα καὶ ἐς κακὸν ἄμμε βάλῃσθα.
そしてお前は岩壁を目指せ、船が気づかぬうちにあちらへ突進して、私たちを災厄に陥れることのないように。
§12.222ὣς ἐφάμην, οἱ δʼ ὦκα ἐμοῖς ἐπέεσσι πίθοντο.
」私がこのように語ると、彼らはすぐに私の言葉に従った。
§12.223Σκύλλην δʼ οὐκέτʼ ἐμυθεόμην, ἄπρηκτον ἀνίην, §12.224μή πώς μοι δείσαντες ἀπολλήξειαν ἑταῖροι §12.225εἰρεσίης, ἐντὸς δὲ πυκάζοιεν σφέας αὐτούς.
しかし私は、どうにもできない禍いであるスキュラについては語らなかった、仲間たちが恐れて、漕ぐのをやめてしまい、船の中に身を隠すことのないように。
§12.226καὶ τότε δὴ Κίρκης μὲν ἐφημοσύνης ἀλεγεινῆς
そしてまさにそのとき、キルケの厳しい命令を、私は忘れてしまっていた。
§12.227λανθανόμην, ἐπεὶ οὔ τί μʼ ἀνώγει θωρήσσεσθαι·
彼女は私に決して武装してはならないと命じていたのだ。
§12.228αὐτὰρ ἐγὼ καταδὺς κλυτὰ τεύχεα καὶ δύο δοῦρε §12.229μάκρʼ ἐν χερσὶν ἑλὼν εἰς ἴκρια νηὸς ἔβαινον §12.230πρῴρης·
しかし私は、名高い武具を身にまとい、二本の長い槍を手に取って、船の甲板、船首へと上がった。
ἔνθεν γάρ μιν ἐδέγμην πρῶτα φανεῖσθαι §12.231Σκύλλην πετραίην, ἥ μοι φέρε πῆμʼ ἑτάροισιν.
そこから真っ先に、私と仲間たちに災いをもたらす、岩壁のスキュラが現れるのを待ち構えていたのだ。
§12.232οὐδέ πῃ ἀθρῆσαι δυνάμην, ἔκαμον δέ μοι ὄσσε §12.233πάντῃ παπταίνοντι πρὸς ἠεροειδέα πέτρην.
しかし、どこにもそれを見いだすことはできず、霧がかった岩壁に向かって、あちこちを見渡していた私の目は疲れ果ててしまった。
§12.234ἡμεῖς μὲν στεινωπὸν ἀνεπλέομεν γοόωντες·
私たちは嘆き悲しみながら、狭い水路を遡っていった。
§12.235ἔνθεν μὲν Σκύλλη, ἑτέρωθι δὲ δῖα Χάρυβδις §12.236δεινὸν ἀνερροίβδησε θαλάσσης ἁλμυρὸν ὕδωρ.
一方にはスキュラがおり、他方には神のごときカリュブディスが海の塩水を恐ろしく吸い込んでいた。
§12.237ἦ τοι ὅτʼ ἐξεμέσειε, λέβης ὣς ἐν πυρὶ πολλῷ §12.238πᾶσʼ ἀναμορμύρεσκε κυκωμένη, ὑψόσε δʼ ἄχνη §12.239ἄκροισι σκοπέλοισιν ἐπʼ ἀμφοτέροισιν ἔπιπτεν·
実に、それが吐き出すときには、強い火にかけられた大釜のように、激しくかき乱されて泡立ち、その飛沫は両方の岩壁の頂にまで高く降り注いだ。
§12.240ἀλλʼ ὅτʼ ἀναβρόξειε θαλάσσης ἁλμυρὸν ὕδωρ, §12.241πᾶσʼ ἔντοσθε φάνεσκε κυκωμένη, ἀμφὶ δὲ πέτρη §12.242δεινὸν ἐβεβρύχει, ὑπένερθε δὲ γαῖα φάνεσκε §12.243ψάμμῳ κυανέη·
しかし、海の塩水を飲み干すときには、内側がかき乱されてすべて露わになり、周囲の岩は恐ろしく唸りを上げ、その底には青黒い砂をたたえた大地が見えた。
τοὺς δὲ χλωρὸν δέος ᾕρει.
そして彼らを青ざめた恐怖が襲った。
§12.244ἡμεῖς μὲν πρὸς τὴν ἴδομεν δείσαντες ὄλεθρον·
私たちは死を恐れて、彼女の方を見つめていた。
§12.245τόφρα δέ μοι Σκύλλη γλαφυρῆς ἐκ νηὸς ἑταίρους §12.246ἓξ ἕλεθʼ, οἳ χερσίν τε βίηφί τε φέρτατοι ἦσαν.
その間に、スキュラは深い船から私の仲間を、腕力においても力においても最も優れた六人を選んで、さらっていった。
§12.247σκεψάμενος δʼ ἐς νῆα θοὴν ἅμα καὶ μεθʼ ἑταίρους §12.248ἤδη τῶν ἐνόησα πόδας καὶ χεῖρας ὕπερθεν §12.249ὑψόσʼ ἀειρομένων·
私が素早い船と仲間たちの方へと目を転じたとき、すでに彼らの手と足が上方へと持ち上げられているのを目にした。
ἐμὲ δὲ φθέγγοντο καλεῦντες §12.250ἐξονομακλήδην, τότε γʼ ὕστατον, ἀχνύμενοι κῆρ.
彼らは悲しみに胸を痛めつつ、私の名前を呼び、それが彼らの最後の叫びとなった。
§12.251ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ ἁλιεὺς περιμήκεϊ ῥάβδῳ §12.252ἰχθύσι τοῖς ὀλίγοισι δόλον κατὰ εἴδατα βάλλων §12.253ἐς πόντον προΐησι βοὸς κέρας ἀγραύλοιο, §12.254ἀσπαίροντα δʼ ἔπειτα λαβὼν ἔρριψε θύραζε, §12.255ὣς οἵ γʼ ἀσπαίροντες ἀείροντο προτὶ πέτρας·
ちょうど、突き出た岩の上から、漁師が長い竿を用いて、小さな魚たちに、餌を仕込んだ罠を投げ、野で暮らす牛の角で作った筒を海の中へ投げ入れ、もがく魚を釣り上げて陸へと放り投げるように、彼らはもがきながら、岩壁へと引き上げられていった。
§12.256αὐτοῦ δʼ εἰνὶ θύρῃσι κατήσθιε κεκληγῶτας §12.257χεῖρας ἐμοὶ ὀρέγοντας ἐν αἰνῇ δηιοτῆτι·
そして彼女は、洞穴の入り口で、叫び声を上げ、恐ろしい死闘の中で私に向かって手を伸ばしている彼らを貪り食った。

語釈・文法注

  1. 12.194ὀφρύσι νευστάζων — 分詞 νευστάζων(うなずく、合図する)は手段の与格 ὀφρύσι(眉によって)を伴い、オデュッセウスが耳の聞こえない仲間たちに声ではなく視覚的なジェスチャーで命令を伝えようとしている状況を描写している。
  2. 12.203τῶν δʼ ἄρα δεισάντων — 属格絶対(genitive absolute)構文。代名詞 τῶν が指すのは仲間たちであり、続く動詞 ἔπτατο(πέτομαι の直説法アオリスト3人称単数)の主語は ἐρετμά(複数中性名詞であるが、動詞は単数形をとる)である。
  3. 12.209οὐ μὲν δὴ τόδε μεῖζον ἕπει κακόν — 比較級 μεῖζον が ἤ(〜よりも)と相関して比較を表す。「この禍い(τόδε κακόν)は、キクロプスの時(ὅτε...)よりも決して大きくはない」という二重否定(οὐ μὲν δή)を伴う強い主張の構造。
  4. 12.219τούτου μὲν καπνοῦ καὶ κύματος ἐκτὸς — 前置詞的副詞 ἐκτός(外に、離れて)は属格(τούτου καπνοῦ καὶ κύματος)を支配する。動詞 ἔεργε(遠ざけよ、遠ざけておけ)と組み合わさり、船を危険から遠ざけるよう命じる構造となっている。
  5. 12.251ὡς δʼ ὅτʼ ἐπὶ προβόλῳ — ホメロス風比喩(Homeric simile)の典型的な導入部。長い比喩が 251〜254行まで続き、255行の ὣς οἵ γʼ(そのように彼らは...)によって主節(被比喩部)へと回帰する、叙事詩特有の構造を持つ。

この箇所を引用する

ホメロス, オデュッセイア §12.192-12.257. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0012.tlg002.humanitext-grc2:12.192-12.257

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。